TLG 4105 001 :: JULIANUS :: Commentarius in Job JULIANUS Scr. Eccl., Arianus Commentarius in Job Citation: Page — (line) | ||
1 | Σημαίνει ἡ βίβλος τοῦ μακαρίου Ἰὼβ τὴν εἰς Ἰουδαίους τοῦ θεοῦ κηδεμονίαν, μηνύει τὸν γράψαντα καὶ ἡ ἐκ τοῦ γράμματος ὠφέλεια, δείκνυσι τὴν εἰς πάντας πρόνοιαν· ἱστορεῖ δέ, ὅτι καὶ πέμπτος ἀπὸ Ἀβραὰμ οὗτος, περὶ οὗ τὴν γραφὴν ποιεῖται. καὶ γὰρ Ἰσραὴλ ἐκ τοῦ Ἀβραὰμ καὶ ὁ Ἠσαῦ ὁμοίως, ἀμφότεροι δὲ τοῦ | |
5 | Ἰσαάκ. ὁ αὐτὸς οὖν θεὸς διὰ Μωυσέως τοὺς μὲν ἐκ τῆς Αἰγύπτου ἀνεδείκνυε, τὸν δὲ ἐκ τῆς Ἀραβίας ἀνεκήρυττε, καὶ τῶν μὲν τὴν ἐξ Αἰγύπτου γενομένην ἔξοδον διηγεῖτο, τοῦ δὲ τὸν κατὰ τοῦ διαβόλου ἀγῶνα καὶ τὰς κατ’ αὐτοῦ νίκας καὶ τοὺς στεφάνους, οὓς ἀνεδήσατο ὑπὲρ τῆς εὐσεβείας· Μωυσῆς δὲ ἀναγράφει τὴν τούτου ἀρετὴν ἄγων τὸν λαὸν εἰς θεοσέβειαν. | |
---|---|---|
10 | εἰ δέ τις ἀντιλέγων μὴ πείθοιτο Μωυσέως εἶναι τὴν γραφὴν διὰ τὸ μὴ κατὰ τὸν αὐτὸν χρόνον Ἰὼβ καὶ Μωυσέα γεγενῆσθαι, ἐντεῦθεν πείθειν αὐτὸν προσήκει, | |
ὡς ὅτι τὸ τῆς Γενέσεως βιβλίον αὐτὸς ἱστόρησεν οὐχ ὡς παρὼν ἡνίκα τὰ πάντα | 1 | |
2 | ἐγένετο (τρισχιλίων γὰρ ἐτῶν πράξεις συνέταξεν), ἀλλ’ ἐκ τῆς τοῦ θεοῦ χάριτος τῆς αὐτὸν ἀναδειξάσης προφήτην τῶν τε παρῳχηκότων καὶ ἐπιόντων καὶ ἱεροφάντην τῶν θείων μυστηρίων καὶ τῶν ἔργων τοῦ θεοῦ καὶ τῆς καταλλήλου ἐφ’ ἑκάστου αὐ‐ τῶν προνοίας μεγαλοφωνότατον κήρυκα. οὐδεὶς γὰρ τῶν πρὸ αὐτοῦ ἕτερος ἠξιώθη | |
5 | τὴν τοῦ κόσμου κτίσιν γραφῇ παραδοῦναι, ὅπως καὶ ὑφ’ ὅτου καὶ δι’ ἣν αἰτίαν γέγονεν οὗτος, παιδεῦσαί τε πάντας ἀνθρώπους περὶ αὐτοῦ, ὡς οὔτ’ ἄναρχος οὔτ’ ἀνεπιτρόπευτος οὔτ’ αὐτόματος ὑπέστη οὔτ’ ἀλόγῳ φορᾷ καὶ τυχαίᾳ κινήσει ἄγεται καὶ ἀπάγεται, ἀλλ’ ὑπὸ θεοῦ μὲν γέγονεν ἐξ ἀρχῆς οὐκ ἐπισυμβὰς αὐτῷ οὔτ’ ἀν‐ άρχως συνών, ἀλλ’ οὐκ ὢν καὶ γενόμενος οὐκ ἐξ ἀνάγκης, ἀλλ’ ἐξ ἀγαθότητος τοῦ | |
10 | παραγαγόντος αὐτὸν κατὰ τὸ εἰρημένον· πάντα ἐποίησεν κύριος δι’ ἑ‐ αυτόν. οἱ μὲν οὖν ἄλλοι προφῆται τὰ μετ’ αὐτοὺς προειρήκασιν, οὗτος δὲ καὶ Σαλο‐ μὼν καὶ τὰ πρὸ αὐτῶν ἐσήμαναν καὶ τὰ μετ’ αὐτοὺς ἐξήγγειλαν, πλὴν ὅτι οὐ πο‐ λὺ ἀλλήλων λείπονται τοῖς χρόνοις Μωυσῆς τε καὶ Ἰώβ. ὁ μὲν γάρ ἐστιν ἕκτος | |
15 | ἀπὸ Ἀβραάμ, ὁ δὲ πέμπτος, οἷον Ἀβραὰμ Ἰσαὰκ Ἰακὼβ Λευὶ Καὰθ 〈Ἀμβρὰμ〉 Μω‐ υσῆς, πάλιν Ἀβραὰμ Ἰσαὰκ Ἠσαῦ Ῥαγουὴλ Ζαρὲθ Ἰώβ. ἐὰν δέ τις εἴπῃ οὐ Μωυσέως εἶναι τὴν τοῦ Ἰὼβ γραφήν, ἀλλ’ αὐτοῦ τοῦ Ἰώβ, ἀκούσεται παρ’ ἡμῶν, ὡς οὐκ ἦν περίαυτος ὁ ἀνὴρ οὐδ’ αὐτεπαίνετος· ὁ γὰρ ἀν‐ επιλήπτως ζῶν οὐκ ἂν αὐταρεσκείας πάθος ὑπέστη. ἐγκωμιαζέτω γάρ σε, | |
20 | φησίν, ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα. ὁ γὰρ ἑαυτὸν ἀπαγγέλλων οὐκ ἀν‐ | 2 |
3 | επίληπτος, ὁ δ’ ὑφ’ ἑτέρου διεγκωμιαζόμενος κατ’ ἀλήθειαν ἑνικῶς εἰπεῖν μακά‐ ριος, ἐπείπερ δικαίων ἐπαινέτης οὐ κατὰ προσπάθειαν ἐπαινεῖ, ἀλλ’ ἀψευδῶς τὰ προσόντα τῷ ἁγίῳ ἐξαγγέλλει. ἀναγκαίως οὖν Μωυσῆς τὴν τοῦ Ἰὼβ ἀρετὴν ἀναγράφει· παίδευσις γὰρ τοῦ Ἰσ‐ | |
5 | ραὴλ ἐγίνετο ἡ περὶ αὐτοῦ ἐξήγησις. ἐπειδὴ γὰρ μέγα ἐφρόνει ὁ λαὸς ἐπὶ τῇ τοῦ γένους ἀγχιστείᾳ καὶ ἐπὶ τοῖς θαύμασι τοῖς εἰς τὴν αὐτῶν πρόνοιαν ἐκτελεσθεῖ‐ σι (τά τε γὰρ στοιχεῖα ὡς ἂν εἴποι τις συνεμάχουν αὐτοῖς διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν ἐπαγγελίας· θάλασσα διαιρουμένη καὶ Νεῖλος αἱματούμενος καὶ σκότος καταχεόμενον ἀνθρώποις ἀθέοις καὶ θάνατος τὸν πρωτότοκον καρπὸν τῶν | |
10 | Αἰγυπτίων διαφθείρων χάριν τοῦ νηπιοκτόνου δόγματος καὶ τῶν λοιπῶν μαστί‐ γων κατάλογος, ἐφ’ οἷς ἅπασι μέγα ἐφρόνουν 〈οἱ〉 Ἰουδαῖοι ἀμελοῦντες τῆς θεί‐ ας ἀρετῆς, ἐπὶ δὲ τῇ τῶν ἀνθρώπων δικαιοσύνῃ ἐπηρμένοι εὐσεβείας ὀλιγωροῦντες, ὡς δὲ ὄφλημα τὸν θεὸν ἀπαιτοῦντες τὰς πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐπαγ‐ γελίας), διὰ οὖν τὴν τοιαύτην ὑπόληψιν αὐτῶν ἐδικαίωσεν ὁ θεὸς διὰ Μωυσέως | |
15 | τοῦ ἀνδρὸς τὴν ἀρετὴν περιφανῆ ποιῆσαι εἰς παίδευσιν τοῦ λαοῦ ἢ καὶ πάντων ἀν‐ θρώπων διδασκαλίαν. ἐδιδάσκοντο γὰρ μὴ μέγα φρονεῖν ἐπὶ τοῖς προπάτορσι, ἀλλὰ κτᾶσθαι οἰκείοις ἱδρῶσι καὶ πόνοις τὴν δικαιοσύνην. εἰ γὰρ ὁ ἐκ τοῦ μεμισημέ‐ νου Ἠσαῦ γενεαλογούμενος τοιοῦτος ἀνεδείχθη διὰ τὴν πρὸς θεὸν εὔνοιαν, πόσῳ μᾶλλον ὁ ἐκ τοῦ ἠγαπημένου Ἰακὼβ λαὸς οὐκ ἂν δοξασθείη τὴν πρὸς θεὸν ἀγάπην | |
20 | διαφυλάξας; ἐπεὶ γὰρ ἐδόκει οὗτος ἀντιπάσχειν τῷ γένει τοῦ Ἠσαῦ, μεγίστη αὐτῷ | 3 |
4 | ἦν αἰσχύνη, εἰ ὁ ἐκ τοῦ Ἠσαῦ Ἰὼβ τῇ πρὸς θεὸν διαθέσει ᾠκείου ἑαυτὸν τῇ συγ‐ γενείᾳ τοῦ Ἀβραάμ, αὐτὸς δὲ δι’ οἰκείαν κακόνοιαν καίτοι τοῦ Ἰακὼβ ὢν τοῦ σφετέρου γένους ἠλλοτριοῦτο. οὐκοῦν ἐδιδάσκοντο μηδὲν ἐμπόδιον ἀρετῆς εἶναι νομίζειν τοῖς αἱρουμένοις ἀρετήν, μὴ λαμπρότητα γένους, μὴ μοχθηρίαν ἔθνους, | |
5 | μὴ συγγένειαν ἢ εὐγένειαν, ἀλλ’ ἢ μόνον κακόνοιαν· οὐ γὰρ γένος οἰκειοῖ τῷ θε‐ ῷ, ἀλλ’ εὔνοια ἡ πρὸς αὐτὸν καὶ πολιτεία ἡ τῇ ἐννοίᾳ ἐφάμιλλος· τοῦτο γάρ ἐ‐ στι τῆς εὐνοίας σήμαντρον ἀγαπᾶν κύριον τὸν θεὸν καὶ τὸν πλησίον ὡς ἑαυτόν. Ἰὼβ τοίνυν ὁ μακάριος ὁ ἐκ τοῦ γένους ὢν τοῦ Ἠσαῦ δι’ οἰκείας ἀρετῆς συν‐ ῆψεν ἑαυτὸν τοῖς ἁγίοις. Νῶε, γάρ φησι, καὶ Ἰὼβ καὶ Δανιὴλ ἐὰν στῶ‐ | |
10 | σιν ἐνώπιόν μου, λέγει ὁ θεὸς διὰ Ἰεζεκιὴλ τοῦ προφήτου. εἰ δὲ τούτοις συντέτακται, δῆλον ὅτι καὶ τῷ Ἀβραὰμ ᾠκείωται δι’ εὐσέβειαν καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὁμοταγὴς τυγχάνει ὡσπεροῦν καὶ πᾶς ἄνθρωπος θεῷ ἀνακείμενος· οὐ πᾶς δὲ ὁ ἐκ τοῦ Ἰακὼβ συντέτακται τούτοις κακονοίᾳ ἀλλοτριώσας ἑαυτὸν τῆς πρὸς αὐτοὺς συγγενείας. | |
15 | ἔχομεν οὖν εἰκόνα ἀναγεγραμμένην ἡμῖν τὴν τοῦ μακαρίου Ἰὼβ ἀρετήν, ἧς καθ’ ὁμοιότητα ἐκτείνωμεν τὴν ἑαυτῶν προθυμίαν· οἱ γὰρ τοιοῦτον βίον διανύσαντες καὶ τῷ ὁμοίῳ ζήλῳ τὴν εὐσέβειαν περιποιησάμενοι τύποι γίνονται τῶν μετὰ ταῦτα | |
πρὸς τὸ μετιέναι ὁσιότητα. ἴδωμεν οὖν, τίς ἡ τῆς γραφῆς εἰκών. | 4 | |
5 | 1,1α Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. ὁ τοῦ θεοῦ ἄνθρωπος Μωυσῆς ἐκ πνεύματος ἁγίου φωτισθεὶς τὴν ψυχὴν καὶ πα‐ ρὰ θεοῦ ἐσχηκὼς τῶν ὄντων τὴν γνῶσιν ἱστορῶν {καὶ} τὰ κατὰ τὸν μακάριον Ἰὼβ οὐκ ἐξ ἐγκωμίων ἤρξατο οὐδὲ τῇ ὑποθέσει ἐχαρίσατο, ἀλλ’ ἀτεχνῶς ἐκ τοῦ ἁπλοῦ | |
5 | ἄρχεται τῆς διηγήσεως φάσκων· ἄνθρωπός τις ἦν, οὐδὲν πλέον ἔχων εἰς κα‐ τασκευὴν τῶν λοιπῶν ἀνθρώπων· μία γάρ ἐστιν ἀνθρωπότης καὶ εἷς ὁ ταύτης δη‐ μιουργός. ποιεῖ δὲ μνήμην καὶ τῆς ἐνεγκούσης αὐτὸν λέγων· ἐν χώρᾳ τῇ Αὐσίτι‐ δι, τὸ μοχθηρὸν τῶν οἰκητόρων ἐπιδεικνύς· ἦσαν γὰρ Ἄραβες, ἀλλ’ οὐδὲν ἡ | |
10 | τούτων μοχθηρία τὴν τοῦ θεοφιλοῦς γνώμην παρέβλαψεν. ἀναγκαίως δὲ καὶ τοῦ ὀνόματος μέμνηται, ἵνα μὴ ἁπλῶς ἄνθρωπον λέγων νομι‐ σθῇ ὑπόθεσίν τινα πλάττειν, ἀλλὰ τὸν γεγενημένον καὶ τοιῶσδε πεπολιτευμένον ἐμφαίνειν {βουλόμενος}. εἰ μὲν οὖν ἄνθρωπον εἶπεν, τὴν φύσιν ἐσήμαινεν ἡμέρου ζῴου μνημονεύσας, εἰ δὲ Αὐσῖτιν, ὅθεν ὡρμᾶτο παρέστησεν, εἰ δὲ Ἰώβ, τὸ ἐκ | |
15 | τῶν γενομένων τεθὲν ἐπίθετον ἐδίδαξεν ὄνομα. οὐκ ἐξ ἐγκωμίων δὲ τούτων ἄρχε‐ | 5 |
6 | ται, ἵνα μήτε κεχαρισμένα δοκῇ ποιεῖν μήτε κολοβώσῃ τὰ τῆς ἀρετῆς σήμαντρα, ἐπείπερ πᾶν ἐγκώμιον ἡ τοῦ ἀνδρὸς ἀρετὴ ὑπερβάλλει ἐξ οἰκείων ἄθλων κοσμου‐ μένη ἀλλ’ οὐκ ἐξ ἀλλοτρίων ἐπαίνων. ἄνθρωπός τις ἦν, εἷς τῶν πολλῶν κατὰ τὸ φαινόμενον, ἀλλ’ οὐχ ὅμοιος | |
5 | τοῖς πᾶσιν ἐν εὐνοίᾳ τῇ πρὸς θεόν, πολλῷ δὲ τῷ μέτρῳ ὑπεράρας τοὺς πλείστους. καὶ τοῦτο λέγει, ἵνα μή τις ὑποτοπήσῃ ἀπιδὼν πρὸς τὸ μέγεθος τῶν ἀγώνων, ὅτι πλέον τι εἰς κατασκευὴν κατὰ τὸ εἶναι εἶχεν τῶν ἄλλων ἀνθρώπων, ὅθεν αὐτῷ καὶ τὸ τούτων περιγενέσθαι ὑπῆρξεν. εἰ γὰρ οὕτως εἶχεν, οὐ τοῦ κατορθώσαντος ὁ ἔπαινος, ἀλλὰ τῆς φύσεως τὸ πλεονέκτημα. ἄρχεται οὖν ἐκ τοῦ ἀληθοῦς καὶ | |
10 | ἁπλουστέρου τὴν ἱστορίαν ἀπαγγέλλειν κοινὸν μὲν προτιθεὶς τὸ ἄνθρωπος, ἴδιον δὲ τὴν τοῦ ἀνδρὸς ἀρετήν. 1,1βγ καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος δίκαιος ἀληθινὸς θεοσεβὴς ἀπεχό‐ μενος ἀπὸ παντὸς πονηροῦ πράγματος. καὶ τὸ μὲν ἀληθινὸς εἶναι ἀποδείκνυται ἐκ τοῦ μηδὲν θηριῶδες ἐσχηκέναι | |
15 | τὸν ἄνδρα, φυλάξαι δὲ τὸ λογικὸν τὸ δοθὲν τῷ ἀνθρώπῳ κατὰ γνώμην τοῦ ποιή‐ σαντος θεοῦ. τὰς γὰρ δοθείσας {ἐν} τῇ ψυχῇ δυνάμεις ἀδιαφθόρους ἐφύλαξεν· διὸ καὶ ἄμεμπτος ἐμαρτυρήθη ἐν μηδενὶ μωμησάμενος ἑαυτὸν μηδὲ κολοβώσας τι τῶν ἀρετῶν. τὸ δὲ {καὶ} δίκαιος· τὸ ἴσον {λογισμῷ} κατ’ ἀξίαν ἀπονέμων ἑκάστῳ, ἔργῳ πληρῶν καὶ οὐ λόγῳ τό· δικαίως διώξει τὸ δίκαιον. ταῦτα δὲ αὐτῷ | |
20 | ὑπῆρχεν διὰ τὸ ἀληθῶς εἶναι θεοσεβῆ· πρὸς γὰρ τὴν τοῦ θεοῦ γνώμην ἣν ἔλαβεν | |
ἐν γνώσει ἀφορῶν πάντα διετέλει. | 6 | |
7 | ἐπιφέρει δὲ λέγων· ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. ἔστι δὲ ἀνακεφαλαίωσις τοῦ παντὸς ὁ λόγος οὗτος. ὁ γὰρ ἀληθινὸς ἄνθρωπος τὰς δοθείσας τῇ ψυχῇ δυνάμεις κατὰ τὸ δίκαιον ἐκφέρει ἐν οἷς ποιεῖ· καὶ γὰρ ᾗ κέκτηται ἀγάπῃ εἰς δέον ἀποκέχρηται, οἷον ἀγαπᾷ τὸν θεόν, ἀλλ’ ὡς θεὸν ἀσυγ‐ | |
5 | κρίτως. ὅσῳ γὰρ ὑπερέχει, τοσούτῳ ὑπερφέρειν ὀφείλει καὶ 〈ἡ〉 εἰς αὐτὸν ἀγά‐ πη πάσης τῆς εἰς ἕτερον ἀγάπης. ἀγαπᾷ δέ τις καὶ γονέας καὶ παῖδας, γύναιόν τε καὶ κτησείδιον, θεράποντας καὶ ὑποζύγια, ἀλλὰ σῴζων ἑκάστῳ τὰ πρὸς ἀξίαν· τοῦτο γάρ ἐστι δικαίου καὶ ἀληθινοῦ ἀνδρὸς γνώρισμα λογισμῷ καταπράττεσθαι ἕκαστον πρὸς τὸν σκοπὸν τοῦ τὸν λόγον χαρισαμένου. ὁ μέντοι διαφθείρας τὸ | |
10 | ἀληθινὸς εἶναι τοὐναντίον φθείρει μὲν ἑαυτόν, φθείρεται δὲ καὶ τὰ ὑπ’ αὐτοῦ ἀλόγως γινόμενα· οὐ γὰρ κέχρηται ταῖς δυνάμεσι τῆς ψυχῆς εἰς δέον, ἀλλὰ θη‐ ριώδη τρόπον ἀναλαβὼν ἐσθίει καὶ κατεσθίεται, πῇ μὲν ὀργιζόμενος ἀκρίτως, πῇ δὲ προστετηκὼς οὐ συνετῶς, ἄλλοτε ἁρπάζων ὡς λύκος ἢ θηλυμανῶν ὡς ἵππος καὶ πάλιν θωπεύων ὡς ἀλώπηξ ἢ τὸν τρόπον ὀφιώδης γινόμενος, ἐπείπερ τὴν φύσιν | |
15 | ἀμεῖψαι μὴ δεδύνηται. ἐξ ὧν γὰρ ὃ δεδύνηται μετέβαλεν, εἰ ἐδεδύνητο, οὐδὲ τῆς φύσεως ἠμέλει πρὸς τὴν τοῦ χείρονος ἄμειψιν. οὗτος δέ ἐστιν ὁ τὸν ἀληθινὸν ἄνθρωπον διαφθείρας, πρὸς ὃν ὁ θεὸς ὀνειδι‐ στικῶς διὰ τοῦ προφήτου ἀποτεινόμενος λέγει· ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡ‐ | |
20 | μοιώθη αὐτοῖς. διὸ παραινεῖ λέγων· μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμί‐ ονος, οἷς οὐκ ἔστι σύνεσις. καὶ ἐν ἄλλοις τοὺς τρόπους τῶν πονηρῶν | |
διαβάλλων τοῖς ἀλόγοις αὐτοὺς παραβάλλει λέγων· οἱ ἄρχοντές σου ὡς | 7 | |
8 | λύκοι τῆς Ἀραβίας καὶ οἱ προφῆταί σου ὡς αἱ ἀλώπεκες αἱ ἐν τῇ ἐρήμῳ· ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον. καὶ πάλιν· καὶ ἦν Ἐ‐ φραὶμ ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν. καὶ ἐν ἄλλοις· | |
5 | ὄφεις γεννήματα ἐχιδνῶν. ἀλλὰ καὶ ἀετὸς ἐκλήθη τις τῶν βασιλέων ἀρ‐ θεὶς ἐπὶ πολὺ τῷ φρονήματι (οὗτος δὲ ἦν ὁ Τύρου), κύνες δὲ ἕτεροι δι’ ἀναίδει‐ αν· πάντες γὰρ κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν. καὶ δράκων τις ἐκλήθη τῆς Αἰγύπτου ἄρχων καὶ σκορπίοι τὸ πλῆθος τῶν Ἰουδαίων· ἐπίγνω‐ θι, γάρ φησιν, υἱὲ ἀνθρώπου, ὅτι ἐν μέσῳ σκορπίων σὺ κατοι‐ | |
10 | κεῖς. ἀλλὰ τούτων πάντων ὁ θεοφιλὴς Ἰὼβ ἠλευθέρωτο φυλάξας ἀδιάψευστον τὸ ἀληθινὸν τοῦ ἀνθρώπου, λόγῳ πάντα πράττων καὶ ζῶν κατὰ γνώμην τοῦ ποιήσαντος. Ταῦτα δέ φημι οὐχ ὅτι μὴ ἐκέχρητο τοῖς συμφύτοις πάθεσιν, ἀλλ’ ὅτι μετὰ κρίσεως. καὶ γὰρ κατὰ τῶν πονηρῶν ἠγανάκτει, ἀλλ’ οὐ κατὰ τῶν μὴ ἀδικούντων. καὶ γὰρ καὶ ὠργίζετο, ἀλλ’ εὐλόγως· θηριῶδες γὰρ τοῦτο ὀργίζεσθαι κα‐ | |
15 | τὰ τῶν μηδὲν πλημμελούντων. καὶ ἠγάπα δέ, ἀλλ’ οὐκ ἀλόγως, καὶ τοῖς ἄλλοις ἀπεκέχρητο ὡς ἡ χρεία ὑπηγόρευε καὶ ἡ γνώμη τοῦ θεοῦ ὑπέδειξεν. ὁ γάρ τοι θε‐ ὸς τὴν ψυχὴν κατασκευάσας δυνάμεις αὐτῇ ἐνῆκεν εὐαρμόστους καὶ κεχρῆσθαι ταύ‐ ταις δεόντως προσέταξεν. ὁ τοίνυν τῷ προστάγματι τοῦ θεοῦ καταπεισθεὶς φυλάτ‐ τει ταύτας πρὸς τὸν σκοπὸν τοῦ χαρισαμένου τὴν ἐξουσίαν, ὁ δὲ τούτων ἀμελῶν | |
20 | θηρίων βίον ἑλόμενος καὶ τούτοις τὸν τρόπον ὁμοιωθεὶς καὶ ἐν τῇ παρούσῃ κατα‐ στάσει τιμωρίαν ὑπέχει ἐμπαροινήσας τῇ δοθείσῃ τιμῇ καὶ ἐνθένδε μεταστὰς ἐν δί‐ | |
κῃ κολασθήσεται καταφρονήσας θεοῦ τοῦ ποιήσαντος αὐτόν. | 8 | |
9 | γενοῦ οὖν καὶ σὺ ἄνθρωπος ἀληθινός, οἷος πρὸ σοῦ ὁ μακάριος Ἰώβ, ἄ‐ μεμπτος θεοσεβὴς ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, κολλώμενος παντὶ ἀγαθῷ. οὐδὲ γὰρ τὸ ἀπέχεσθαι ἀπὸ κακῶν ἐξαρκεῖ πρὸς σωτηρί‐ αν, ἀλλὰ τὸ ἐντὸς γενέσθαι παντὸς ἀγαθοῦ· ἔκκλινον, γάρ φησιν, ἀπὸ κα‐ | |
5 | κοῦ καὶ ποίησον ἀγαθόν. οὐ γὰρ ἀποχὴ κακῶν ἡ τελείωσις, ἀλλὰ κατάπρα‐ ξις ἀγαθῶν προτεταγμένης εὐσεβείας· μαρτυρεῖ γὰρ ἡ γραφὴ τῷ δικαίῳ Ἰὼβ ἀπο‐ χὴν κακῶν καὶ φυλακὴν ἀγαθῶν. ἴδωμεν καὶ τὰ ἑξῆς, τί φησιν. 1,2 ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. τὸ πλῆθος δὲ τῶν τέκνων ἀπαγγέλλει δεικνὺς τὸ φιλόθεον τοῦ ἀνδρός· οὔτε | |
10 | γὰρ ἡ σχέσις ἡ πρὸς τοὺς παῖδας οὔτε ἡ ἄλλη περιουσία τοῦτον τοῦ ὁσίως φρο‐ νεῖν παρήγαγεν οὐδὲ τῶν καλῶς ἐγνωσμένων μετέστησε, μᾶλλον δὲ αὐτῷ καὶ αὐτὰ ταῦτα προέτεινε τὸν εἰς θεὸν πόθον. ἃ γὰρ ἄλλοις ἐμπόδια ἀρετῆς δι’ ἀβουλί‐ αν ἐνομίσθη, ταῦτα τούτῳ τῆς ἀρετῆς τὸ ἄνθος ἐπηύξησε δεόντως εἰδότι ἐπιστα‐ τεῖν τῶν ὑπ’ αὐτόν. διὸ λέγει· | |
15 | 1,3α—ζ καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, ὄνοι θήλειαι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς. ἐξ ὧν ἁπάντων δείκνυται μηδὲν ἐμπόδιον εἶναι πρὸς κτῆσιν εὐσεβείας ἀνδρὶ φιλοθέῳ, ἐπεὶ καὶ τῷ δικαίῳ τούτῳ οὐκ ἠμέλητο καὶ τὰ ἐκτός. καὶ γὰρ τὰ ζεύγη | |
20 | τῶν βοῶν οὐ περιεωρᾶτο καὶ αἱ κάμηλοι οὐ κατεφρονοῦντο καὶ αἱ ὄνοι οὐ περιε‐ | 9 |
10 | φρονοῦντο καὶ πρόβατα ἐσπουδάζετο καὶ τὰ ἄλλα συλλήβδην εἰπεῖν οὐ παρ‐ εωρᾶτο, οἷον φυτεῖαι οἰκοδομαὶ παράδεισοι πλῆθος οἰκετῶν ὑπηκόων ὄχλος. ἦν γὰρ βασιλεὺς τῶν ἐκεῖσε Ἀράβων· φησὶ γὰρ ὁ θειότατος Μωυσῆς· 1,3η καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶν. | |
5 | ταῦτα εἴρηκε περὶ τοῦ ἀνδρὸς τὸ τοῦ Ἀβραὰμ γένος σημᾶναι βουλόμενος καὶ τῆς πίστεως τὸ ὁμότροπον καὶ τῆς εἰς θεὸν ἀγάπης τὸ παραπλήσιον, ἐπείπερ οὗ‐ τος ὁ κατὰ τὴν εὐσέβειαν συντεταγμένος καὶ κατὰ τὴν εὔνοιαν ἡνωμένος, οὗτος μετέχει τῆς εὐγενείας τοῦ προπάτορος, οὗτος εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶν, οὗτος συναριθμούμενος τῷ κλήρῳ τῶν ἁγίων, τῷ πολιτεύματι τῶν | |
10 | ὁσίων. 1,4 συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποίουν πότον καθ’ ἑκά‐ στην ἡμέραν συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ’ αὐτῶν. τοὺς γάρ τοι παῖδας αὐτοῦ ὁ ἱερὸς οὗτος ἀνὴρ πρὸς τὸν ἑαυτοῦ τρόπον ῥυθ‐ | |
15 | μίζων οἰκονόμους τοῦ δικαίου καθίστα, φιλαδέλφους, σώφρονας· ἀπένειμεν γὰρ ἑ‐ κάστῳ οἶκον οὐχ ἁπλῶς ὡς ἄν τις οἰηθείη (οὐδὲν γὰρ παρ’ αὐτῷ ἀνεξέταστον), ἀλλ’ ἵν’ ἕκαστος τῇ τοῦ ἑτέρου ἁμίλλῃ λαμπροτέραν τὴν οἰκονομίαν ποιῆται. καὶ γὰρ ἐξισοῦτο αὐτοῖς ἡ τοῦ φροντίζειν ἐπιμέλεια· ἀρχόμενοι γὰρ ἐκ τοῦ μείζονος ἔληγον εἰς τὸν ἔσχατον, καὶ πάλιν αὐτοῖς ἀρχὴ τοῦ συμποσίου ὁ μακρότερος ἐγί‐ | |
20 | νετο. μάρτυρας τῆς ἑαυτῶν σωφροσύνης ἐν τῇ φιλοτησίᾳ οὐκ ἀλλοτρίας τινάς, ἀλ‐ | 10 |
11 | λὰ τὰς ἰδίας ἀδελφὰς παρείχοντο ταύτας παραλαμβάνοντες· ὑπῆρχε δὲ καὶ τοῦτο ἐφόδιον. τί γάρ φησι τὸ λόγιον; 1,5 καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστειλεν Ἰὼβ καὶ ἐ‐ καθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωί, προσέφερεν δὲ θυσίας περὶ αὐτῶν κατὰ | |
5 | τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας ὑπὲρ τῶν ψυχῶν αὐτῶν. ἔλεγεν γὰρ Ἰώβ· μήποτε οἱ υἱοί μου ἐν τῇ καρδίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν θεόν. οὕτως ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας αὐτῶν. ταῦτα δὲ ποιεῖ ὁ ἀληθῶς ἄμεμπτος ἐπαύξων μὲν τὴν οἰκείαν ἀρετήν, ἀσφαλεῖς δὲ τοὺς οἰκείους παῖδας ἀπεργαζόμενος. ὁ γὰρ καθαρισμὸς εἰς ὑπόμνησιν ἄγων | |
10 | αὐτοὺς ἀσφαλεστέρους καθίστα, καὶ αὐτὸς δὲ ὁ καθαρισμὸς ἐνθυμήσεως ἦν ἴαμα, οὐχ ἁμαρτημάτων ὑπερεχόντων. τὰς μὲν οὖν θυσίας ὑπὲρ αὐτῶν εὐχαριστίας λόγῳ προσέφερεν, τὸν δὲ καθαρισμὸν ἐνθυμημάτων ἄφεσιν, τὸν δὲ μόσχον ὑπὲρ τῶν ψυ‐ χῶν αὐτῶν αἰτούμενος, ἵνα ζῶντες αὐτῷ παραμείνωσιν. 1,6α καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη. | |
15 | οὐδὲν εἰς κατάστασιν τῶν ἄλλων διαφέρουσα, ἡ δὲ αὐτὴ τῇ νῦν καταστάσει. 1,6 β—δ καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἔναντι κυρίου καὶ ὁ διά‐ βολος ἦλθε μετ’ αὐτῶν περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανόν. οὐ τόπον ἐκ τόπου μεταβαίνοντες· οὐ γὰρ ἐν τόπῳ ὁ θεὸς ἵδρυται· οὐδεὶς γὰρ | |
τόπος τῆς καταπαύσεως αὐτοῦ· πᾶς γὰρ τόπος αὐτῷ ὡς οὐκ ὢν ὑπάρχει πρὸ | 11 | |
12 | παντὸς ὄντι τόπου ποιητοῦ· προσωποποιία δέ ἐστι μετὰ τοῦ σημαίνειν τὸ ἀληθές. καὶ ὁ διάβολος, φησίν, ἦλθε μετ’ αὐτῶν ἐν τῇ συνελεύσει τῶν ἀγ‐ γέλων ὑπὲρ τὸν οὐρανὸν γεγονώς. οὐ γὰρ ὁ κύριος ἐπὶ γῆς κατῆλθεν δι’ αὐτόν, ἀλλὰ συγχωρεῖται αὐτῷ παραβάλλειν ἐν τῷ τάγματι τῶν ἐπουρανίων καὶ ἀκούειν τὰ | |
5 | λεγόμενα, οὐ πάντοτε δὲ οὐδὲ πάντα· †καὶ γὰρ οὐ ζητεῖται τόπος. τί γὰρ μέγα, εἰ διαβαίνει τὰ σώματα;† καὶ γὰρ ἐν τῷ παραδείσῳ τοῦ τάγματος παρασταθέντος τῷ κυρίῳ συνεχωρήθη εἰσελθεῖν καὶ ἀκοῦσαι ἃ ἤκουσεν. ὅρα δὲ τὴν διαίρεσιν· ἐπὶ μὲν γὰρ τῶν ἀγγέλων ἔφησε τὸ λόγιον, ὅτι ἦλθον παραστῆναι ἐνώπιον τοῦ κυρίου, ἐπὶ δὲ τοῦ διαβόλου οὐκέτι τὸ παραστῆ‐ | |
10 | ναι, ἀλλὰ τὸ ἐληλυθέναι ἀπὸ τοῦ περιιέναι καὶ ἐμπεριπεπατηκέναι. οἱ μὲν εὐνοίᾳ παρέστησαν ὡς πνεύματα λειτουργικὰ εἰς διακονίαν ἀποστελ‐ λόμενα, ὁ δὲ ὡς ἀφηνιαστὴς τοῦ καλοῦ μωμήσασθαι τὸν ὅσιον προθυμούμενος. εἰ δέ τις τῶν ἐκμελεστέρων λέγοι, ὅτι τὸ συνεῖναι αὐτὸν τοῖς ἀγγέλοις τί‐ μιον αὐτὸν ἀποφαίνει, ἀκούσεται, ὅτι οὔτε τὸ συνεῖναι τιμίοις τίμιον ποιεῖ | |
15 | οὔτε τὸ ἁπλῶς σὺν ἀτίμοις ἄτιμον, ἀλλ’ ἄτιμον μὲν ἀποδείκνυσιν ἡ περὶ θεοῦ κακόνοια καὶ πᾶσα πρᾶξις παράνομος, τίμιον δὲ τὸ ἀνάπαλιν· αἱ γὰρ διαθέσεις ἀλλ’ οὐχ αἱ συνουσίαι ζητοῦνται. συνῆν γὰρ καὶ Νῶε δυσσεβέσιν ἀνθρώποις καὶ Λὼτ τοῖς Σοδομηνοῖς, ἀλλ’ ἄμεμπτοι γεγόνασιν· συνῆν καὶ Ἐλισσαῖε τῷ Γιεζὶ καὶ Ἰούδας τῷ κυρίῳ καὶ Σίμων τοῖς ἀποστόλοις, ἀλλ’ οὐδὲν ὤναντο δι’ ἑκουσίαν | |
20 | κακόνοιαν. οὐκοῦν οὐδ’ οὗτος πρὸς τιμὴν συνῆν τῷ τάγματι τῶν ἀγγέλων, ἀλλ’ ἐπ’ ἐλέγχῳ τῆς οἰκείας μοχθηρίας, ἀλλ’ οὐδ’ ἐπειδὴ θεῷ ὑπούργησε πάντως ὡς | |
εὐπειθὴς καὶ ὑπήκοος· πρὸς γὰρ ἀπάτην ἐφάνη που ἐπιτήδειος ὡς ἐπὶ τοῦ Ἀχαάβ, | 12 | |
13 | οὐχ ὡς θεοῦ θέλημα πληρῶν, ἐπεὶ καὶ Βαλαὰμ ὁ μάντις ὑπηρετήσατο θεῷ ἐν ταῖς προρρήσεσι καὶ ταῖς εὐλογίαις, ἀλλ’ οὐκ οἰκείᾳ γνώμῃ, καὶ Ναβουχοδονοσὸρ ὁ‐ μοίως καὶ οἱ ἐκδότους λαβόντες διὰ παρανομίαν Ἰουδαίους μὴ τῇ τοῦ θεοῦ συμ‐ μετρήσαντες τὴν ἰδίαν ὀργήν, ἀλλ’ εἰς ἀμετρίαν ἐκπεσόντες κατὰ τό· ἐγὼ δέ‐ | |
5 | δωκα αὐτοὺς εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἐποίησας αὐτοῖς ἔλεον. οὐκοῦν καὶ τῷ διαβόλῳ εἴ ποτε συνεχώρησε 〈...〉 κατά τινων, οὐκ ἀγνο‐ ῶν τὴν αὐτοῦ πονηρίαν, ἀλλ’ ὡς ἄξιον ὄντα τῆς τοιαύτης ὑπουργίας 〈...〉. εἰ γὰρ καὶ ἐπετέλει τὰ συγχωρηθέντα, οὐχ ὡς θεὸν τιμῶν, ἀλλ’ ὡς ἴδιον βούλημα πληρῶν 〈...〉. ἐπεὶ οὖν ἵστατο σὺν τοῖς ἄλλοις ἀγγέλοις, ἠγνοεῖτο δὲ ὁ σκοπὸς | |
10 | αὐτοῦ τῆς παραστάσεως τῷ πλήθει τῶν λειτουργικῶν δυνάμεων, τῷ δὲ θεῷ ἐγινώ‐ σκετο, ἐλέγξαι βουλόμενος τὴν πονηρὰν αὐτοῦ γνώμην φησὶ πρὸς αὐτὸν καθὼς ἡ γραφὴ διδάσκει· 1,7α καὶ εἶπεν 〈ὁ〉 κύριος πρὸς τὸν διάβολον· πόθεν παραγέγονας; οὐκ ἀγνοῶν ὅθεν ἧκεν ἢ τί βουλόμενος παραγέγονεν, ἀλλ’ ἐλέγχων αὐτοῦ τὴν | |
15 | κατὰ τοῦ δικαίου βασκανίαν. καὶ γάρ που καὶ ἐπὶ τοῦ Ἀδάμ φησιν· Ἀδάμ, ποῦ εἶ; οὐκ ἀγνοῶν, ἀλλὰ παρρησίαν διδοὺς τῷ αἰσχυνθέντι δι’ ἁμαρτίαν. καὶ τῷ Κάϊν· ποῦ Ἄβελ ὁ ἀδελφός σου; οὐκ ἀγνοῶν τὸν φόνον, ἐλέγξαι δὲ τὸν φονέα προαιρούμενος. οὕτω καὶ ἐπὶ τοῦ διαβόλου· πόθεν παραγέγονας; ἵνα τὸν κατὰ τοῦ δικαίου φθόνον γυμνώσῃ. | |
20 | κἀκεῖνο δὲ ἡμᾶς μὴ παρέλθοι, ὅτι τοὺς μὲν ἀγγέλους θεοῦ ὠνόμασε, τὸν δὲ | |
διάβολον οὐκέτι, ἐπειδὴ οἱ μὲν εὐνοίᾳ ᾠκείωνται θεῷ, ὁ δὲ κακονοίᾳ ἠλλοτρίω‐ | 13 | |
14 | ται. καὶ οἱ μὲν ἀπὸ τοῦ εἶναι ὠνομάσθησαν ἄγγελοι, ὁ δὲ οὐκ ἀπὸ τοῦ εἶναι, ἀλλ’ ἀπὸ τοῦ ἐπιχειρήματος (οὐ γὰρ ἡ φύσις διάβολος· θεοῦ γὰρ δημιούργημα), ἀλλ’ ἀπὸ τῆς προαιρέσεως καὶ τοῦ φθόνου τοῦ πρὸς τοὺς πρωτοπλάστους καὶ τῆς διαβολῆς ἧς διέβαλεν τὸν θεὸν τῇ γυναικί. | |
5 | ἔτι κἀκεῖνο παρατηρητέον, ὅτι δύο προσώπων ὁ λόγος μνημονεύει, καὶ θεοῦ καὶ κυρίου, θεοῦ μὲν οὗ εἰσι ποιήματα οἱ ἄγγελοι, κυρίου δὲ ᾧ παρεστᾶσι, καί‐ τοι καὶ θεὸς διὰ Χριστοῦ πεποίηκεν καὶ ὁ Χριστὸς παρὰ θεοῦ εἰλήφει. πάντα γάρ μοι, φησί, παρεδόθη παρὰ τοῦ πατρός μου. 1,7βγ καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν· περιελθὼν τὴν γῆν καὶ | |
10 | ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν πάρειμι. ταῦτα δὲ ἀλαζονικῶς ἀποκρίνεται ὁ ἀποστάτης δράκων καὶ ὁ ὄφις ὁ σκολιὸς ἀγνοῶν ἐκ κακονοίας τὴν ἀξίαν τοῦ ἐπερωτῶντος αὐτὸν θεοῦ· ἦ γὰρ οὐκ ἂν ἐθρα‐ σύνετο πρὸς τηλικοῦτον δεσπότην ἀπαυθαδιαζόμενος. 1,8 καὶ εἶπεν αὐτῷ ὁ κύριος· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός | |
15 | μου Ἰώβ, ὅτι οὐκ ἔστιν ἄνθρωπος ὅμοιος αὐτῷ 〈τῶν〉 ἐπὶ τῆς γῆς, ἄμεμπτος δί‐ καιος ἀληθινὸς θεοσεβὴς ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. θεράποντα δὲ αὐτοῦ τὸν ἀληθινὸν ἄνθρωπον ὀνομάζει, καὶ τὴν ὁσιότητα αὐτοῦ πᾶσαν καταλέγει ὁμοῦ μὲν τὸν ἄνδρα σεμνύνων τοῖς οἰκείοις αὐτοῦ ἀγαθοῖς, ὁμοῦ δὲ καὶ τοῦτον ἐξελκόμενος ἐκρῆξαι τὰ κατ’ αὐτοῦ βεβουλευμένα· ἐθάρρει γὰρ τῷ | |
20 | οἰκείῳ ἀθλητῇ καὶ ἐγίνωσκεν αὐτοῦ τὴν ἀπαράτρεπτον εὔνοιαν. | 14 |
15 | οὐκ ἔστι, γάρ φησιν, ὅμοιος αὐτῷ τῶν ἐπὶ τῆς γῆς, οὐ κατὰ τὴν φύσιν λέγων, ἀλλὰ κατὰ τὴν διάθεσιν· ἄνθρωπος γὰρ ἦν καὶ αὐτός, μῶμον 〈δὲ〉 οὐδένα τρέφων ἐν τῇ ψυχῇ, ἀλλ’ αὐτοαληθῶς ἄνθρωπος θεοῦ πρὸς τὸν τοῦ ποιήσαν‐ τος σκοπὸν ἐφαρμόζων τὴν ἑαυτοῦ διάνοιαν, σέβων εἰλικρινῶς τὸν ποιήσαντα καὶ | |
5 | περὶ τοὺς οἰκείους δίκαιος ὑπάρχων. ὁ δὲ θεὸς ταῦτα προσεῖναι μαρτυρεῖ· οὐ πρὸς χάριν ὁ ἔπαινος, ἀνύποπτον τὸ ἐγκώμιον, ἐπειδὴ καὶ ὁ ἐπαινέτης ἀνυπαί‐ τιος. οὐκ ἐπὶ τιμῇ δὲ αὐτοῦ λαλεῖ αὐτῷ ὁ θεός, ἀλλ’ ἐπὶ τῷ ἐλέγξαι αὐτὸν ἀσεβῆ καὶ ἄδικον, καὶ ἵνα δείξῃ, ὅτι ὁ μὲν ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος κατασκευ‐ | |
10 | ασθεὶς ἄμεμπτος ἔφυ καὶ δίκαιος, οὗτος δὲ ἀσώματος γενόμενος οὔτε ἄμεμπτος οὔτε δίκαιος, ἀλλὰ βέβηλος καὶ ἄδικος καὶ τοῦ καλοῦ ἀφηνιαστής. ἠξιώθη οὖν παρὰ τοῦ θεοῦ ὁμιλίας δι’ ἔλεγχον, οὐ διὰ τιμήν, καὶ 〈...〉 οὐχὶ τὴν μέλλου‐ σαν αὐτοῦ ἐπιχείρησιν μόνον ἐλέγξαι βουλόμενος, ἀλλὰ τὴν προλαβοῦσαν ἀσέβει‐ αν· ὕστερα γὰρ πολὺ τὰ κατὰ τοῦ Ἰὼβ τῆς τοῦ διαβόλου δυσσεβείας. ἀλλ’ ὁ μισό‐ | |
15 | καλος διάβολος οὐδὲ παρὰ τοῦ θεοῦ ταῦτα ἀκούων προσεῖναι τῷ ἀνδρὶ πιστεύει, ὑποπτεύει δὲ καὶ θεόν. 1,9—11 ἀπεκρίθη δέ, φησίν, ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου· μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν θεόν; οὐ σὺ περιέφραξας αὐτοῦ τὰ ἔξω καὶ τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ καὶ τὰ πάντα αὐτοῦ κύκλωθεν, τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ ηὐλόγη‐ | |
20 | σας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς; οὐ μὴν δὲ ἀλλὰ ἀπόστειλον | |
τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. | 15 | |
16 | ὁρῶν γὰρ αὐτὸν διάπλουτον ἄνδρα καὶ χρήμασι πολλοῖς κομῶντα καὶ βοσκήμασιν ὑπερφυᾶ, καὶ πολλάκις ἐπιχειρήσας τοῖς αὐτοῦ καὶ κενὸς τῆς ἐλπίδος ὑποστρέψας διὰ τὴν ἀντιστατοῦσαν αὐτῷ περὶ τὰ τοῦ Ἰὼβ πράγματα τοῦ θεοῦ φυλακήν, ἐλογί‐ σατο μηδὲν μέγα εἶναι τὸν τοσοῦτον ὄγκον πλούτου περιβεβλημένον εἶναι καὶ φι‐ | |
5 | λόθεον καὶ δίκαιον, ἀλλ’ εἰ καὶ ἀποβαλὼν ταῦτα εἴη τοιοῦτος. οὐ δωρεάν, 〈φη‐ σίν〉, Ἰὼβ σέβεται τὸν κύριον, μισθωτός ἐστιν (ἱκανὴ ἡ διαβολή), ἄφελε τὰ χρή‐ ματα καὶ εὑρήσεις τροπὴν τῆς προαιρέσεως, μεταβολὴν τῆς γνώμης. 1,12α—γ καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ ἐν τῇ χειρί σου δέδωκα· ἀλλ’ αὐτοῦ μὴ ἅψῃ. | |
10 | ᾔτησε παρὰ τοῦ θεοῦ ὁ ἐχθρὸς συγχωρηθῆναι αὐτῷ τὴν κατὰ τοῦ Ἰὼβ πεῖραν· οὐ γὰρ εἶχεν ἐξουσίαν διὰ τὴν ἀντιστατοῦσαν αὐτῷ πρόνοιαν. ἔδωκεν ὁ θεὸς τὸν ἀγῶνα, ἵνα ἐλεγχθῇ ὁ συκοφάντης. ᾔδει τὸν ἑαυτοῦ θεράποντα θεός, ἠγνόει τὴν ἰσχὺν τοῦ ἀθλητοῦ ὁ πειράζων. διὸ καὶ ἐπέδραμεν ὡς ἐπὶ θήραν ἑτοίμην, ἀλλ’ ἔ‐ φθη αὐτὸς ἁλῶναι ἢ τὸν δίκαιον ἄρκυσι περιβαλεῖν. ἰδού, φησίν, ἔχεις τὰ αὐτοῦ | |
15 | κείρειν ἢ φθείρειν ἢ ὅπως ἂν ἐθέλῃς, οὐ μὴν καὶ τοῦ δικαίου ἅψασθαί σοι συγχωρῶ· παραγγέλλω δέ σοι μὴ θιγεῖν αὐτοῦ. 1,12δ καὶ ἐξῆλθεν ὁ διάβολος ἀπὸ προσώπου κυρίου. οἱ πεῖσμα ἔχοντες περὶ θεοῦ ὅπως ἐστὶν ἐν τοῖς οὖσιν, οὐ νοσήσουσί ποτε περὶ τὴν Ἐπικούρου ἀθεότητα οὐδὲ συνενεχθήσονται τοῖς λέγουσιν ἀνθρωπόμορ‐ | |
20 | φον εἶναι τὸν θεόν· οὐκοῦν οὔτε περιέχεσθαι αὐτὸν ὑπὸ τῶν ἰδίων ἔργων φήσου‐ | 16 |
17 | σιν, ὧν αὐτὸς γέγονε δημιουργός, οὔτε χωρίσουσιν αὐτὸν τούτων οὔτε σύνθεσίν τινα ἐπινοήσουσι περὶ αὐτὸν διὰ τὸ γεγράφθαι πρόσωπον καὶ ὀφθαλμοὺς καὶ χεῖ‐ ρας, ἀλλὰ πρὸς τὴν αὐτοῦ ἀξίαν καὶ τὴν γραφὴν ἐκδέξονται. ὥσπερ γὰρ τό· ἦλ‐ θεν ὁ διάβολος οὐχ ὡς τοῦ θεοῦ που κεχωρισμένος, οὕτω καὶ τό· ἐξῆλθεν | |
5 | ἀπὸ προσώπου τοῦ κυρίου οὐχ ὡς ἔξω τοῦ θεοῦ γενόμενος. οὐδὲν γὰρ τῷ θεῷ τῶν ὄντων ὡς ὂν λελόγισται πρὸς τὴν φύσιν, ἔστι δὲ αὐτῷ τὰ πάντα πρὸς τὴν γνώμην, καθ’ ἣν καὶ ἐποίησεν αὐτά. ὅταν οὖν εἴπῃ· ἦλθεν ὁ διάβολος, τὴν ὑπόθεσιν τοῦ πράγματος καὶ τὴν ἐπιχείρησιν ἐξηγεῖται. ὅταν δὲ τό· ἐξῆλθεν ἀπὸ προσώπου κυρίου, τὴν | |
10 | συγχώρησιν διηγεῖται τοῦ θεοῦ καὶ τὴν δοθεῖσαν αὐτῷ κατὰ τῶν τοῦ δικαίου κτη‐ μάτων ἐξουσίαν. τοιοῦτον γάρ που ὁ αὐτὸς συγγραφεὺς ἐν τῇ Γενέσει περὶ τοῦ Κάϊν διεσάφησε λέγων· ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ θεοῦ, τουτ‐ έστιν· ἔχων τὸν ὅρον τοῦ ἐπ’ αὐτῷ τεθέντος προστάγματος. 1,13α καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη. | |
15 | οὐδὲν εἰς κατάστασιν τῶν ἄλλων διαφέρουσα, ἡ δὲ αὐτὴ τῇ νῦν καταστάσει ὡσπεροῦν καὶ πᾶσα ἡμέρα. 1,13βγ καὶ οἱ υἱοὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἤσθιον καὶ ἔπινον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου. 〈οὗτος γὰρ〉 τοῦ συμποσίου ἀρχὴ ἐγίνετο. ἦν δὲ τὸ ὅλον παίδευσις οἰκονο‐ | |
20 | μίας καὶ σωφροσύνης μάθημα καὶ φιλαδελφίας ἄσκησις ἡ συνέλευσις τῆς φιλοτη‐ | |
σίας. | 17 | |
18 | 1,14—15 καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ· τὰ ζεύγη τῶν βοῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν· καὶ ἐλθόντες οἱ αἰχμα‐ λωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἐπάταξαν ἐν στόματι μαχαίρας, καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀναγγεῖλαί σοι. | |
5 | σημαίνεται δὲ καὶ ἐκ τούτων ἡ ἀρετὴ τοῦ ἀνδρός, ὡς οὐδὲν παρ’ αὐτῷ ἐγίνετο ἀμελῶς, ἀλλ’ ἅπαντα σὺν προμηθείᾳ. μηνύει δὲ ὁ ἀγγέλλων τὰ σκυθρωπὰ (ἔφοδον λῃστρικὴν γεγενῆσθαι καὶ ἡρπάχθαι μὲν τὰ βοσκήματα, ᾐχμαλωτεῦσθαι δὲ τὰ ζεύγη τῶν βοῶν καὶ τοὺς οἰκέτας τοὺς ἐπ’ αὐτοῖς ἐπιτεταγμένους ἀνῃρῆσθαι μαχαίρᾳ) παροξύνων αὐτὸν εἰς ὀργὴν καὶ τὸν θυμὸν ἐξάπτων καὶ τὸ στῆθος ἐκκαίων, ἐπέχων | |
10 | δὲ αὐτὸν κἂν τοῦ κατ’ αὐτῶν ἐπιστρατεῦσαι διανοηθῆναι. ποίαν γὰρ λοιπὸν εἶχεν ἐλπίδα τοῦ ἐπαμῦναι ἀκηκοὼς τοὺς παῖδας ἀνῃρῆσθαι. ἐσέσωστο δὲ μόνος ὁ ἐξαγ‐ γείλας ταῦτα οὐ φιλανθρωπίᾳ τοῦ τὸν πόλεμον ἀραμένου πρὸ Ἰώβ, ἀλλ’ ἵνα μη‐ νυτὴς τῶν σκυθρωπῶν γένηται. 1,16 ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ· | |
15 | πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν καὶ κατέφαγεν τὰ πρόβατα καὶ τοὺς ποι‐ μένας κατέκαυσεν ὁμοίως, καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. διὰ μὲν τοῦ προτέρου ἀναγγέλλεται τῷ Ἰὼβ ἐξ ἐφόδου ἡ ἐπιβουλὴ γεγενῆσθαι, διὰ δὲ τοῦ δευτέρου ὡς ἐξ οὐρανοῦ εἶναι, ἵνα καὶ τὸ συνεχὲς καὶ τὸ ὀξὺ καὶ τὸ διάφορον τῆς πληγῆς τὸν δίκαιον τῆς γνώμης παρασαλεύσῃ. | |
20 | χρὴ δὲ γινώσκειν, ὅτι οὕτω διέκειτο ὁ Ἰώβ, ὅτι θεὸς ἦν ὁ ἐπιφέρων αὐτῷ | |
ταῦτα· εἰ γὰρ ἠπίστατο, ὅτι ὁ διάβολος, οὐκέθ’ ὡς πειραζόμενος ἀλλ’ ὡς φανε‐ | 18 | |
19 | ρὸν ἀγῶνα καταδεξάμενος ἤθλει. νῦν δὲ οὕτως ἔχων γνώμης ὡς παρὰ τοῦ θεοῦ ταῦ‐ τα πάσχων ηὐχαρίστει· οἱ πειρασμοὶ συχνοὶ καὶ μεγάλοι, ἀλλ’ οὐκ ἐκάμφθη τὸν λογισμόν, οὐκ ἐνενόησέν τι κατὰ θεοῦ, οὐχ ὑπώπτευσε τὴν πρόνοιαν, οὐκ ἐμέμψα‐ το τῇ διοικήσει, οὐκ ἀδικίαν ἐνεκάλεσεν, ἀλλ’ ηὐχαρίστει, καὶ μηδὲν συνειδὼς | |
5 | ἑαυτῷ φαῦλον δέχεται τὰς πληγὰς καὶ οὐκ ἀντιλέγει, καὶ ἀφαιρούμενος κτήματα οὐκ ἐξίσταται εὐσεβείας. ἡ μὲν οὖν προτέρα πληγὴ ἴσως εἶχεν ὑποψίαν ἀνθρώπων εἶναι τὴν ἀδικίαν, ἡ 〈δὲ〉 δευτέρα ἐξ οὐρανοῦ φάσκουσα κατεληλυθέναι πῦρ καὶ τὴν πρώτην ἀμφιβολίαν διέλυσεν μὴ παρὰ ἀνθρώπων εἶναι τοὺς πειρασμούς, ἀλλὰ παρὰ θεοῦ τὰς πληγάς. | |
10 | ὁ δὲ καὶ οὕτω διακείμενος ηὐχαρίστει τῷ θεῷ καὶ σχήματι καὶ διαθέσει. 1,17 ἔτι τούτου λαλοῦντος ἕτερος ἄγγελος ἔρχεται πρὸς Ἰὼβ καὶ λέγει αὐτῷ· οἱ ἱππεῖς ἐποίησαν ἡμῖν ἀρχὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευ‐ σαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις, καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. | |
15 | πάλιν οὐ πεζῶν ἔφοδον ἀπαγγέλλει, ἀλλὰ ἱππέων. συνεῖχον γὰρ οἱ πειρασμοὶ ἀλλεπάλληλοι γενόμενοι, ἵνα μὴ ἀναπνεύσῃ ὁ δίκαιος, καὶ τῷ μὲν δοκεῖν κατ’ αὐ‐ τοῦ ἦν τὰ ἐπιχειρήματα, τῇ δὲ ἀληθείᾳ ὑπὲρ αὐτοῦ. ὁ μὲν γὰρ διάβολος ἡττῆσαι βουλόμενος ἔτυπτεν, ὁ δὲ θεὸς νικητὴν ἀναδεῖξαι θέλων συνεχώρει ἐπάγεσθαι τὰς πληγάς, ὁ δὲ δίκαιος αἰκιζόμενος ἐνίκα τὸν βασανίζοντα. | |
20 | μετὰ οὖν τὰ ἐν κτήμασι καὶ χρήμασιν αἰκίσματα ἐτετήρητο τὸ πικρὸν βέλος· | |
τοῦτο δὲ ἦν ὁ τῶν παίδων θάνατος, ἀλγηδὼν τῶν σπλάγχνων, ὀδύνη τῆς καρδίας, | 19 | |
20 | ἣν καὶ τελευταίαν ἐφύλαττεν ὁ τὴν πρὸς αὐτὸν πάλην ἀναδεξάμενος. 1,18—19 ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται πρὸς Ἰὼβ λέγων· τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ υἱῷ σου τῷ ἀ‐ δελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψα‐ | |
5 | το τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία σου ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν, καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. νῦν πάλιν οὐκ ἐξ ἐφόδου τὴ ἐπιβουλὴν σημαίνει, ἀλλ’ ἐκ τῆς ἐρήμου ὑπὸ πνεύματος 〈τὴν〉 καταστροφὴν τῆς οἰκίας γεγενῆσθαι. ταῦτα δὲ κινῶν ὁ διάβολος ἐποίει νομίζειν τὸν τοῦ θεοῦ ἄνθρωπον πᾶσαν συνεκπεπολεμῶσθαι κατ’ αὐτοῦ τὴν | |
10 | κτίσιν, ἵν’ οὕτως αὐτὸν ἀπαγάγοι τοῦ ὀρθοῦ φρονήματος. ἀξία δὲ καὶ ἡ μνήμη τοῦ συμποσίου τὴν συμφορὰν αὐξῆσαι. ἄνεμος ἦλθεν οὐχ ὡς πέφυκεν· οὐ γὰρ ἀπὸ ἀνατολῶν ἢ δυσμῶν ἀλλ’ ἐκ τῶν τεσ‐ σάρων μερῶν προσέπεσε τῇ οἰκίᾳ, καὶ οὐκ ἀνθρώπου χεὶρ ἔτι, ἀλλ’ ἄνωθεν τὰ βέ‐ λη. συνέχεεν ὁ ἄνεμος τὴν οἰκίαν, οὐχ ὑπέμειναν οἱ λίθοι, κατηνέχθη ἡ οἰκοδο‐ | |
15 | μή, κατείληφε τὰ παιδία ἐπ’ αὐταῖς ταῖς τραπέζαις, συνέρρευσεν αἷμα μετὰ οἴ‐ νου καὶ σάρκες τῇ πανδαισίᾳ ἀνεφύρησαν. τοῦτό τοι πάντων βαρύτατον· οὐ γὰρ ἴσον τέκνων θάνατος καὶ χρημάτων ἀπώ‐ λεια οὐδὲ υἱῶν καὶ θυγατέρων ὄλεθρος καὶ βληχημάτων ἐμπρησμός. τίς ἄρα ἦν Ἰὼβ ἀκούων ταῦτα; ἄκουσον ὅστις, οἷος εὐχάριστος, οἷος ἀδάμαστος λογισμόν. τί γὰρ | |
20 | ποιεῖ; ἄκουε. | 20 |
21 | 1,20—21 οὕτως ἀκούσας Ἰὼβ ἀναστὰς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ καὶ κατεπάσατο γῆν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ πε‐ σὼν χαμαὶ προσεκύνησε τῷ κυρίῳ καὶ εἶπεν· αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μη‐ τρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο. | |
5 | ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. ὢ τῆς καρτερίας τοῦ ἀτρώτου ἀνδρός, ὢ τῆς ἀνδρείας, ὢ τῆς τοσαύτης εἰς θεὸν ἀγά‐ πης. ὥσπερ γὰρ ὁ ἄριστος ἐν τῷ σκάμματι ἀθλητὴς πρὸς πάλην μέλλων ἀνταγωνίζεσθαι γυμνοῦται τὴν ἐσθῆτα καὶ τὸ σῶμα καὶ τὴν κεφαλὴν κονίζεται, τὸν αὐτὸν τρόπον καὶ ὁ | |
10 | μακάριος οὗτος καὶ τὴν ἀμπεχόνην ἀπορρηξάμενος καὶ γῆν ἐπαμησάμενος κατὰ τῆς κε‐ φαλῆς τοὺς μὲν παῖδας ἀπεδάκρυσεν ὅσον ὁ τῆς φύσεως ἀπῄτει νόμος (φιλάνθρω‐ ποι γὰρ οἱ φιλόθεοι), τὸν δὲ θεὸν ὁσιοῖ διὰ τῆς προσκυνήσεως, τοῖς δὲ γνωρί‐ μοις ἔλεγεν μονονουχὶ ταύτας τὰς φωνάς· οὐθὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. οὐ μόνον | |
15 | γὰρ τοῦ φρονεῖν αὐτὸν οὐ παρήγαγεν ὁ πονηρός, ἀλλὰ γὰρ καὶ τόνον αὐτῷ μᾶλλον τύπτων ἐνεποίησε τῆς πρὸς θεὸν εὐνοίας. ἀφαιρεθεὶς γὰρ τὴν ὕπαρξιν ὁ φιλόθεος ὥσπερ κουφισθεὶς διέκειτο τῆς ἐγχειρισθείσης αὐτῷ οἰκονομίας. τί γάρ φησιν; ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο. οὔτε γὰρ ἡμῶν ἦν ταῦτα, ἀλλὰ τοῦ δεδωκότος θεοῦ, οὔτε ἀπαιτούμενοι παρὰ τοῦ δωρησαμένου θεοῦ δυσχεραίνειν | |
20 | ὀφείλομεν· τὸ θέλημα γὰρ τοῦ πρυτανεύοντος γινέσθω· ὑμνητὸς γὰρ καὶ διδοὺς | |
καὶ λαμβάνων οὐ μόνον νυνί, ἀλλὰ καὶ εἰς τοὺς αἰῶνας. | 21 | |
22 | 1,22 ἐν τούτοις πᾶσιν τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν Ἰὼβ ἔναντι κυρί‐ ου οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ, καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ. τουτέστιν· οὐκ ἠχαρίστησεν ἐφ’ οἷς πέπονθεν, ἀλλὰ καὶ σχήματι διὰ τοῦ πε‐ σεῖν ἐπὶ τὴν γῆν καὶ προσκυνῆσαι καὶ φθέγματι εὐχαριστεῖ διὰ τοῦ εἰπεῖν· ὁ | |
5 | κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ἐν τούτοις τοῖς πειρασμοῖς 〈... ὁ δὲ διάβολος τῶν πειρασμῶν〉 τοὺς μὲν δι’ ἑτέρων ἐπήγαγεν αὐτῷ, τοὺς δὲ δι’ ἑαυτοῦ· τὰ μὲν γὰρ ἔργα τῶν ζῴων καὶ τῶν οἰκετῶν τὸ πλῆθος δι’ ἑτέρων αἰχμα‐ λωτίζει καὶ κτείνει, τὰ δὲ βληχήματα καὶ τοὺς ποιμένας δι’ ἑαυτοῦ καταπίμπρη‐ σιν, ὡσαύτως καὶ τὸν οἶκον δι’ ἑαυτοῦ ἐπικατασείει τοῖς παισίν. ἀλλ’ οὐ βου‐ | |
10 | λήσει μόνῃ ταῦτα ποιεῖ, ἀλλ’ ἢ τοῖς οὖσιν ἀποκέχρηται ἢ τῇ οἰκείᾳ οὐσίᾳ· τὸ γὰρ πῦρ ἐπήνεγκεν ἐκ τῶν ὄντων, τὸν δὲ οἶκον ἐπικατέσεισε τῇ οἰκείᾳ οὐσίᾳ ἐφ‐ αψάμενος τοῦ οἴκου καὶ ὡς ἂν εἰπεῖν ἀνασπάσας κατηρείπου, ἀλλὰ κατὰ συγχώρη‐ σιν τοῦ ἐνδεδωκότος αὐτῷ, οὐχὶ δὲ κατ’ οἰκείαν ἐξουσίαν οὐδὲ ὡς δημιουργός· οὐ γὰρ εἰς τὸ μὴ ὂν οἷός τε ἐστὶν ἐνεργῆσαι, ἀλλ’ ὡς ἔφην τοῖς οὖσιν ἀποκέ‐ | |
15 | χρηται καὶ τοῦτο εἰ συγχωρηθείη. 2,1α καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη. πάλιν ἡ αὐτὴ κατάστασις οὐδὲν πρὸς τὰς ἄλλας ἡμέρας παραλλάττουσα. 2,1βγ καὶ ἦλθον οἱ ἄγγελοι 〈τοῦ θεοῦ〉 παραστῆναι ἐνώπιον τοῦ κυρίου καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν. | |
20 | ζητητέον διὰ τί οὐκ εἴρηκε· μετ’ αὐτῶν, ἀλλ’ ἐν μέσῳ αὐτῶν, καὶ δῆλον | 22 |
23 | ὡς ἡττηθεὶς μᾶλλον ἤπερ ἡττήσας κατεδέετο τῇ αἰσχύνῃ, καὶ εἰ οἷός τε ἦν δρασμῷ χρήσασθαι ἀπὸ τοῦ θεοῦ, οὐκ ἂν παρῃτήσατο, ὁ τῆς γνώμης τοῦ θεοῦ ἀφηνιάσας. ὥσ‐ περ γὰρ συσχεθεὶς νῦν ἐν μέσῳ παρίσταται. 2,2α καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν σὺ ἔρχῃ; | |
5 | οὐκ ἄγνοια ἦν αἰτία τῆς ἐρωτήσεως, ἀλλ’ ἔλεγχος τῆς τοῦ διαβόλου μοχθηρί‐ ας. ἐξ ὧν γὰρ ἔμελλε λέγειν, τὴν ἑαυτοῦ κακίαν ἐνεδείκνυεν ὁπόση τις ὑπῆρχεν. 2,2βγ τότε εἶπεν ὁ διάβολος ἔναντι κυρίου· διαπορευθεὶς τὴν ὑπ’ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν γῆν πάρειμι. πάλιν ὡσαύτως ἀλαζονικῶς ἀποκρίνεται. | |
10 | 2,3 εἶπεν δὲ ὁ κύριος πρὸς τὸν διάβολον· προσέσχες οὖν τῷ θεράποντί μου Ἰώβ, ὅτι οὐκ ἔστιν κατ’ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ὅμοιος αὐτῷ, ἄμεμπτος δί‐ καιος ἀληθινὸς θεοσεβὴς ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχεται ἀκακίας, σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέσαι. ὢ τῆς καρτερίας τοῦ πολύτλα, ὢ τῆς εὐτολμίας τοῦ μακαρίου ἀνδρός, 〈ᾧ〉 ὁ | |
15 | θεὸς τοσούτων κατορθωμάτων πλῆθος προσμαρτυρεῖ. φησὶ γοῦν τῷ βασκάνῳ· κἂν ἡ πεῖρά σε ἐδίδαξε, πονηρέ, ὅτι οὐ χρημάτων ἕνεκεν οὐδὲ κτημάτων εὔνοιαν ἔχει πρὸς ἐμέ, ἀλλ’ ἐξ ἴσου καὶ πλουτῶν καὶ πενόμενος σέβει με καὶ προσκυνεῖ· δοῦλος γάρ ἐστι πιστός τις ἀλλ’ οὐ μίσθαρνος, οὐδὲν † πρὸς σοῦ τῷ μώμῳ † παρατραπεὶς | |
τὴν διάνοιαν, οὐδὲν ἀπηχὲς φθεγξάμενος, μᾶλλον δὲ προσθεὶς τῇ ἀκακίᾳ ἅτε ἀλη‐ | 23 | |
24 | θινὸς ἄνθρωπος. ταῦτα δὲ λέγει δεικνύς, ὡς ἐνεδέχετο μὲν τὸ γενέσθαι κακός, ἀπ‐ έσχετο δὲ τούτου διὰ τὴν πρὸς τὸν θεὸν εὔνοιαν· πρὸς γὰρ τοῖς ἄλλοις αὐτοῦ κατ‐ ορθώμασι καὶ ἀκακίας εἴχετο. 2,4—5 ὑπολαβὼν δὲ ὁ διάβολος εἶπεν τῷ κυρίῳ· δέρμα ὑπὲρ δέρματος, καὶ | |
5 | πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. οὐ μὴν δὲ ἀλλὰ ἀπο‐ στείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. οὐκ ἀρκεσθεὶς ὁ ἐχθρὸς τῇ ἀληθείᾳ οὐδὲ ἐκ τῆς ἥττης αἰσχυνθεὶς ἐπιχειρεῖ πάλιν καὶ δευτέρῳ παλαίσματι τοῦτο ἐννοήσας (σοφὸς γάρ ἐστι τοῦ κακοποιῆσαι), | |
10 | ὡς οὐδέν ἐστι χρημάτων ἀποβολὴ καὶ κτημάτων ἀπώλεια πρὸς τὴν τοῦ σώματος φυ‐ λακήν· ὅθεν ἐσπούδασε ταύτην ἀφανίσαι ἀγνοῶν τὸ στερρὸν τῆς γνώμης αὐτοῦ καὶ τὸ ἀσάλευτον. ὁ γάρ τοι πρότερον συκοφαντήσας, ὅτι διὰ τὰ χρήματα εὔνους ἐστὶ τῷ θεῷ, ἐπιλαβόμενός φησι διὰ τῶν δευτέρων, ὅτι τῆς περὶ τὸ σῶμα ὑγείας οὐκ ἂν προκρίνοι χρήματα καὶ κτήματα. ἀλλ’ οὐ ταῦτ’ 〈ἀληθῆ〉 ἔλεγες, ὦ πάντων | |
15 | δαιμόνων πονηρότερον ἐκ κακονοίας δαιμόνιον, ψεῦστα καὶ συκοφάντα καὶ τῆς εὐ‐ σεβείας ἐχθρέ, πνεῦμα πλάνον καὶ τύφου γέμον, ἀγνοίᾳ δεινῇ πεπιεσμένε δι’ ἑκούσιον παράνοιαν. εἰ γὰρ μὴ ἐπεπλήρωσο ἀγνοίας, οὐκ ἂν ἠπίστεις 〈τῇ〉 μαρ‐ τυρίᾳ θεοῦ τοῦ τὰ πάντα γινώσκοντος πρὶν γενέσεως αὐτῶν. ἐκδίδω‐ σιν οὖν ὁ θεὸς καὶ τὸ σῶμα τοῦ ὁσίου ἀνδρὸς θαρρῶν τῷ ἰδίῳ ἀθλητῇ καὶ γινώσ‐ | |
20 | κων τὴν ἀπαράτρεπτον αὐτοῦ περὶ αὐτὸν εὔνοιαν. ὁ μὲν γὰρ διάβολος προτρέπεται | |
εἰς πάλην, τὴν δὲ ἔκβασιν ἀγνοεῖ, ὅθεν καὶ ἐπιχειρεῖ· ὁ δὲ θεὸς οὐκ ἀγνοῶν τὸν | 24 | |
25 | ἑαυτοῦ θεράποντα, φησὶ τῷ χειρῶν ἀδίκων προκατάρξαντι ὡς ὁ ἅγιος Μωυσῆς ἱστο‐ ρεῖ· 2,6 εἶπεν δὲ ὁ κύριος τῷ διαβόλῳ· ἰδοὺ παραδίδωμί σοι αὐτόν, μόνον τὴν ψυχὴν αὐτοῦ διατήρησον. | |
5 | ἰδού, φησίν, ἔκδοτόν σοι αὐτὸν δίδωμι, τὸ δὲ ἡγεμονικὸν τῆς ψυχῆς αὐτοῦ οὐ συγχωρῶ σοι παραβλάψαι, ἵνα μὴ ὑπολάβῃς 〈αὐτὸν〉 ἀναισθησίᾳ καρτερεῖν τοὺς πόνους καὶ περὶ ἐμὲ εὐχαρίστως διακεῖσθαι. παρατηρητέον δὲ διὰ τούτων ὡς οὐ περιγίνεταί τινος μὴ τοῦ θεοῦ ἐκδιδόντος καὶ συγχωροῦντος. 2,7 ἐξῆλθεν δὲ ὁ διάβολος παρὰ τοῦ κυρίου καὶ ἔπεσεν τῷ Ἰὼβ ἕλκει πο‐ | |
10 | νηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. οὐ γὰρ ἦν κοινὸν ἀνθρώπων τὸ πάθος, παρήλλακτο δὲ ἐπὶ πλεῖστον· διὸ καὶ πονηρὸν ἕλκος λέλεκται, ὑπερβάλλον κακίᾳ τὰ λοιπὰ τῶν παθῶν, ἵνα δι’ ὅλου τοῦ σώματος ὁ μέγας ἀθλητὴς νικήσῃ τὸν ἀντικείμενον. 2,8 καὶ ἔλαβεν Ἰὼβ ὄστρακον, ἵνα ἀποξέῃ τὸν ἰχῶρα αὐτοῦ, καὶ αὐτὸς ἐκά‐ | |
15 | θητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως. οὐδὲ γὰρ οἶκον αὐτῷ καταλελοίπει, οὐκ ἄλλην τινὰ περιουσίαν, οὐ δόξαν, ἀλ‐ λὰ καὶ τὸ σῶμα ἐλωβήσατο, ὅθεν αὐτῷ καὶ ἡ εὐνὴ κοπρία ἦν, ἐν ᾗ ἔκειτο ἡμέρας καὶ νυκτός, ἐνδιδόντος μὲν τοῦ σώματος ταῖς ἀλγηδόσιν, οὐκ ἐνδιδούσης δὲ τῆς | |
ψυχῆς πρὸς τοὺς πόνους, ἀλλ’ εὐχαριστούσης ἀπαύστως θεῷ. | 25 | |
26 | ὁ δὲ προσπαλαίων θεωρῶν τὴν ἀνδρείαν τοῦ πολύτλα ἀνεμνήσθη τῆς παλαιᾶς κακουργίας τῆς μηχανηθείσης αὐτῷ κατὰ τοῦ πρωτοπλάστου ἐν παραδείσῳ καί· οὐκ ἔδει με, φησίν, ἀπὸ χρημάτων καὶ βοσκημάτων καὶ πληγῆς σωματικῆς ἄρξασθαι· ἰδοὺ γὰρ ψυχρὰ ταῦτα πάντα πέφανται καὶ κενὸς τῆς ἐλπίδος πάλιν ὁ δρόμος. | |
5 | στερρὸς οὗτος ἤπερ καὶ πέτρας κραταιότερος τὴν γνώμην· οὐκ ἐχρῆν οὖν πρὸς τοῦτον εὐθὺς ἄρασθαι τὴν μάχην, ἀλλὰ διὰ τῆς γυναικὸς προσαγαγεῖν τὴν ἀπάτην καὶ δι’ αὐτῆς ὑποσκελίσαι τὸν γενναῖον τοῦτον καὶ ἄγαν στεγανόν· ἀπατήσας γὰρ ταύτην ἴσως ἂν δι’ αὐτῆς καὶ τοῦτον κατέβαλλον. ὅμως χρήσομαι κἂν νῦν τῇ τέχ‐ νῃ, εἰ καὶ ἔξωρόν ἐστι, καὶ ἐπὶ τὸ ἀσθενέστερον ὄργανον τρέψω τὰ ἐμαυτοῦ βέ‐ | |
10 | λη· ἐκείνη αὐτὸν πείσει πεισμονῇ, ἣν ἂν ἐγὼ προθήσω. οἶμαι δὲ μὴ διαμαρτάνειν τοῦ σκοποῦ· οὐδὲν γὰρ οὕτως ἐπαγωγὸν πρὸς ἀπάτην οἷον γυνή. τί οὖν ἐπὶ τού‐ τοις καταπράσσεται, ἱστορεῖ Μωυσῆς. 2,9α χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν τῷ Ἰὼβ ἡ γυνὴ αὐτοῦ. οὐ γὰρ πρὸς ὀλίγον αὐτῷ τὰς συμφορὰς ἐπήγαγεν, ἀλλά γε καὶ χρόνῳ τὰς ἀλγη‐ | |
15 | δόνας προσέφερεν, ὁ δὲ ἔκειτο χαμαὶ νικῶν καὶ φέρων τὰς ἀλγηδόνας· ὁ δ’ ἐν‐ έκειτο θλίβων παννύχιον, τύπτων παρ’ ἡμέραν. ἔκαμνεν δὲ ὁ πλήττων 〈μᾶλ‐ λον〉 ἤπερ ἐνέδωκεν ὁ πληττόμενος. ὀνείροις ἐξετάρασσεν ἐκεῖνος, οὗτος δὲ εὐχαῖς ἠφάνιζε τὰ δείματα· ὁ μὲν ἠφίει τὰ βέλη καὶ τὰ τόξα ἐνέτεινεν, ὁ δὲ ἐδέχετο μὲν τὰ πεμπόμενα, ἄτρωτος δὲ διέμεινε τῇ παντευχίᾳ τῆς πίστεως | |
20 | πεφραγμένος. ἐκένωσε τὰ βέλη ὁ πονηρὸς καὶ ἠθύμει ἀναλώσας· ἀνεμνήσθη τῆς ἑ‐ | |
αυτοῦ πανουργίας. καὶ ἄκουσον οἷα λαλεῖ διὰ γυναικός· | 26 | |
27 | 2,9β — 9Α μέχρι τίνος καρτερήσεις λέγων· ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; οὐκ ἔστι τῆς γυναικὸς ὁ λόγος, κἂν διὰ τῆς γυναικὸς ἐρρέθη, ἀλλὰ τοῦ πολλὰ καμόντος καὶ μηδὲν ἀνύσαντος. μέχρι τίνος καρτερήσεις; σιδήρειος εἶ; | |
5 | ἄτεγκτος; ἀπαθής; ἕως πότε στέγεις; ποίαν σωτηρίαν περιμένεις; πότε δέ σου ἔ‐ σται ἐπισκοπή; ᾔδει γὰρ αὐτὸν πάντοτε ἐκδεχόμενον τὴν τοῦ θεοῦ πρόνοιαν· ἐμε‐ μελετήκει γὰρ ἀκριβῶς ὁ φιλόθεος τὴν τοῦ θεοῦ δικαιοσύνην. τί οὖν ἑξῆς λέγει; 2,9Βα ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς. ἐπαλγεῖς οἱ λόγοι καὶ οὐκ ἐλάττους τῶν λοιπῶν· συνέχουσι γὰρ πᾶσαν ὁμοῦ | |
10 | τὴν ὀδύνην. εἰ γὰρ φάσκει· ἠφάνισταί σου τὸ μνημόσυνον, τὸν ἄνδρα τῆς τῶν παίδων ἀπωλείας ὑπομιμνήσκει. 2,9Ββγ υἱοί σου, φησί, καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. ἐξ ὧν λέγει σημαίνει τὴν ἀμφοτέρων σωφροσύνην· πόνους γὰρ ἀποκαλεῖ τὴν τῶν | |
15 | παίδων γέννησιν. καὶ γὰρ καὶ ἐν τῇ συνηθείᾳ τῆς πρὸς ἀλλήλους ὁμιλίας οὐχ ἡδο‐ νῆς πάθος ἐξετέλουν οἷα ἡ τῶν ἀλογωτέρων ἀνθρώπων 〈ἀγέλη〉 οὐδὲ τὸ ταύτης τερπνὸν μόνον ἐθηρῶντο, ἀλλὰ γεώργιον περιεποιοῦντο τὴν τῶν παίδων γέννησιν. κόπῳ γὰρ αὐτοὺς τετοκέναι φησὶ καὶ μόχθῳ, οὐκ ἀλόγῳ ἡδονῇ. | |
2,9Γ σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθῃ διανυκτερεύων αἴθριος. | 27 | |
28 | ἀντὶ τοῦ· οὐδέν σοι ὑπολέλειπται, οὐκ οἶκος, οὐκ οἰκέτης, οὐ κτησείδιον, οὐ τέκνον, οὐ φίλων τις, οὐ γειτόνων, ἀλλὰ γῆς ἄχθος βαρύτατον κεῖσαι πλουτῶν μόνον ἐν κακοῖς, καὶ ἀντὶ τῶν βασιλικῶν θρόνων ἐπὶ τῆς κοπρίας καθέζῃ οὐδ’ ὑ‐ πόστεγος, ἀλλ’ αἴθριος. | |
5 | 2,9Δα καὶ ἐγὼ πλανῆτις καὶ λάτρις. ἐγὼ δέ, φησίν, ἥ ποτε περίβλεπτος πλανῶμαι ἀνὰ τὰς τῶν ἀλλοτρίων οἰκίας ἄλλαις γυναιξὶν ἐξυπηρετουμένη τροφῆς χάριν ἥ ποτε βριθομένη τοσούτοις ἀγαθοῖς καὶ χρείαν μὲν οὐδενὸς ἔχουσα, ἄλλων δὲ ἀναπληροῦσα τὴν ἔνδειαν. 2,9Δβ—δ τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη | |
10 | τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με συν‐ έχουσιν. ἀμείβω γὰρ τόπον ἐκ τόπου καὶ οἰκίας ἐξαλλάττω περιμένουσα τὸ ὀψέ, ἵνα κἂν ἡ νὺξ ἐπελθοῦσα πραΰνῃ μου τὰς τοσαύτας ὀδύνας, αἳ μᾶλλον νεάζουσι καὶ παυθῆναι οὐ δυνάμεναι ἀκμαιότεραι γίνονται. | |
15 | 2,9Ε ἀλλ’ εἶπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. καὶ ταῦτα μὲν ἐκ τῆς γυναικὸς ἐπαγωγὰ πρὸς ἄλγος καὶ ἐπώδυνα καὶ πρὸς ἀχα‐ ριστίαν θεοῦ παρορμῶντα. πάντα γὰρ αὐτῷ τὰ δεινὰ ἐπαγαγὼν ὁ διάβολος καὶ μη‐ δὲν προὔργου δυνηθεὶς τελευταίαν ἐπανέστησεν ταύτην ἐπαναδραμὼν εἰς τὴν | |
πρώτην αὐτοῦ τῆς ἀπάτης τέχνην, ἐπιρρίψας αὐτῷ τὸ γύναιον, ἀντιταλαντεύων | 28 | |
29 | τοῖς λόγοις πρὸς πάντα τὰ προλαβόντα κακά· ὡς γὰρ ὀξὺ ξίφος καὶ παγὴν πονηρὰν καὶ δέλεαρ ἄφυκτον ταύτην αὐτῷ ἐπαφεὶς ἐξεδέχετο τὸ ἀποβησόμενον. ἀλλ’ ὁ γεν‐ ναῖος οὗτος ἀθλητὴς ἰσχυρῶς τὰ ὅλα ἐνέγκας πρὸς τοῦτο δυσανασχετήσας καὶ ὥσ‐ περ· δριμὺ πρὸς αὐτὴν ἀπιδὼν καὶ μάλα πρὸς τὴν συμβουλίαν κινηθεὶς ἐπιτιμήσας | |
5 | εὐθὺς πρώτην παράκλησιν προσφέρει, ὡς λέγει ὁ μακάριος Μωυσῆς. 2,10α—γ ὁ δὲ ἐμβλέψας αὐτῇ εἶπεν· ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας; εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; οὔπω μὲν ἐπέγνω Ἰὼβ τὸν ἐχθρόν, συνῆκεν δέ, ὅτι οὐ τῆς αὑτοῦ διδασκαλίας τὰ ῥήματα. ὡς μία, φησί, τῶν ἀφρόνων ἐλάλησας. οὐκ ἔστι σόν, ὦ γύναι, | |
10 | οὐδὲ τῆς ἐμῆς διδασκαλίας τὸ συμβουλεύειν σε ἐμοὶ θεῷ ἀράσασθαι. ἦ ὅτε τὰ ἀγα‐ θὰ ἐδίδου καὶ ἡμεῖς ἐδεχόμεθα ἔδει εὐχαριστεῖν, ὅτε δὲ ἃ δέδωκεν ἔλαβεν ὡς δεσπότης χρὴ ἀχαρίστως διακεῖσθαι; ἦ οὐκ οἶσθα, ὅτι ἃ ἐχρησάμεθα ἀπετίσαμεν; χρὴ δὲ χάριν ὁμολογεῖν ἐφ’ οἷς ἀπελαύσαμεν, οὐ δυσχεραίνειν ἐφ’ οἷς ἀπεδώκα‐ μεν. σημαίνει δὲ διὰ τοῦ ἐδεξάμεθα, ὅτι ὁ λαμβάνων κατ’ εὐδοκίαν θεοῦ ἁπλοῖ | |
15 | τὰς χεῖρας, ὁ δὲ ἀφαιρούμενος αὐτῶν οὐ προίεται μὲν ταύτας. σώφρονι δὲ λογισ‐ μῷ ὑπομένει τὴν τούτων ἀπόθεσιν. ὁρᾷς, ὅτι ὑποπτεύει ἀπὸ θεοῦ εἶναι τὰς πλη‐ γάς; πολὺς ὁ κατὰ τῶν ἀχαρίστων ἔλεγχος· οἱ μὲν γὰρ οὐδ’ ἐπ’ ἀγαθοῖς εὐχαρι‐ στοῦσι θεῷ, ὁ δὲ καὶ ἐπὶ νομισθεῖσι κακοῖς εὐχαριστεῖ. 2,10δ—ε ἐν τούτοις, γάρ φησι, πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν Ἰὼβ | |
20 | οὐδὲ ἐν τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ. | 29 |
30 | οὐ γὰρ μόνον κατὰ διάθεσιν οὐκ εἶπέν τι κατὰ τοῦ θεοῦ, ἀλλ’ οὐδὲ ἐξ ἐπιπο‐ λῆς τοῖς χείλεσιν· πάσας γὰρ τὰς τοῦ διαβόλου μηχανὰς κατελελύκει ὁ γενναῖος, τάς τε κατὰ μέρος, αἵτινες προείρηνται, καὶ τὴν καθόλου, ἣ ἦν ἡ γυνή, 〈ὧν〉 τάχα τις ἀκούσας νομίσει πεπληρῶσθαι τοὺς ἀγῶνας. ἐγεγύμνωτο ὁ βασιλεὺς τῶν | |
5 | ἐκτὸς ἁπάντων, ἠτέκνωτο, ἥλκωτο τὸ σῶμα, ἐκαθέζετο χαμαί, οὐκ ἔφερεν οὐδὲ γῆ τὸν ἀπορρέοντα ἰχῶρα, μηδὲ ἐπὶ τὴν κοπρίαν ἀνεχώρησαν {καὶ} οἰκεῖοι καὶ φίλοι, οἱ μὲν τὴν θέαν φρίττοντες, οἱ δὲ τὴν δυσωδίαν οὐ φέροντες, οἱ δὲ καὶ ὑπερο‐ ρῶντες. ἧκον μακρόθεν βασιλεῖς ἀκούσαντες τὰ συμβάντα, ἧκον ὡς σπουδαῖοι περὶ τὰ φιλικὰ σύμβολα. | |
10 | ἀριθμείτω δὲ ὁ ἀκούων τοὺς χρόνους τῶν ὀδυνῶν, ὅτι οὐκ εἰς μίαν ἡμέραν ἢ δευτέ‐ ραν οὐδὲ εἰς μῆνα 〈...〉. ἀναλογιζέσθω γάρ μοι τὴν διάδοσιν τῆς φήμης, τὴν ἄ‐ φιξιν τῶν βασιλέων μακρόθεν γεγενημένην, καὶ γνώσεται ὅτι πολὺν χρόνον προσε‐ πάλαισε τοῖς κακοῖς ὁ ἀνδρειότατος εὐχαριστῶν πάντοτε θεῷ, αἰνῶν αὐτόν, δοξά‐ ζων, ὑμνῶν αὐτὸν ἀπαύστως, οὐκ ἐπισκήπτων ὡς ἀδίκως διοικοῦντι, οὐ μεμφόμενος | |
15 | αὐτοῦ τῇ προνοίᾳ, οὐκ ἄγνοιαν αὐτῷ ἐπεγκαλῶν, οὐ ῥαθυμίαν, οὐκ ὀλιγωρίαν, οὐχ ὑπεροψίαν, ἀλλ’ ὁσιῶν αὐτὸν πανταχοῦ· καὶ πλούτῳ συνὼν τὸν χορηγὸν ᾔνει καὶ πενίᾳ περιπεσὼν τὸν ἀφελόμενον ἐδοξολόγει (καίτοι οὐκ ἀφελόμενον ἀλλὰ συγχωρή‐ σαντα τὴν ἀφαίρεσιν γενέσθαι) καὶ εὐπαθῶν ηὐλόγει τὸν θεὸν καὶ ἡλκωμένος ηὐχα‐ ρίστει. διό φησιν· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ | |
20 | κακὰ οὐχ ὑποίσομεν; ἤκουσα δὲ καὶ ἑτέραν ἔννοιαν παρ’ ἁγίων ἀνδρῶν περὶ τῆς γυναικὸς τοῦ μακα‐ | |
ρίου Ἰώβ, ἣν ἔφασκον εἶναι τοῦ φιλοχρίστου μάρτυρος Λουκιανοῦ, ἣν οὐ δίκαιον | 30 | |
31 | ἔκρινα λήθῃ παραδοῦναι. ἔλεγον οὖν, ὡς ὁ θεοφιλὴς ἐξηγούμενος ἐδίδασκεν, ὡς ὁ τοῦ θεοῦ ἄνθρωπος Ἰὼβ δίκαιος ὢν καὶ ἄμεμπτος καὶ ἀπεχόμενος ἀπὸ παντὸς πο‐ νηροῦ πράγματος οὐ μόνον τῶν καθ’ ἑαυτὸν ἐφρόντιζεν, ἀλλὰ καὶ τῶν οἰκείων ἐ‐ κήδετο ὡς καὶ ὁ πιστὸς προπάτωρ αὐτοῦ Ἀβραὰμ τῶν τε παίδων καὶ τῆς γαμετῆς, | |
5 | ὅπως ὦσι τὰ πρὸς τὸν θεὸν ὅσιοι καὶ τὰ πρὸς ἀλλήλους δίκαιοι. πῶς οὖν οἷόν τε ἦν τὴν ὑπὸ τοιῷδε διδασκάλῳ ἀσκηθεῖσαν τὸν λόγον τῆς εὐσεβείας λήθην ποιή‐ σασθαι τῶν καλῶς ἐγνωσμένων; ἐκ μηδεμιᾶς αἰτίας, συμπαρόντος αὐτῇ νύκτωρ καὶ καθ’ ἡμέραν τοῦ παιδευτοῦ, οὗ πάντοτε ἐπακούσασα ἔναυλον εἶχεν ἐν ἑαυτῇ τὴν περὶ τῆς εὐσεβείας πίστωσιν καὶ τὴν τοῦ καθ’ ἡμᾶς διοικοῦντος δικαιοσύνην, ἣν | |
10 | οὐχ οἷόν τε μεθεῖσαν τὸν ἑαυτῆς λογισμὸν συμβουλεύειν τῷ ἀνδρὶ ἀπηχές τι φθέγ‐ ξασθαι κατὰ θεοῦ· ἀνάξιον γὰρ περὶ τῆς τοιαύτης ἄτοπόν τι ὑποτοπίζειν. τί οὖν ἂν εἴη τὸ εἶπέ τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα; ἔφασ‐ κεν οὖν, ὅτι θεασαμένη ἡ γυνὴ τὸν ἀνεπίληπτον ἄνδρα τοσαύταις περιπεσόντα συμ‐ φοραῖς κατὰ συγχώρησιν θεοῦ καὶ δείσασα, μή τις ἐκ τῶν ὁρωμένων κρίνων τὰ κατ’ | |
15 | αὐτὸν ἐναντία τῶν κατορθωμάτων αὐτῷ ὑπολάβοι (οἷα καὶ τοῖς τρισὶ φίλοις συμ‐ βέβηκεν οὐ συνειδόσι μὲν αὐτῷ τι σκαιόν, ἐκ δὲ τῶν ὁρωμένων κρίνασι τὰ κατ’ αὐτὸν διὰ τὸ ἀγνοεῖν αὐτοὺς τὸν σκοπὸν τοῦ ἐκδεδωκότος θεοῦ), ἵνα μή τι τοι‐ οῦτο γένηται, φησὶν πρὸς αὐτόν· ἄνερ, οἶδ’ ὅτι περιμένεις τὴν ἐκ θεοῦ ἐπικου‐ ρίαν ἐκδεχόμενος· ἀλλ’ ἴσως τέως ὑπερέθετο πορίσασθαί σοι τὴν σωτηρίαν, τὴν | |
20 | δὲ αἰτίαν οὐκ ἔχω λέγειν. οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων ὁρῶντές σε ἄρριζον, ἄ‐ οικον, ἀνέστιον, πάντων ἔρημον παῖδάς τ’ ἐκείνους τοὺς καλοὺς κἀγαθούς, οὓς | |
σὺν πολλῷ πόνῳ ἐγεννήσαμεν οὐχ ἡδονῆς χάριν ἀλλὰ διαδοχῆς, αἰφνίδιον ἀφανισθέν‐ | 31 | |
32 | τας, σὺ δ’ αὐτὸς σητῶν βρῶμα γέγονας καὶ πλουτεῖς ἀντὶ τῆς παλαιᾶς κτήσεώς τε καὶ ὑγιείας ἐν τῇ σαυτοῦ σαρκὶ πλῆθος σκωλήκων καὶ ἀντὶ τῶν βασιλείων οὐδ’ ὑ‐ πόστεγος ἀλλ’ αἴθριος αὐλίζῃ· ἐγὼ δὲ ἡ σὴ σύνευνος ἀντὶ τῆς λαμπρᾶς ἑστίας χερ‐ νῆτις γέγονα ἀμείβουσα τόπους ἐκ τόπου καὶ οἰκίας ἐξαλλάττουσα τῶν ἀναγκαίων | |
5 | χάριν, δι’ ἣν αἰτίαν αἰσχυνομένη εὔχομαι καταδῦναί μοι τὸν ἥλιον, ἵν’ ἐπελ‐ θοῦσα ἡ νὺξ ἐπικρύψῃ μου τὰς συμφοράς. ἵν’ οὖν μήτ’ ἐγὼ τοσοῦτον γελῶμαι οὐ φέρουσα τῶν ἀσελγῶν τὸν γέλωτα μήτε σὺ οἰκτρὸν θέαμα τοῖς ὁρῶσι προκείμενος πρόφασις βλάβης τοῖς ἀτερματίστοις γένῃ ὡς οὐ μέλοντος τῷ θεῷ περὶ σοῦ καὶ τῶν ὁμοίως σοι αὐτῷ προσανεχόντων, συστρέψας τὸν σεαυτοῦ νοῦν ἱκέτης γενοῦ | |
10 | τοῦ θεοῦ τοῦ σε παραγαγόντος εἰς φῶς ταχεῖάν σοι ἐπαγαγεῖν τελευτήν, ἵνα τῷ θανάτῳ παύσῃς καὶ τὴν κατὰ τοῦ θεοῦ ὑποψίαν καὶ σαυτῷ τὰς ὀδύνας κἀμοῦ τὰς συμφορὰς ἐπικουφίσας. ταῦτα γὰρ ὑπεμφαίνει τό· εἶπόν τι ῥῆμα πρὸς κύ‐ ριον καὶ τελεύτα, ἀντὶ τοῦ· αἴτησαι τὸν θεὸν ἢ εὖξαι τῷ θεῷ θανάτῳ ἐπικουφίσαι σοι τὰς μακρὰς ἐκείνας καὶ μεγάλας ὀδύνας. | |
15 | ὁ δὲ ἐμβλέψας αὐτῇ εἶπεν· ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐφθέγξω καὶ οὕτως ἐλάλησας; οὐκοῦν ἄνοιαν αὐτῆς κατηγο‐ ρεῖ καὶ γυναικώδη κοῦφον λόγον, οὐκ ἀσέβειαν· ἀγνοεῖς, γάρ φησιν, ὦ γύναι, ὅ‐ τι ἡ παράτασις τῶν ὀδυνῶν καὶ ἡ ἐπὶ ταῖς ὀδύναις εὐχαριστία μειζόνων μοι γί‐ νεται πρόξενος μισθῶν. ἀπέβαλον βληχήματα βοῦς ὑποζύγια ὄχλον οἰκετῶν πλῆθος | |
20 | τέκνων, ἀλλ’ οὐδὲν τούτων ὑπῆρχέ μοι, ὅτε παρῆλθον εἰς φῶς· ὁ δὲ ποιήσας με ἄνθρωπον καὶ τὸ ζῆν μοι χαρισάμενος οὗτος καὶ τὰ κτήματα καὶ πάντα τὰ πρὸς τὸ | |
ζῆν ἐδωρήσατο, καὶ νῦν ὁ δοὺς καὶ ἀφείλετο. τῶν ἀτόπων δέ ἐστι διδόντι μὲν | 32 | |
33 | εὐχαριστεῖν, ἀφαιρουμένῳ δὲ δυσανασχετεῖν καὶ θάνατον ἀγεννῶς ἐπικαλεῖσθαι, καὶ πλοῦτον μὲν καὶ ὑγίειαν δεχομένους χαίρειν διὰ τρυφήν, πενίαν δὲ καὶ ἀρ‐ ρωστίαν ἀνανδρίᾳ ἀπολαμβάνειν. οὐ γὰρ πρὸς ἡμῶν, ὦ γύναι, προστρέχειν μὲν τοῖς ἡδυτάτοις, δυσχεραίνειν δὲ πρὸς τοὺς πόνους. δεῖ γὰρ τοὺς οὐκ ἔχοντας ἑαυτῶν | |
5 | ἐξουσίαν ἀλλ’ ὑπὸ τὴν τοῦ θεοῦ πράττοντας διοίκησιν φέρειν γενναίως, ἃ ὁ θεὸς δίδωσιν καὶ οἷα ἂν ᾖ τὰ προσπίπτοντα. οὐδὲν γὰρ ἄνευ τῆς ἐκείνου προνοίας ἢ ἀγαθὸν ἡμῖν παραγίνεται ἢ δυσχερὲς ἡμῖν συμβαίνει πάντως ἢ εὐδοκοῦντος αὐτοῦ ἢ συγχωροῦντος εἰς ἔλεγχον τῆς ἡμετέρας εὐνοίας. παραινῶ οὖν σοι, γύναι, μὴ τοιαῦτά μοι συμβουλεύειν, ἃ κολοβοῦν δύναται | |
10 | τὴν ἐμὴν ἀνδρείαν, ἀλλὰ μᾶλλον τὰ δυνάμενα ἐπαυξῆσαί μου τὴν ἀρετήν, ὥστε τῇ καρτερίᾳ τῇ περὶ τοὺς πόνους καὶ τῇ ὑπομονῇ τῇ περὶ τὰ πάθη διδάσκαλον εὐχα‐ ριστίας γενέσθαι με τοῖς ὁρῶσιν, ὅπως καὶ πλουτοῦντες καὶ εὐρωστοῦντες δόξαν ἀναπέμπωμεν θεῷ καὶ πενόμενοι καὶ ἀσθενοῦντες ὑμνῶμεν αὐτόν, οὐ μόνον νῦν ἀλ‐ λὰ καὶ εἰς τοὺς αἰῶνας ἐν τῇ διαθέσει τῆς ψυχῆς καὶ ἐν τῇ προφορᾷ τῶν χειλέ‐ | |
15 | ων· τοῦτο γὰρ αὐτῷ παρ’ ἡμῶν ὄφλημα. 2,11—13 ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐ‐ τῷ παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας πόλεως πρὸς αὐτὸν τοῦ παρακαλέσαι αὐτόν, Ἐλιφὰτζ ὁ Θαιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βα‐ σιλεύς, καὶ παρεγένοντο ὁμοθυμαδὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. ἰ‐ | |
20 | δόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν αὐτόν, βοήσαντες δὲ φωνῇ μεγάλῃ ἔκλαυ‐ | |
σαν, ῥήξαντες δ’ ἕκαστος τὴν ἑαυτοῦ στολὴν καὶ καταπασάμενοι γῆν ἐπὶ τὰς κε‐ | 33 | |
34 | φαλὰς αὐτῶν παρεκάθηντο αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας καὶ οὐδεὶς αὐτῶν ἐ‐ λάλησε λόγον· ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα. καταμαθεῖν δὲ ἔστιν ἐκ τῶν φίλων τὸν μακάριον ἄνδρα Ἰώβ. δέδεικται γὰρ καὶ αὐτοῦ τὸ περιβόητον καὶ τῶν φίλων τὸ σπουδαῖον ἅμα καὶ φιλάνθρωπον· οὐδὲ | |
5 | γὰρ πρὸς τὴν μεταβολὴν ἀπεῖδον ἀλλὰ πρὸς τὴν προτέραν ἀξίαν, καὶ τὴν καταλα‐ βοῦσαν συμφορὰν παρακαλέσαι σπουδαίως παρῆσαν. δέδεικται δὲ αὐτῶν καὶ τὸ συμ‐ παθὲς ἐκ τοῦ καταρρήξασθαι μὲν τὰ ἐσθήματα, κόνιν δὲ ἐπαμήσασθαι τῇ κεφαλῇ, ῥίψαι δὲ εἰς τὸ ἔδαφος ἑαυτοὺς τοσοῦτον ἀριθμὸν ἡμερῶν καὶ νυκτῶν. φιλίᾳ γὰρ ἰδιοποιεῖται τὰ τῶν φίλων. | |
10 | ὡς οὖν εἶδον τὴν πληγήν, ἔπαθον οἱ μὴ παθόντες καὶ τοῖς δάκρυσιν ἐραίνοντο καὶ ἀχανεῖς γενόμενοι ἠπόρουν παραμυθίας, μόνῃ δὲ τῇ σιωπῇ καὶ τῷ παρακαθέ‐ ζεσθαι τὴν παραμυθίαν ἐξετέλουν μὴ γινώσκοντες, πόθεν ἄρξονται λόγων πρὸς πα‐ ραμυθίαν, ἀλλὰ τῷ σχήματι καὶ τῇ παραμονῇ τὴν συμπάθειαν ἐνδεικνύμενοι. 3,1 μετὰ ταῦτα ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ. | |
15 | ὡς δὲ διῆλθεν ἡμερῶν ἑπτὰ ἀριθμός, τὴν παραμυθίαν τῶν φίλων ὁ μακάριος ἕ‐ τερον ἄλγος τιθέμενος ἄρχεται σχετλιάζειν πρὸς ἑαυτόν· καὶ πολλὰ καταλέξας, ἐν οἷς τὴν ἡμέραν ἑαυτοῦ τῆς γενέσεως κατηρᾶτο, καὶ πολλὰ μεταξὺ διελθὼν ἀπήγγειλε τὸ μέγεθος τῆς ὀδύνης αὐτοῦ. ἡ δὲ τοῦ σχετλιασμοῦ πρόφασις αὕτη ἦν· ἐνῆν γὰρ τὸν πονηρὸν τὴν τοῦ ἀνδρὸς μακροθυμίαν καὶ τὸ στερρὸν τῆς γνώμης κατανοήσαντα | |
20 | εἰπεῖν πρὸς τὸν θεὸν ὡς συκοφάντην ὅτι· σὺ μὲν αὐτὸν ἐκδέδωκάς μοι εἰς πειρα‐ σμόν, δύναμιν δὲ αὐτῷ ἐνέθηκας ὡς ἂν μηδὲ αἴσθησιν τῶν ἐπιφερομένων παρ’ ἐμοῦ γε‐ | |
γενῆσθαι. ἵνα οὖν καὶ τοῦτο αὐτῷ ἀποκλεισθῇ, ἐξ ὧν δυσανασχετεῖ ἀλγῶν δείκνυ‐ | 34 | |
35 | ται τὸ μέγεθος τῆς ὀδύνης. 3,2 καὶ ἀπεκρίθη, γάρ φησιν, Ἰὼβ λέγων· καὶ ἐν αὐτῇ δὲ τῇ αἰσθήσει οὐ παρατραπεὶς τὴν γνώμην οὐκ ἀσύνετόν τι φθεγ‐ ξάμενος δείκνυται, ἀλλ’ †ἕως† τοῦ σημᾶναι τὸ τῆς ὀδύνης μέγεθος. τί γάρ φη‐ | |
5 | σιν ἐν οἷς καταλέγων φαίνεται; 3,3 ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ, καὶ ἡ νύξ, ἐν ᾗ εἶπον· ἰ‐ δοὺ ἄρσεν. οὔτε δὲ ἄνθρωπόν τινα καταρώμενος φαίνεται οὔτε ἄλλην τινὰ ὑπόστασιν, ὑφε‐ στῶσαν ἢ οὖσαν ἐκ δημιουργίας φημί, ὡς ἐνόμισαν Μανιχαῖοι, ἀλλὰ τὴν παρελθοῦ‐ | |
10 | σαν ἡμέραν, ἥτις οὐκ ἦν, ἵνα ὡς ἐπὶ χρώματος σημάνῃ τὴν ὑπερβολὴν τῆς ὀδύνης. 3,4—5 ἡ ἡμέρα ἐκείνη εἴη σκότος καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου καὶ ἐπ‐ έλθοι ἐπ’ αὐτὴν γνόφος. οὐ γὰρ τὴν οὖσαν καὶ ὑφεστῶσαν ἡμέραν κατηρᾶτο, ἀλλὰ τὴν παραδραμοῦσαν | |
15 | καὶ οὐκ οὖσαν. ἀλλ’ εἰ τὴν οὖσαν κατηρᾶτο, εἶποί τις ἂν ἴσως, ὅτι ματαίως κατηράσατο· ἀλλ’ οὐ ματαίως· οὐδὲν γὰρ μάταιον παρὰ ἀμέμπτῳ ἀνδρί. εἰ μὲν γὰρ ἐκτὸς ὀδυνῶν ὑπῆρχεν καὶ ἔλεγεν ἅπερ εἴρηκεν, ἐδόκει ματαίως καταρᾶσθαι· εἰ δὲ ἐν τοιαύταις ὀδύναις, παρεμυθεῖτο ἑαυτόν. παραπλησίως δὲ αὐτῷ καὶ Ἰερε‐ | |
μίας ὁ τοῦ θεοῦ προφήτης ἑαυτὸν παραμυθούμενος ἐν ταῖς συμφοραῖς ἐπηρᾶτο οὐ | 35 | |
36 | τοὺς ἀδικοῦντας αὐτόν, ἀλλὰ τὴν ἡμέραν τῆς γενέσεως αὐτοῦ. 3,6—8α καταραθείη ἡ ἡμέρα ἐκείνη καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκοιτο αὐτὴν σκό‐ τος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτῶν μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν, ἀλλ’ ἡ νὺξ ἐκείνη εἴη ὀδυνηρά, καὶ μὴ ἔλθοι ἐν αὐτῇ εὐφροσύνη μηδὲ χαρμονή, ἀλλὰ καταρά‐ | |
5 | σαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην. ὥσπερ γὰρ οἱ ὑπὸ τῶν ἰατρῶν καιόμενοι ἢ τεμνόμενοι τὸ ἱμάτιον ἐνδάκνουσι καὶ ἐμφαίνουσι τὴν ὀδύνην, οὕτω καὶ ὁ μακάριος οὗτος ταῦτα πάντα σχετλιάζει τὸ ἰσχυρὸν τῆς ὀδύνης τοῖς ἀκούουσιν παριστῶν. 3,8β ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. | |
10 | ζητητέον, πότερον τὸν διάβολον διὰ τούτων αἰνίττεται ὡς ὑποχείριον αὐτῷ μετ’ οὐ πολὺ γενησόμενον ἢ ζῷον ἐκεῖνο λέγει, περὶ οὗ ἐν τοῖς τελευταίοις ὁ θεὸς αὐτῷ διεσάφει, ἐξηγούμενος, ὅτι καὶ τοῦτο ὑπὸ τὴν αὐτοῦ δεσποτείαν τυγ‐ χάνει. ὁπότερον δ’ ἂν ῥηθείη, λεχθείη ἀνυπαιτίως. 3,9 σκοτισθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, ὑπομείναι καὶ μὴ ἔλθοι εἰς | |
15 | φωτισμὸν μηδὲ ἴδοι ἑωσφόρον ἀνατέλλοντα. οὐδὲν οὔτε κατὰ θεοῦ φθέγγεται οὔτε κατὰ τῶν ἔργων αὐτοῦ, ἀλλὰ τοῖς οὐκ οὖ‐ σιν ἐπαρᾶται παρηγορῶν ἑαυτὸν καὶ τὰς ὀδύνας παραμυθούμενος. οὔτε γὰρ ἡ νὺξ ἐ‐ κείνη οὔτε τὸ φῶς τῶν ἄστρων καὶ τοῦ ἑωσφόρου τὸ λάμψαν ἐν ἐκείνῃ τῇ νυκτὶ ὑφ‐ | |
εστήκει, ἀλλὰ παρῳχήκει. | 36 | |
37 | 3,10—12 ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου· ἀπήλλαξεν γὰρ ἂν κό‐ πον ἀπὸ ὀφθαλμῶν μου. διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα, ἐκ γαστρὸς δὲ ἐξ‐ ῆλθον καὶ εὐθὺς οὐκ ἀπωλόμην; ἵνα τί δέ μοι συνήντησαν γόνατα καὶ ἵνα τί μα‐ στοὺς ἐθήλασα μητρός μου; | |
5 | ταῦτα δὲ πάντα δείκνυσι τὴν ὑπερβολὴν τῶν ἀλγηδόνων· διόπερ καὶ ἐπικαλεῖ‐ ται τὸν θάνατον μᾶλλον ἤπερ τὴν τοιαύτην ζωήν. σύνηθες γοῦν τοῖς ἁγίοις τοῦτο πρὸς θεὸν λέγειν, ὅταν ἐν συμφοραῖς ἐξετάζωνται, ὡς ὁ Ἠλίας ὅταν εὔχηται· δέσποτα κύριε, λάβε δὴ τὴν ψυχήν μου, ὅτι οὐκ εἰμὶ κρείτ‐ των τῶν πατέρων μου. ὁ δὲ Ἰωνᾶς· λάβε δὴ τὴν ψυχήν μου, ὅτι | |
10 | κρεῖττόν μοι τὸ ἀποθανεῖν ἢ ζῆν με. παραπλησίως οὖν καὶ αὐτὸς τὸν θάνατον ἀντικαταλλαττόμενος τῆς ἐπωδύνου ζωῆς λέγει· 3,13—15α νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων καὶ βουλευτῶν γῆς, οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν, καὶ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός. | |
15 | ἀντάλλαγμα οὖν τὴν ἐκεῖ ἀνάπαυσιν ποιεῖται τῆς ἐνταῦθα διαπόνου ζωῆς καὶ τὴν ἰσονομίαν τὴν πρὸς ἀλλήλους τῶν ἐκεῖσε διηγεῖται διὰ τὸ παρέλκον, ὡς οὔτε βουλευτὴς ἰδιώτου προκέκριται οὔτε βασιλεὺς στρατιώτου οὔτε πολεμιστὴς ἀνὴρ τοῦ δούλου οὔτε πλούσιος οὔθ’ ὁ τὰ πάντα περιποιησάμενος τοῦ οὐδ’ ὀβολὸν κεκτημένου. ταῦτα δὲ λέγει οὐ μεμφόμενος τῇ καταστάσει τῶν ἐνθάδε πραγμάτων | |
20 | (προνοίας γὰρ εἵνεκεν ὁ τῆς πολιτείας συνέστηκε λόγος), ἀλλὰ τὸ μάταιον τῶν | |
φιλαργύρων διδάσκει καὶ τὸ παύεσθαι ἐγκεῖσθαι τῇ περὶ τὰ τοιαῦτα σπουδῇ τοὺς | 37 | |
38 | ἀνθρώπους διὰ τὸ παραδεδραμηκέναι λοιπὸν τὸν τῆς πολιτείας λόγον. 3,16α ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός. τοῦτο γὰρ οὐδεμιᾶς ἐπειράθη ὀδύνης οὐδὲ πραγμάτων τινῶν δυσχερείαις περι‐ έπεσεν, ἀλλ’ ὥσπερ ἀπόνως ἧκεν ἀνωδύνως ἀπῆλθεν οὐδενὸς ἐπαισθανόμενον. | |
5 | 3,16β ἢ ὥσπερ νήπιοι, 〈οἳ〉 οὐκ εἶδον φῶς. καὶ οὗτοι γὰρ πρὸς ὀλίγον παρακύψαντες εἰς τὸν βίον θᾶττον ἀπεσβέσθησαν. 3,17α ἐκεῖ ἀσεβεῖς ἔπαυσαν θυμὸν ὀργῆς. {ὁμοθυμαδὸν δὲ δι’ αἰῶνος} καὶ γὰρ τῶν πονηρῶν ἡ ὀργὴ καὶ τῶν ἀσεβῶν ὁ θυμὸς ἐν τῷ θανάτῳ ἀποσβέννυ‐ ται σὺν αὐτοῖς. | |
10 | 3,17β—18α ἐκεῖ ἀνεπαύσαντο κατάκοποι σώματι, 〈ὁμοθυμαδὸν δὲ δι’ αἰῶνοσ〉. πᾶς γὰρ κόπος καὶ μόχθος ἀνάπαυλαν ἔχει μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν ἐργασί‐ ας τε πόνος καὶ ἀσθένεια σώματος. μὴ οὔσης γὰρ ἔτι τῆς αὐτῆς χρείας περιττὰ καὶ τὰ τοιάδε συμπτώματα. οὐ γὰρ ἔτι τῆς τοιᾶσδε δεδέηνται οἱ ἄνθρωποι κατα‐ στάσεως. | |
15 | 3,18β—19 οὐκ ἤκουσαν φωνὴν φορολόγου· μικρὸς καὶ μέγας ἐκεῖ ἐστι καὶ θε‐ | |
ράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. | 38 | |
39 | οἱ γὰρ μεταστάντες ἐνθένδε ἐπαύσαντο τῶν τῆς σαρκὸς κόπων· οὔτε γὰρ φόρους ἐστὶν ἐκεῖ ἀπαιτεῖσθαι καὶ θεράπων οὐκέτι τὸν κύριον ἑαυτοῦ πεφόβηται οὔθ’ ὁ μικρὸς τὸν μέγαν δέδιεν. ἤτοι οὖν τὸ οὐ δεδοικὼς πρὸς τὴν ἐκεῖ κατάστασιν λέγεται, ὅτι ἀπολυθεὶς ἐνθένδε οὐκέτι δέδοικεν, ἢ ὅτι οὐκ ἐνδέχεται δοῦλον καὶ | |
5 | δεσπότην λέγεσθαι διὰ τὸ λελύσθαι ἐκεῖσε τὸν ἐπὶ τοῖς τοιούτοις νόμον. 3,20—23 ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ ψυχῆς φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύ‐ ναις ψυχαῖς; οἳ ἱμείρονται θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες αὐτὸν ὥσ‐ περ θησαυρόν, περιχαρεῖς δὲ γίνονται, ἐὰν κατατύχωσιν αὐτοῦ. θάνατος γὰρ ἀν‐ δρὶ ἀνάπαυσις, οὗ ἡ ὁδὸς ἀπεκρύβη· συνέκλεισε γὰρ ὁ θεὸς κατ’ αὐτοῦ. | |
10 | ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ὅτι πᾶς ἄνθρωπος ἐν ὀδύναις διάγων καὶ ὁσημέ‐ ραι πικραινόμενος ἐξ ὀργῆς καὶ τῆς περὶ τὰ συμβαίνοντα λύπης ἐπιθυμεῖ μὲν θανάτου τυχεῖν πρὸς ἀπαλλαγὴν τῶν περιεχόντων αὐτὸν κακῶν, οὐ τυγχάνων δὲ χείρονα τοῦ θανάτου τὴν ζωὴν κέκτηται, εἰ δὲ συμβῇ τυχεῖν αὐτὸν τοῦ σκοποῦ, μετὰ τοσαύτης χαρᾶς ἔξεισι τὸν βίον, μεθ’ ὅσης οἱ φιλάργυροι ἐξαντλοῦσι τὰ | |
15 | χρήματα περιτυχόντες θησαυρῷ. πῶς γὰρ οὐχί, καὶ διαλύοντος τοῦ θανάτου τὰς ἐ‐ πὶ ταῖς ἀλγηδόσιν ἀνίας καὶ τῶν ἁμαρτημάτων ἀναπαύλας ἐπάγοντος καὶ τοῖς ζῶ‐ σιν ἀποκρύπτοντος τὴν πολιτείαν τοῦ μεταστάντος, ἐπέχοντος δὲ καὶ αὐτοῦ τὴν περὶ τὰς ἐναμάρτους πράξεις ὁρμὴν καὶ ὥσπερ ἀποκλείοντος αὐτῷ τὴν περὶ τὰ τοι‐ αῦτα ἐνέργειαν; τούτοις ἐφεξῆς φησιν· | |
20 | 3,24—26 πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμε‐ | 39 |
40 | νος φόβῳ. φόβος γὰρ ὃν ηὐλαβούμην ἦλθέν μοι καὶ ὃν ἐδεδοίκειν συνήντησέν μοι· οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθεν δέ μοι ὀργή. ἐν ᾧ γὰρ πάντες παραμυθοῦνται σιτούμενοι, ἐν τούτῳ μᾶλλον ἐμοὶ ἡ ὀδύνη αὔ‐ ξεται, καὶ τῇ ὑπερβολῇ τῶν ἀλγηδόνων προπηδῶσί μοι τὰ δάκρυα, ὡς μηκέτ’ εἶναί | |
5 | μοι καθ’ ἡδονὴν τροφῆς μεταποιεῖσθαι καὶ ποτοῦ, τοῦ φόβου προαναιροῦντος τὴν περὶ τὰ σιτία ὄρεξιν καὶ τὴν ἕξιν ἐκπικραίνοντος καὶ ἐκπολεμοῦντος τὰ μέρη τῆς σαρκὸς πρὸς τὸ πᾶν σῶμα, ὥστε μήτε καταδαρθεῖν δύνασθαί με μήθ’ ἁπλῶς ἄ‐ νευ τοῦ στένειν ἐγρηγορέναι διὰ τὴν ἐπελθοῦσάν μοι ὀργήν. 4,1—2α Ὑπολαβὼν δὲ Ἐλιφὰτζ ὁ Θαιμανίτης λέγει· μὴ πολλάκις σοι λελάλη‐ | |
10 | ται ἐν κόπῳ; τουτέστι· μήποτε ἄλλοτε τούτοις περιέπεσας, ἢ ἔθος σοι καὶ ἐν ἑτέρῳ καιρῷ τοιαῦτά τινα φθέγγεσθαι; 4,2β ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; τίς οὖν δύναταί σου τὴν μεγαλορρημοσύνην ἐνέγκαι; | |
15 | 4,3—5 εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενούντων παρεκάλεσας, ἀσθενοῦντας δὲ ἐξανέστησας ῥήματι, γόνασι δὲ ἀδυνατοῦσι περιέθηκας θάρσος, νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας. εἰ γὰρ σὺ τοὺς ὀδυνωμένους παρεμυθοῦ καὶ τοὺς ἐκ τῆς ἀθυμίας καταπεσόντας | |
ἀνέστησας καὶ τοὺς τὴν ἐκ ταύτης πάρεσιν ὑπομείναντας τοῖς λόγοις καὶ τῇ παρ‐ | 40 | |
41 | αινέσει ἐπέρρωσας, πῶς αὐτὸς περιπεσὼν συμφορᾷ ἀνυποίστως φέρεις τὴν ἀλγηδόνα; ψευδῆ μὲν ἄρα δόξαν ἀνδρείας εἶχες τότε, ψευδῆ δὲ ὑπομονῆς, ὁπότε νῦν τοσοῦτον ἐπὶ τῇ πληγῇ ἐθορυβήθης· τοῦτο γάρ ἐστι τὸ ἐσπούδασας. 4,6 πότερον οὐχὶ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κα‐ | |
5 | κία τῆς ὁδοῦ σοῦ; οὐχὶ μάτην ἑτέροις σοφὸς ἀπεδείκνυσο αὐτὸς μὴ φέρων τὴν ἐπενεχθεῖσάν σοι ἀνάγκην; καὶ χρηστὰς ἐλπίδας ἄλλοις ὑπαγορεύων αὐτὸς κακίας ὁδὸν ἔδραμες. 4,7 μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο. δείκνυται δὲ ὁ Ἐλιφὰτζ ἐξ ὧν παραινεῖ καὶ σοφός τις εἶναι καὶ τῇ τοῦ θεοῦ | |
10 | δικαιοσύνῃ ἐμμελετήσας. πότε, γάρ φησιν, ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο ἢ τίς ἐκτὸς ὢν ἁμαρτίας κόλασιν ὑπέμεινε παρὰ δικαίῳ κριτῇ, παρ’ ᾧ τὸ ἀναμάρτητον ἀτιμώρητον; οὐδεὶς γὰρ ἀδίκως τι πάσχει θεοῦ ἐπάγοντος δίκην. 4,8 καθ’ ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς. | |
15 | οἱ γὰρ ἐργαζόμενοι τὰ ἐναντία καὶ γεωργοῦντες αὐτὰ εἰκότως τὰ ἐπίχειρα τού‐ των θεριοῦσιν· οὕτω γὰρ ἡ τοῦ θεοῦ δικαιοσύνη φανερὰ καθίσταται. 4,9 ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφα‐ | |
νισθήσονται. | 41 | |
42 | κελεύσαντος γὰρ αὐτοῦ τοῦ θεοῦ κολασθήσονται οἱ παράνομοι δικαίᾳ κρίσει τῆς κατ’ αὐτῶν ὀργῆς ἐκφερομένης. 4,10—11 σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη, μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους. | |
5 | ταῦτα δὲ λέγει τὴν τοῦ θεοῦ οἰκονομίαν σημαίνων. φησὶ γάρ· καὶ τοῖς μεγά‐ λοις χορηγεῖ καὶ τοῖς μικροῖς παρέχει, τὰ δὲ μεγάλα ἐνδείᾳ ἀπόλλυσιν· αὐτὸς γάρ ἐστιν ὁ κρατῶν τῶν ὅλων. διὸ καὶ πάντα ἄδικον καὶ ὑπερήφανον σβέννυσι, τὸν δ’ εὔνουν αὑτῷ περιποιεῖται. 4,12αβ εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐδὲν ἂν τούτων τῶν | |
10 | κακῶν ἀπήντησέν σοι. πεπεισμένος τῇ τοῦ θεοῦ δικαιοσύνῃ ταῦτα λέγων φαίνεται· οὐ γάρ ἐστιν, φη‐ σίν, ἀδικία παρὰ τῷ θεῷ. ἀλλ’ ἠγνόει ὁ Ἐλιφὰτζ καὶ τὴν τοῦ πονηροῦ αἴτησιν καὶ τὴν δοθεῖσαν αὐτῷ κατὰ τοῦ Ἰὼβ συγχώρησιν, ὅθεν μόνον ἀφορᾷ πρὸς τὸ δίκαι‐ ον τοῦ θεοῦ. | |
15 | 4,12γ—13 πότερον οὖν τὸ οὖς μου οὐ δέξεται ἐξαίσια; ἐξαίσιοι γὰρ παρ’ αὐ‐ τῷ φόβοι καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ’ ἀνθρώπους. κἄν τε οὖν φόβος τις κἄν τε ὀδύνη ἐπέλθῃ τινὶ κἄν τε πτοία καὶ δείματα, ἐ‐ κείνου βουλομένου γίνεται ἀνθρώποις πρὸς ἐπιστροφήν. | |
4,14—16 φρίκη δέ μοι συνήντησε καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσει‐ | 42 | |
43 | σε καὶ πνεῦμα ἐπὶ πρόσωπόν 〈μου〉 ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες, ἀνέστην καὶ οὐκ ἐπέγνων, εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ’ ἢ αὔ‐ ραν καὶ φωνὴν ἤκουον. τινὲς ἐνόμισαν λέγειν τὸν Ἐλιφὰτζ περὶ τοῦ Ἰὼβ ταῦτα, ὅτι τοιοῦτον αὐτὸν | |
5 | θεασάμενος τραυματίαν δέει περιέπεσεν. οὐ τοῦτο δὲ βούλεται, ἀλλ’ ὅτι καὶ αὐ‐ τὸς περιεπεπτώκει πολλάκις φόβῳ, ὥστε τὰ ὀστέα αὐτοῦ συσσεισθῆναι καὶ τὰς σάρ‐ κας αὐτοῦ φρίκῃ περισχεθῆναι, καὶ ὅτι πτοίᾳ περιπεσὼν ἑώρα μὲν οὐδένα, ἔφερε δὲ τὸ γινόμενον τῇ τοῦ θεοῦ δικαιοσύνῃ ἀνατιθεὶς τὴν αἰτίαν. 4,17 τί γάρ; μὴ καθαρός ἐστιν βροτὸς ἔναντι κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ | |
10 | ἄμεμπτος ἀνήρ; εἰδὼς οὖν ταῦτα ἐφ’ ἕτερον τὰ ἐπενεχθέντα 〈...〉 ἐκδεχόμενος τὴν τοῦ θεοῦ κηδεμονίαν. ἐλογιζόμην γὰρ ἐν ἐπιτιμίοις εἶναι, λανθάνειν δὲ ὑπὲρ οὗ δίκην ἀπ‐ ῃτούμην, πλὴν ἐγίνωσκον, ὅτι δικαιοσύνην εἰσπράττομαι. 4,18α εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει. | |
15 | τινὲς οὕτως ἐξέδωκαν, ἀντὶ τοῦ· οὐδὲ τοὺς δικαίους τελείους πρὸς πᾶσαν ἀρε‐ τὴν εὑρίσκει, κατὰ τὸ εἰρημένον· εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται. καί· τίς καυχήσεται ἁγνὴν ἔχειν καρδίαν ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; κἂν γὰρ εἰ καὶ πράξεσί τις μὴ ἐνέχηται, ἐννοίαις γοῦν οἷα ἄνθρωπος οὐ καθαρεύει. τάχα δὲ οὐ τοῦτο λέγει, ἀλλ’ ὅτι οὐ | |
20 | παραδέχεται κατὰ τῶν ἑαυτοῦ δούλων διαβολήν· γινώσκει γὰρ τὴν ἑκάστου διάθε‐ | |
σιν, οἵα τις ὑπάρχει. | 43 | |
44 | 4,18β κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησε. καὶ τοῦτό τινες οὕτως ἐκδεδώκασιν, ὅτι τῇ τῶν δαιμόνων στρατιᾷ ἀσεβησάσῃ θεὸς τιμωρίαν ὥρισεν· ἀγγέλους γὰρ νῦν τούτους ὀνομάζει, ὡς καὶ ὁ ἀπόστολός που λέγων φησίν· οὐκ οἴδατε, ὅτι ἀγγέλους κρινοῦμεν; τὸ δὲ ἀληθὲς | |
5 | τοῦτο βούλεται, ὅτι μὴ ἀρκοῦσαν ταῖς νοηταῖς δυνάμεσι πεποίηκε τὴν φύσιν εἰς φυλακὴν ἑαυτῆς. δείκνυται δὲ ἡ αὐτοῦ ἐξουσία πάντα συνέχειν, καὶ πάντα τὴν ἐκείνου κηδεμονίαν ἐκδέχεται σοφῶς καὶ 〈τὰ〉 κατὰ τοὺς ἀγγέλους οἰκονομήσαν‐ τος· ἔκπληξιν γὰρ αὐτοῖς ἐποίησεν, ἵνα ἐγειρόμενοι ἐκ τοῦ φόβου τὴν διάνοιαν τὴν παρ’ αὐτοῦ βοήθειαν ἐκδέχωνται. ἔμιξε γὰρ φόβον τῷ πόθῳ, ἵνα μὴ μόνος ὢν | |
10 | ὁ πόθος ἐκλύσῃ τὸν τόνον, ὁ φόβος δὲ διεγείρων τὸν πόθον εἰς συναίσθησιν ἄγῃ τὴν φύσιν τοῦ κατασκευάσαντος αὐτὴν θεοῦ, καὶ ἐφέλκηται τὴν ἐκείνου βοήθειαν ἡ τοῦ κινηθέντος πρὸς τὸν πόθον σὺν τῷ φόβῳ προθυμία. τοῦτο δὲ καὶ ἀνθρώποις παρέσχε θεὸς κηδόμενος αὐτῶν τῆς σωτηρίας· ὅσον γὰρ ἀγαπητός ἐστιν ὁ θεός, τοσοῦτον καὶ φοβερός, ὥστε ὁ λέγων ὅτι· ὁ φοβούμενος | |
15 | οὐ τετελείωται, ἢ ὅτι· ὁ φόβος ἔξω βάλλει τὴν ἀγάπην, περιττὸς σοφός, ὅστις ἂν ᾖ. καὶ γὰρ φοβερός ἐστιν ὡς καὶ δίκαιος κριτὴς καὶ ἀγαπητὸς ὡς ἀγαθὸς καὶ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοι‐ αν. 4,19αβ ἔα δὲ τοὺς κατοικοῦντας οἰκίας πηλίνας, ἐξ οὗ καὶ αὐτοὶ ἐκ τοῦ αὐ‐ | |
20 | τοῦ πηλοῦ ἐσμεν. | |
εἰ οὖν καὶ κατὰ τῶν νοητῶν τὴν κηδεμονίαν ταύτην φέρει, 〈τί〉 μέγα, εἰ καὶ | 44 | |
45 | αὐτοῖς τοῖς ἀνθρώποις οὕτω ποιῶν φαίνεται σωτηρίαν αὐτοῖς πορίζων τῷ πρὸς αὐτὸν φόβῳ. 4,19γ—21 ἔπαισεν αὐτοὺς σητὸς τρόπον ἀπὸ πρωΐθεν ἕως ἑσπέρας καὶ οὐκέτι εἰσί, καὶ παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο. 〈ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐτελεύτησαν, καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν ἀπώλοντο〉. | |
5 | τινές φασιν, ὅτι ταῦτα λέγει δεικνύς, ὅτι εἰς οὐδὲν αὐτῷ ἄνθρωπος λελόγισ‐ ται, οὔτε ἐὰν ᾖ δίκαιος οὔτε ἐὰν ᾖ ἄδικος οὔτε ἐὰν πληγὴ καταλάβῃ αὐτὸν οὔτε ἐὰν ὑγιαίνῃ· ὁρῶν, γάρ φασι, τὸ πάθος καὶ παραιτούμενος τὸν θεὸν εἰπεῖν ἄδι‐ κον λέγει αὐτῷ ὅτι· οὐ μέλει αὐτῷ περὶ σοῦ, οὔτε ἐὰν ᾖς ὅσιος οὔτ’ εἰ μὴ τοι‐ οῦτος οὔτ’ εἰ τετιμώρησαι. ὥσπερ οὐδὲ περὶ τοῦ πλήθους τῶν ἰχθύων αὐτῷ μέλει, | |
10 | ὅταν ἀναρπαστὸν γένηται, οὐδ’ ἀδικίαν ἡγεῖται τοῦτο, οὕτως καὶ τὸν ἄνθρωπον οὐχ ἡγεῖταί τι εἶναι ὡσπεροῦν οὐδὲ εὐλῶν ἢ μυιῶν ἀπώλειαν. μέγας γὰρ ὤν, φη‐ σίν, αὐτὸς μικρὰ τὰ παρ’ ἡμῶν λελόγισται δίκαια. ἀλλ’ οἱ ταῦτα λέγοντες ληροῦσι καὶ τοῦ Ἐλιφὰτζ κατηγοροῦσιν ἀγνοοῦντες καὶ τὴν οἰκείαν κατασκευὴν καὶ τὴν τοῦ θεοῦ ἀξίαν· καὶ τὸν μὲν ἄδικον ἡγούμενοι, | |
15 | τὸν δὲ ἄχρηστον 〈καὶ〉 οὐδὲν εἶναι ἀποφαινόμενοι εὐλαῖς καὶ μυίαις αὐτὸν πα‐ ραβάλλοντες καὶ ἀνεπιτρόπευτον εἶναι βιαζόμενοι, μᾶλλον δὲ ἑαυτῶν ἄγνοιαν κατ‐ ηγοροῦσιν ὥσπερ δὴ τοῦ σοφοῦ οὐκ ἀκούσαντες τοῦ εἰπόντος· μέγα ἄνθρωπος, καὶ ὅτι ἐξέτασις ἔσται ἐν παντὶ παρεωραμένῳ. ἀλλὰ τούτους μὲν ἐατέον ὡς οὐδὲν ἐπαγωγὸν λέγοντας. | |
20 | ὃ δὲ βούλεται δεικνύναι τουτέστιν· ὥσπερ τὸν σῆτά τις τινάξας ἀπόλλυσιν, | |
οὕτως ἀφελόμενος βραχὺ τὴν ἑαυτοῦ κηδεμονίαν ὁ θεὸς δείκνυσιν, ὡς οὐκ αὐτάρ‐ | 45 | |
46 | κης ἡ φύσις εἰς φυλακὴν ἑαυτῆς· μὴ παρούσης γὰρ τῆς αὐτοῦ ἐπιστασίας οὐδὲν τῶν ὄντων ζῆσαι δύναται· ἄρας γὰρ τῆς προνοίας τὴν ζωτικὴν ἰκμάδα ἀπ’ αὐτῶν, ξηρὰν αὐτῶν τὴν φύσιν ἀπεργάζεται κατὰ τὸ γεγραμμένον· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσιν. οἱ γὰρ μὴ γινώσκοντες τὸν τῆς προνοί‐ | |
5 | ας τοῦ θεοῦ λόγον σωτηρίας τρόπον οὐχ εὑρήσουσιν, ἀλλ’ ἀπωλείᾳ περιπεσοῦνται. 5,1 ἐπικάλεσαι δέ, εἴ τίς σου εἰσακούσεται ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψει. ταῦτα μέν, φησίν, οὕτως ἔγνων ἐγώ, σὺ δὲ ἐπειδὴ μέγα φρονῶν φαίνῃ ἐπικάλε‐ σαι, εἴ τίς σου εἰσακούσεται, ἢ τὸ γοῦν ἔλαττον, εἴ τίς σοι τῶν ἀγγέλων ὀφθεί‐ η, ἵνα μὴ λέγω θεοφανίας τινὸς ἀξιωθείης. | |
10 | 5,2 καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος. ὡς γὰρ οἱ ἀλόγιστοι τῶν ἀνθρώπων ἀκρίτως ὀργιζόμενοι καθ’ ἑαυτῶν φέρουσι τὴν τιμωρίαν (πρὶν γὰρ ἄλλους διαθεῖναι κακῶς φθάσαντες ἑαυτοὺς διαφθείρουσιν), οὕτω καὶ ὁ τὴν πλάνην ζηλώσας ταύτῃ συναπόλλυται 〈θάνατον〉 αὐθαίρετον μεταδι‐ ώξας. | |
15 | 5,3 ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βάλλοντας, ἀλλ’ εὐθὺς ἡ δίαιτα αὐτῶν ἐ‐ βρώθη. ἐπειδὴ μέγα 〈τι〉 τίθεσαι τὴν πρώτην σου εὐδαιμονίαν καὶ ἐκ ταύτης τὸ δί‐ καιόν σου ἀποδεικνύειν σπεύδεις, μάθε ὅτι καὶ ἄφρονες τοιαύτην εὐπραγίαν ἔσ‐ | |
χον· ἀλλ’ οὐ τοῦτο ἦν αὐτοὺς τὸ σῷζον· ἀπώλοντο γὰρ τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ. | 46 | |
47 | 5,4α πόρρω γένοιντο 〈οἱ〉 υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας. τὰ γὰρ ἀδίκως συναχθέντα οὐ καταλείψουσιν, σὺν αὐτοῖς δὲ ἀπολοῦνται διὰ τὴν ἀβουλίαν αὐτῶν. 5,4β κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων. | |
5 | ἴδιον μὲν γὰρ τῆς γραφῆς ἐστι τὸ τὰ μέλλοντα ὡς παρόντα λέγειν καὶ τὰ παρ‐ όντα ὡς μέλλοντα. ἀτιμωθείησαν οὖν ἐν ταῖς τῶν ἐλαττόνων θύραις. 5,4β καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. τίς γὰρ αὐτοὺς καὶ ῥύσεται θεοῦ καταψηφισαμένου αὐτῶν ὄλεθρον καὶ ἀπώλειαν; 5,5 ἅπερ ἐκεῖνοι ἐθέρισαν, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαιρε‐ | |
10 | θήσονται, ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς. τὴν τοῦ θεοῦ πρόνοιαν σημαίνει καὶ φύσιν τὴν ἐπιδεχομένην τὸ παθεῖν. οὔτε γὰρ τὰ ἀδίκως ἀμηθέντα βρώσονται οὔτε αὐτοὶ ἀτιμώρητοι διαμενοῦσι, καὶ ἡ δύ‐ ναμις αὐτῶν ἐκμυζηθήσεται. 5,6 οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ γῆς κόπος οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσῃ πόνος. | |
15 | οὐ γὰρ ταῦτα φύσιν ἔχει τοῦ παθεῖν μετ’ αἰσθήσεως ἄψυχα ὄντα· οὐδὲ γὰρ αἱ νοηταὶ φύσεις τούτοις ὑπάγονται τοῖς πάθεσιν, ἀλλ’ εἴπερ ἔχουσιν ἐξ ἀμφοτέρων | |
τὸ εἶναι ἔκ τε νοητοῦ καὶ αἰσθητοῦ, ὅπερ ἐστὶν 〈ὁ ἄνθρωποσ〉. | 47 | |
48 | 5,7 ἀλλὰ ἄνθρωπος ἐν κόπῳ γεννᾶται, νεοσσοὶ δὲ γυπῶν τὰ ὑψηλὰ πέτανται. ὥσπερ, φησίν, ἄνθρωπος γεννώμενος γεννᾶται κόπῳ, οὕτω καὶ τὰ πρὸς τὸ ζῆν μετὰ κόπου πορίζεται ἔργοις προσταλαιπωρούμενος καὶ ποικίλαις φροντίσιν κατα‐ τρυχόμενος. οἱ δὲ τῶν γυπῶν νεοττοὶ ὡς ἂν ἀεροπόροι μετάρσιοι φερόμενοι ἐκ | |
5 | τῆς ἄνωθεν περιωπῆς τὰ πόρρωθεν σκοπούμενοι ῥᾴστην ἔχουσι τῆς ἐνδείας τὴν ἀ‐ ναπλήρωσιν καὶ εὐμαρῆ τὴν μετάληψιν τοῦ θεοῦ οὕτω βουληθέντος κατασκευάσαι τὸ τῇ φύσει εὐάλωτα εὐκίνητα τοῖς πτεροῖς καὶ τὰ πρὸς ἐργασίαν ἀσθενῆ πρὸς εὐπο‐ ρίαν ζωῆς εὐπετῆ, τὰ δὲ ἐνεργὰ τῶν ζῴων πρὸς ἀποπλήρωσιν τῆς γαστρὸς νωθέστε‐ ρα, 〈ἀλλ’ ἱκανώτερα〉 πρὸς τὸ κοποῦσθαι καὶ κάμνειν προθυμεῖσθαι, τὸ μὲν εἰς | |
10 | ἄροτρον καὶ ζεύγλην, τὸ δὲ ὑφ’ ἡνίας διὰ τάχος 〈δραμεῖν〉, τὰ δὲ ἀχθοφορεῖν. σὺ δὲ ἄνθρωπος ὢν καὶ ταύτην λαχὼν τὴν φύσιν ὥσπερ οὐ ζητεῖς πτῆναι, ἐπεὶ μὴ πέφυκέ σοι πτερά, οὕτω μάθε φέρειν γενναίως, ἃ ἔλαχες γνώμῃ τοῦ εἰς φῶς σε παραγαγόντος. 5,8—10 οὐ μὴν δὲ ἀλλ’ ἐγὼ δεηθήσομαι κυρίου, κύριον δὲ τὸν παντοκράτορα | |
15 | ἐπικαλέσομαι τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, τὸν διδόντα ὑετὸν ἐπὶ προσώπου τῆς γῆς, τὸν ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ’ οὐρανόν. ταῦ〈τα〉 εἰδὼς καὶ τῇ τούτων οἰκονομίᾳ πεπιστευκὼς δεηθήσομαι τοῦ θεοῦ τοῦ τὰ πάντα σοφῶς διοικοῦντος καὶ προνοουμένου πάντων ἁρμονίως καὶ καταλλή‐ | |
20 | λως πρὸς τὴν ἑκάστου χρείαν. | 48 |
49 | 5,11—12 τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα ἐν σωτηρίᾳ, τὸν διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσωσιν αἱ χεῖρες αὐ‐ τῶν ἀληθές. ὥσπερ γὰρ τὰ σπέρματα ἀποθνήσκει ἐν τῇ γῇ, διὰ δὲ τοῦ ὑετοῦ ἐγείρων αὐτὰ | |
5 | ὁ θεὸς πολυπλασιάζει, οὕτω καὶ τοὺς πεπτωκότας ἀνίστησι, τὰς δὲ τῶν πανούργων βουλὰς ἐναλλάσσων ἢ μὴ συγχωρῶν ἐπιτελεσθῆναι παύει. 5,13—15α ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὰς δὲ πολυπλόκων ἐξέ‐ στησεν· ἐν ἡμέρᾳ αὐτοῖς συναντήσεται σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσειαν ἴσα νυκτί, ἀπόλοιντο δὲ ἐν πολέμῳ. | |
10 | δείκνυσιν ἐν τούτῳ, ὅτι καὶ οὐδὲν αὐτὸν τῶν γινομένων λέληθε καὶ ὅτι συγ‐ χωρεῖ ἃ βούλεται. τῇ γὰρ γνώμῃ αὐτοῦ καὶ τὴν ἡμέραν αὐτοῖς οὐχ ἡμέραν ἀποτε‐ λεῖ, ὡς φέρε εἰπεῖν τοῖς Αἰγυπτίοις τὸ τριήμερον ἐπαχθὲν σκότος, καὶ ἐν ἡμέ‐ ρᾳ ψηλάφησιν, οἵαν ὑπέμειναν ἐν Σοδόμοις οἱ ἐπὶ ταῖς τοῦ δικαίου θύραις ἐπισυ‐ στάντες· διὸ καὶ ἐν πολέμῳ ἀπόλλυνται ὡς οἱ Παλαιστινοὶ καὶ Φοίνικες ἀντά‐ | |
15 | ραντες χεῖρας πρὸς τὸν λαὸν τοῦ θεοῦ τοῦ μὴ ἔχειν τὴν παρ’ αὐτοῦ βοήθειαν, ἧς ὁ ἐξημμένος ἕρκος ἀνάλωτον περιβέβληται. 5,15β—16 ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου, καὶ εἴη ἀδυνάτῳ ἐλπὶς καὶ ἀδίκου στόμα ἐμφραχθείη. | |
ταῦτα δὲ πάντα τὴν τοῦ θεοῦ περὶ ἀνθρώπους πρόνοιαν σημαίνει, ὅτι δύνα‐ | 49 | |
50 | ται καὶ τοὺς ἀγαθοὺς ἐξαιρεῖσθαι προδήλου κινδύνου, κἂν ὦσιν ἀπερριμμένοι, καὶ τοὺς πονηροὺς κολάζειν, κἂν ὦσιν ἁδροὶ ὡς αἱ κέδροι, ὅπως μηδὲν εἶναι τῶν πολλῶν πλέον διὰ τὸν ὄγκον νομισθῶσι· ἀλλὰ πᾶσαν ἀνομίαν ἐμφράξει στόμα αὐτῆς. 5,17 μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος ἐπὶ τῆς γῆς, νουθέτημα δὲ | |
5 | παντοκράτορος μὴ ἀπαναίνου. εὐδαίμων γὰρ ὡς ἀληθῶς καὶ τρισμακάριος ἀνὴρ ἐκεῖνος, ὃς δίκην ἐνταῦθα τῶν οἰκείων ἁμαρτημάτων ἔτισεν, ἐπικεκουφισμένα γὰρ ἕξει τὰ μέλλοντα. υἱὲ γάρ μου, φησὶν ὁ Σολομών, μὴ ὀλιγώρει παιδείας κυρίου μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μα‐ | |
10 | στιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. διὸ καὶ ὁ ἀπόστολος παραινεῖ λέγων· εἰς παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς γὰρ υἱός, ὃν οὐ παιδεύει πατήρ; καὶ γὰρ ὁ προφήτης ὁ παρακούσας θεοῦ καὶ φαγὼν ἄρτον ἐν τῷ τόπῳ ᾧ ἀπηγορεύσατο αὐτῷ καὶ δίκην τί‐ σας ὑπὸ τῷ λέοντι ἐπικεκούφισται τῆς μελλούσης. λέγει γὰρ ὁ θεὸς διὰ Μαλαχί‐ | |
15 | ου· οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει. 5,18 αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν, ἔπαισεν καὶ αἱ χεῖ‐ ρες αὐτοῦ ἰάσαντο. ταῦτα συμβουλεύων τις ἀνὴρ σοφὸς καὶ τὸν θεὸν φοβούμενος φαίνεται ὁ Ἐλι‐ φάτζ. ὅμοιον γὰρ τούτῳ καὶ τὸ παρὰ τῷ Μιχαίᾳ εἰρημένον· πατάξει, φησίν, | |
20 | ἡμᾶς καὶ μοτώσει, ὑγιάσει ἡμᾶς 〈μετὰ δύο ἡμέρασ〉, ἐν τῇ | 50 |
51 | ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐν αὐτῷ. θελη‐ τὴς γὰρ ἐλέους ἐστίν, ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας. 5,19—22α ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σε, ἐν δὲ τῷ ἑβδόμῳ οὐχ ἅψεταί σου | |
5 | κακόν, ἐν λιμῷ ῥύσεταί 〈σε〉 ἐκ θανάτου, καὶ ἐν πολέμῳ ἐκ χειρὸς σιδήρου ῥύσεταί σε, καὶ ἀπὸ μάστιγος γλώσσης κρύψει σε, καὶ οὐ φοβηθήσῃ ἀπὸ ταλαιπω‐ ρίας, ὅτι ἐλεύσεται ταλαιπωρία, ἀδίκων καὶ ἀνόμων καταγελάσῃ. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· πλειστάκις μὲν ὁ θεὸς ἐκ περιστάσεως ἀνθρώπους ῥύεται καὶ τὸ τελευταῖον ἐκ πάσης συμφορᾶς ἀπαλλάττει τοὺς εὐνοίᾳ αὐτῷ ἀνα‐ | |
10 | κειμένους, πῇ μὲν ἐκ λιμοῦ ῥυόμενος ὡς 〈τὸν λαὸν ..., πῇ δὲ δὲ ἐκ σιδήρου ῥυ‐ όμενος ὡσ〉 τὸν Δαυὶδ ἐκ χειρὸς Σαοὺλ καὶ πάντων τῶν ἐχθρῶν αὐτοῦ, ἄλλοτε ἀπὸ μάστιγος γλώσσης ἐσκέπασεν ὡς τὸν αὐτὸν ἐκ τῆς γλώττης Δωὴκ τοῦ Ἰδουμαίου καὶ Σεμεεὶ καὶ ἑτέρους ὁσίους ἐκ κακῶν ἐπερχομένων, ὡς τὸν Νῶε, ὡς τὸν Λώτ, ὡς τὸν Ἐζεκίαν, ὥστε ἂν εὐχαριστοῦντας τῷ κηδομένῳ τῆς σωτηρίας γελᾶν μὲν ἐπὶ | |
15 | τῇ ἀπωλείᾳ τῶν ἐχθρῶν, ᾄδειν δὲ τὴν ἐπινίκιον ᾠδὴν καὶ λέγειν· διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. 5,22β—23 ἀπὸ δὲ θηρίων ἀγρίων τῆς γῆς οὐ φοβηθήσῃ, ὅτι πρὸς τοὺς λίθους | |
τῆς χώρας ἕξεις συνθήκην, θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι. | 51 | |
52 | καὶ ταῦτα τῆς αὐτῆς ἔχεται διανοίας τοῖς προλαβοῦσιν· οὐ μόνον γὰρ ἄνθρω‐ ποι πολέμιοι ὑπεκοτήσονταί σοι διὰ τὴν τοῦ θεοῦ περὶ σὲ φυλακήν, ἀλλὰ καὶ τὰ θηρία τοῦ ἀγροῦ, κἂν ἐν ἐρήμῳ ἔχῃς τὰς διατριβάς· οὐ μόνον οὐκ ἀδικήσουσίν σε, ἀλλὰ καὶ σπονδὰς μετὰ σοῦ θήσονται σέβοντές 〈σε〉 ὥσπερ ἑαυτῶν δεσπότην. τοι‐ | |
5 | οῦτο γάρ τι καὶ ἐπὶ τοῦ Δανιὴλ ἐν Βαβυλῶνι ἔδειξεν ὁ θεὸς οὐ συγχωρήσας τοῖς λέουσιν ἅψασθαι τοῦ θεοφιλοῦς. 5,23 καὶ γνώσῃ, ὅτι ἐν εἰρήνῃ τὸ σκήνωμά σου καὶ ἡ ἐπισκοπὴ τῆς εὐπρεπεί‐ ας σου, καὶ οὐ μὴ ἁμάρτῃς. φυλακῆς γὰρ θεοῦ οὔσης περὶ σὲ οὐδεμία μάστιξ προσελεύσεται τῇ σῇ σαρκί, | |
10 | οὐδ’ ἁμαρτία τις ἀχρειώσει τὴν εὐπρέπειάν σου τῆς ψυχῆς διὰ τὴν περὶ σὲ ἐπι‐ σκοπήν. 5,24 εἶτα γνώσει, ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου {καὶ} οὐ μὴ ἁμάρτῃ. θεοῦ γάρ σοι εὐμενοῦς ὄντος οὐ μόνον ἀλλότριοι ὑποταγήσονται, ἀλλὰ καὶ οἱ | |
15 | ἐν τῷ οἴκῳ σου ἀστασίαστοι καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς σὲ διαμενοῦσιν μηδενὶ περιπίπτοντες ἐκ φιλονεικίας ἁμαρτήματι. 5,25 καὶ γνώσῃ, ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ὥσπερ τὸ παμβότα‐ νον τοῦ ἀγροῦ. | |
εἰρήνης δὲ πανταχόθεν κυκλούσης διὰ τὴν παρὰ θεοῦ σοι εὐμένειαν αἰφνίδιον | 52 | |
53 | σὺ ὁ ἄπαις πολύπαις ἀναφανήσει δίκην ἀρούρας κομώσης ληίοις καὶ βριθομένης ἀστάχυσι διὰ τὸ πολύχουν καὶ εὐανθές. 5,26 ἀπελεύσει δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν αὐτοῦ θεριζόμε‐ νος ἢ ὥσπερ θημωνιὰ ἅλωνος καθ’ ὥραν συγκομισθεῖσα. | |
5 | περίβλεπτος δὲ πᾶσι γεγονὼς καὶ τῷ πλήθει τῶν παίδων περιεστοιχισμένος ὥσ‐ περ τισὶν ἔρνοις εἰς γῆρας λιπαρὸν ἐλθὼν πολυύμνητος ἐνθένδε ἀπελεύσῃ πρὸς θεὸν ἐν ὥρᾳ τελέσας τουτονὶ τὸν βίον. 5,27 ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῷ τί ἐποίησας. | |
10 | διὰ τούτων τὸ δυνατὸν καὶ φιλάνθρωπον τοῦ θεοῦ δείκνυσιν, καὶ τὰ λοιπὰ τῷ αὐτῷ λόγῳ τῆς προνοίας ὑπάγεται. ταῦτα δέ, φησίν, ἡ〈μεῖς μὲν ἴσ〉μεν οὕτως, σὺ δὲ εἰδείης τί ἐποίησας· οὐδὲν γὰρ μάτην γίνεται κατὰ τὰ ἀποδειχθέντα. 6,1—3α Ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν, καὶ δὴ ἄμμου παραλίας βαρύτεραί | |
15 | εἰσιν. 〈...〉τι βουλόμενος ταῦτα λέγει ὁ μακάριος. φησὶ γάρ· μὴ σύγκρινε τὰ ἀ‐ σύγκριτα, ὦ οὗτος· κἂν γὰρ τὴν ἄμμον μίξῃς ταῖς ἀλγηδόσιν, ὑπὲρ ὧν ἐγὼ παρε‐ κάλουν, οὐδ’ οὕτως ἔσται τοῖς ἐμοῖς κακοῖς συγκρινόμενα. ὃς μὲν γὰρ ἕν τι ἢ | |
δεύτερον ἀντλεῖ, ἐγὼ δ’ ἅμα πάντα καὶ οὐκ ἀνὰ μέρος. | 53 | |
54 | 6,3β—4 ἀλλ’ ὡς ἔοικε τὰ ῥήματά μού ἐστι φαῦλα, βέλη γὰρ κυρίου ἐν τῷ σώ‐ ματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. πῶς γὰρ οὐχ οὕτω νομισθήσεται; οὐδὲ δόξα μοί τις πάρεστιν, οὐ δύναμις, οὐκ | |
5 | ἄλλη τις περιουσία, οὐκ ἐπισκοπὴ κυρίου, ἐξ οὗ μοι τὸ ἀληθὴς εἶναι ἐνομίζετο. τῷ γὰρ τοῦτον οὕτω μοι ποιῆσαι πᾶσά μοι ἀδοξία ὑπῆρξε καὶ σὺν τῇ αἰσχύνῃ τὰ βέλη αὐτοῦ ἐν τῷ σώματί μου· κἂν ὑμεῖς οὐχ ὁρᾶτε, ἀλλ’ ἐγὼ τῇ αἰσθή‐ σει τιτρωσκόμενος ὀδυνῶμαι. καὶ ὑμεῖς μὲν καὶ ἄλλοι παραμυθίας τυγχάνετε λα‐ λοῦντες, τὸ ἐναντίον δὲ ἐμοὶ συμβαίνει. | |
10 | 6,5 τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος ἀλλ’ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα; μάθε δή, ὦ οὗτος, ὅτι οὐδὲ ἀλόγων φύσις μάτην βοᾷ, εἰ, μή τι αὐτῇ προσοχ‐ λοῦν γένηται, δεῖται. οὕτως εἰμὶ ἄλογος, ὡς μηδὲ τούτοις παραβάλλεσθαι; ἐάσας δὲ τὴν ἄλογον φύσιν αἰσθήσει δουλεύουσαν ἐκ τῆς ἀψύχου ὑμᾶς οὐσίας πειράσομαι | |
15 | πεῖσαι. 6,6 εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς; ὁρᾶτε δή μοι, τίς ἐστιν ὁ μάτην ὀδυνώμενος, τίς ἐστιν ὁ μάτην λαλῶν τοιαῦ‐ τα. ἆρα μὴ χρηστόν τί ἐστιν ἐν ἄρτῳ ἁλσὶν μὴ ἠρτυμένῳ; ἆρα μὴ ἡδονή τις ἐν | |
τοῖς ἐπωδύνοις λόγοις συνέζευκται γεῦμα κενὸν ἔχουσιν; | 54 | |
55 | 6,7 οὐ δύναται δέ μου παύσασθαι ἡ ψυχή· βρῶμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος. οἱ μὲν γὰρ ἑστιώμενοι ποσῶς τότε τῆς ἀνίας ἐπικουφίζονται, ἐμοὶ δὲ ἐξ ἐν‐ αντίου καὶ τοῦτο· βρῶμος γάρ μοι τοσοῦτος ἐγγίνεται ἐν τῷ προσίεσθαι τὴν τρο‐ | |
5 | φήν, οἷον ὁ λέων ἱστορεῖται κεκτῆσθαι. καὶ τοῦτο δὲ οὐ μόνον ἐκ τοῦ πάθους συνέβαινεν, ἀλλὰ καὶ ἐκ τῆς τοῦ πονηροῦ ἐνεργείας· λέγεται γὰρ πολλάκις δυσ‐ ωδίας ἐμποιεῖν ἐν οἴκοις καὶ εὐωδίας ὁ θεομισής. 6,8—9 εἰ γὰρ δῴη καὶ ἔλθοι μοι 〈ἡ〉 αἴτησις καὶ τὴν ἐλπίδα μου δῴη ὁ θεός, ἀρξάμενος ὁ κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω. | |
10 | ὃ λέγει, τοιοῦτόν ἐστιν· ἢ δειξάτω μοι τὴν αἰτίαν, δι’ ἣν τοῦτο πάσχω, ἢ ἀμέριμνόν με ποιήσαι περὶ τῶν μελλόντων. ὃ δὴ μάλιστά με καταπονεῖ, τουτέ‐ στιν, ὅτι μηδὲ ἀποκρίσεώς με ἀξιοῖ. τοῦτο μόνον ἀντιβολῶ παρασχέσθαι αὐτόν, καὶ οἶδα, ὅτι κἂν τρώσῃ εἰς τέλος οὐ μὴ ἀπολέσῃ. 6,10α εἴη δέ μοι ἡ πόλις μου τάφος, ἐφ’ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ’ αὐτῆς. | |
15 | ἐὰν δέ μοι τὰ μέλλοντα ὑπάρξῃ εἰς ἀμεριμνίαν, κἂν ἡ πόλις μου τάφος μοι γενήσεται, οὐδὲν ἔσται μοι πονηρόν. 6,10β οὐ μὴ φείσομαι· οὐ γὰρ ἐψευσάμην ἐν ῥήματι τοῦ ἁγίου θεοῦ μου. ἀντὶ τοῦ· ποτὲ ἔμπροσθεν γὰρ αὐτοῦ φθέγγομαι καὶ οὐχ οἷόν τε παρ’ αὐτῷ ῥη‐ | |
θῆναι ψεῦδος· θεὸς γάρ ἐστιν ἅγιος. | 55 | |
56 | 6,11—12 τίς γάρ μού ἐστιν ἡ ἰσχὺς ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀν‐ έχεταί μου ἡ ψυχή; μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου ἢ αἱ σάρκες μού εἰσι χαλκαῖ; οὔτε γὰρ ἄψυχός εἰμι καὶ αἰσθήσεων ἄμοιρος ὡς χαλκὸς ἢ λίθος, ὀλιγοχρόνιος δὲ ἄνθρωπος καὶ μετ’ αἰσθήσεως δεχόμενος τὰς ὀδύνας καὶ ἰσχὺν βραχεῖάν τινα | |
5 | κεκτημένος ὡς ἂν ἐφήμερός τις καὶ τῇ φθορᾷ εὐάλωτος. 6,13 ἢ οὐκ ἐπ’ αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἄπεστιν ἀπ’ ἐμοῦ. ἕως γάρ μοι ἡ παρ’ αὐτοῦ ὑπῆρχεν ἐπικουρία, ἕως τότε καὶ ἔνδοξος ἤμην καὶ περίβλεπτος τοῖς ὅλοις ὑπῆρχον καὶ ὑμῖν αὐτοῖς αἰδέσιμος, ἵνα μηδὲ εἴπω φορ‐ τικόν. | |
10 | 6,14—16α ἀπείπατο δέ με ἔλεος καὶ ἐπισκοπὴ κυρίου ὑπερεῖδέν με· οὐ προσ‐ εῖδόν με οἱ ἐγγύτατοί μου. ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν 〈με〉 καὶ μηκέτι ὑπάρχον ἐν τῷ ἐκλελοιπέναι, οἵτινές με ηὐλαβοῦντο, νυνὶ ἐπιπεπ‐ τώκασί μοι. οἱ γὰρ ἐν τῇ εὐπραγίᾳ εὐλαβούμενοί με νῦν ἐν ταῖς συμφοραῖς ὑποπιέζουσί με | |
15 | οὔτε τῆς κοινῆς φύσεως αἰδῶ λαμβάνοντες οὔτε φιλανθρωπίᾳ κοινὸν τὸ τοῦ φίλου ἄλγος τιθέμενοι, καὶ οἱ τότε διὰ τὴν περικειμένην μοι δόξαν δεδοικότες με νῦν οὕτω καταφρονοῦσιν, ὡς καὶ ἐπιτωθάζειν μοι. | |
6,16β—18 ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς, καθὼς τακεὶς θέρμης γενομένης | 56 | |
57 | οὐκέτι ἐγνώσθη ὅτι ἦν, οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων ἀπωλόμην τε καὶ ἔξ‐ οικος ἐγενόμην. ὥσπερ γὰρ ἡ χιὼν καὶ τῷ πλήθει καὶ τῇ λαμπρότητι ἐμφανεστέρα ἐστίν, φθα‐ ρεῖσα δὲ ἅμα ταῖς τῶν ἀκτίνων προσβολαῖς οὐκέθ’ ὁμοία τυγχάνει (διερρύη γὰρ | |
5 | τακεῖσα), οὕτω καὶ αὐτὸς κατελείφθην ὑπὸ πάντων, 〈καί ποτε〉 λαμπρὸς ὢν καὶ διάπλουτος ἠφάνισμαι ἐρριμμένος εἰς γῆν καὶ μηδὲ στέγους εἰς σκέπην ἠξιωμέ‐ νος. τίνος οὖν ἕνεκεν μὴ μνησθῶ τοῦ πλήθους τῶν κακῶν ἢ τῆς διαφόρου ὀδύνης; τοσαῦτα γάρ ἐστιν ὡς μηδ’ ἐξαγγελθῆναι δύνασθαι. 6,19—21 ἴδετε ὁδοὺς Θαιμανῶν καὶ ἀτραποὺς Ἐσσεβῶν οἱ διορῶντες, αἰσχύν‐ | |
10 | θητε αἰσχύνην οἱ ὁρῶντες· ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες. ἀτὰρ δὴ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβή‐ θητε. ὑμεῖς δὴ θεάσασθε ὁδοὺς Θαιμανῶν (τουτέστι· τὴν ὑμετέραν ἐπάνοδον τὴν εἰς τὰ οἰκεῖα φαντάζεσθε) καὶ τὴν οἰκείαν δόξαν ἐνορᾶτε. μὴ μέγα οὖν ὑμεῖς φρο‐ | |
15 | νεῖτε ἐπὶ δόξῃ καὶ πλούτῳ ἐπτοημένοι· οὐ πᾶς γὰρ διόλου μακάριος, ἄλλως τε καὶ αἰσχύνης ἄξιον ἐπ’ ἀδήλοις ἔχειν τὰς ἐλπίδας· ὁ γὰρ ὄλβος οὐ μόνιμος. τεκμήριον δὲ ὑμῖν προκείσθω ὁ ὑμέτερος φίλος ἐγώ, ὃς τοσαύτην δόξαν περικεί‐ μενος καὶ πλοῦτον πολὺν περιβεβλημένος πάντων τούτων γυμνὸς γεγένημαι οὐδεμί‐ αν ὄνησιν ἐξ αὐτῶν καρπωσάμενος. ἀλλὰ κεῖμαι γυμνὸς, ἄναυδος, γῆς ἄχθος τοῖς | |
20 | πολλοῖς νενομισμένος πρὸς δὲ καὶ ὑμῖν, οἵτινες οὐδὲν ἐξ ἐμοῦ παθόντες κακὸν | |
οὕτως ἀνηλεῶς ἐπίκεισθέ μοι. ὥστε κἂν ἐμοῦ οὐδεὶς ὑμῖν λόγος κἂν τὸ τραῦμά | 57 | |
58 | μου θεασάμενοι φοβήθητε τῆς κοινῆς φύσεως ἔλεον †ἐπάσαντες†. 6,22—24 τί γάρ; μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ’ ὑμῶν ἰσχύος ἐπιδέομαι ὥστε σῶσαί με ἐκ χειρὸς κακῶν ἢ ῥύσασθαί με ἐκ χειρὸς δυνάστου; διδάξατέ με, ἐγὼ δὲ κωφεύσω, εἴ τι πεπλάνημαι φράσατέ μοι. | |
5 | οὔτε γὰρ ὑμᾶς ᾔτησά τι οὔτε ἱκέτης ὑμῶν ἐγενήθην. οἶδα γάρ, ὅτι οὐκ ἀν‐ θρωπίνη μοι βοήθεια ἐπαρκέσει, ὅθεν οὐδὲ τῆς παρ’ ὑμῶν βοηθείας δέομαι ἤγουν σωτηρίας. εἰ μὲν γάρ μοι ἔφοδός τις ἦν ἐξ ἀνθρώπων, ἴσως ἄρα συμμαχίας ἔχρῃ‐ ζον. νῦν μέντοι οὐκ ἀγνοῶ, τίς με οὕτως ἔπαισεν, καὶ τὰ μὲν παρ’ ἐμοῦ τοιαῦ‐ τα. εἰ δὲ οἴεσθέ τι εἰδέναι πλέον, διδάξατέ με καὶ μεθ’ ἡσυχίας ὑμῶν ἀκούσω. | |
10 | ἀλλ’ οὐδὲν ἔχετε εὔλογον λέγειν, ὅθεν κἂν βουλεύσησθε οὐκ ἀνέξομαι, κἂν εἴ‐ πητέ τι οὐ δίκαιον ἐρεῖτε, ὅθεν οὐδὲ προσέξω ὑμῖν. 6,25α ἀλλ’ ὡς ἔοικε φαῦλα ἀληθινοῦ ῥήματα. ὅταν γὰρ ἡ ἐκ θεοῦ ἐνδῷ ἐπικουρία, κἂν ἀληθῆ λέγῃ τις, οὐκ ἀξιόπιστός ἐστι τοῖς ἀκροαταῖς. | |
15 | 6,25β—26 οὐ γὰρ παρ’ ὑμῶν ἰσχὺν αἰτοῦμαι οὐδὲ ὁ ἔλεγχος ὑμῶν τὰ ῥήματά μου 〈παύσει, καὶ φθέγμα ῥήματοσ〉 ὑμῶν οὐκ ἀνέξομαι. πῶς γὰρ ἂν ἀπὸ ἀνθρώπου ὁμοίου δύναμιν αἰτήσω, ὃς οὐδὲ ἑαυτῷ ἐπαρήγειν οἷ‐ ός τε; πῶς δ’ ἄν τινα ὑπεστειλάμην ἐλέγχειν με πειρώμενον ἢ φθέγμα ῥήματός τινος προσίεμαι τοῦ πάθους πρὸ τῶν ὀφθαλμῶν κειμένου καὶ τοῦ συνειδότος 〈ὄν‐ | |
20 | τοσ〉 καθαροῦ. | 58 |
59 | 6,27 πλὴν ὅτι ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. ἓν δὲ ὑμῖν πρὸς ὅλα εἰπεῖν θέλω, ὅτι ὁρῶντές με ἐκ πάντων ἀπορφανισθέντα καὶ ὑμεῖς ἐπέθεσθε ἐπενθουσιάζοντες καὶ τῷ φίλῳ ὑμῶν ἐπανέβητε κειμένῳ. 6,28—30 νυνὶ δὲ ἐμβλέψας εἰς πρόσωπον ὑμῶν οὐ ψεύσομαι. καθίσατε δὴ καὶ | |
5 | μὴ εἴη ἄδικον ἐν κρίσει, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. νῦν ἄρξασθε· οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον. οὐχὶ δὲ καὶ ὁ λάρυγξ μου σύνεσιν μελετᾷ; ἐγὼ δὲ πρόσωπον ὑμῶν οὐ λαμβάνω, τὴν δὲ ἀλήθειαν ἀπαγγελῶ. θελήσατε δή, 〈ὦ〉 οὗτοι, ἀκροαταὶ γενέσθαι τοῦ δικαίου καὶ 〈ἐκτὸσ〉 τούτου μηδὲν προὔργου θῆσθε ἀδεκάστῳ κρίσει. οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄδικον οὐδέν, ἃ δὲ λέγω ἀτοπίαν | |
10 | οὐδ’ ὅλως ἔχει, λέξω δὲ τὰ πᾶσι συμβαίνοντα. 7,1—2 Τί γάρ; πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς καὶ ὡς μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ; ἢ ὡς θεράπων δεδοικὼς τὸν κύριον αὐ‐ τοῦ καὶ τετευχὼς σκιᾶς, ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ; δοκίμιον γάρ ἐστιν ἀνθρώποις ὁ βίος καὶ ἔλεγχος τῆς ἑκάστου ἡμῶν γνώμης. | |
15 | πᾶς γὰρ ὡς σήμερον μισθὸν ἀπαιτήσων οὕτως διάγει, καὶ μέχρι τοσούτου τὴν ἐργασίαν ἐκτείνει, μέχρις ὅσου καὶ θεράπων ἢ φόβῳ τοῦ κυρίου ἢ εὐμενείᾳ τῇ παρ’ αὐτοῦ προσέχει τῷ ἔργῳ. οὐδὲ γὰρ ὁ πλούσιος οὐδ’ ὁ πένης πλεῖόν τι, μόνον | |
δὲ ἕκαστος τοῦ ἰδίου καμάτου τὸν μισθὸν ἐκδέχεται. | 59 | |
60 | 7,3—6 οὕτως καὶ ἐγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δέ μοι ὀδυνῶν δεδομέναι εἰσίν. ἐὰν κοιμηθῶ λέγω· πότε ἡμέρα; ὡς δ’ ἂν ἀναστῶ πάλιν· πότε ἑσπέρα; πλή‐ ρης γὰρ γίνομαι ὀδυνῶν ἀφ’ ἑσπέρας ἄχρι πρωί. φύρεται δέ μου τὸ σῶμα ἐν σα‐ πρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων. ὁ δὲ βίος μού ἐστιν ἐλα‐ | |
5 | φρότερος δρομέως, ἀπόλωλεν δὲ ἐν κενῇ ἐλπίδι. ταύτην κἀγὼ ἔχων τὴν ἔννοιαν περὶ τῶν παρόντων διετέλουν, ἐπλήγην δὲ καὶ οὕτω διακείμενος καὶ τοιαύτῃ μάστιγι ᾔκισμαι, ὥστε με καὶ νυκτὸς καὶ ἡμέρας τῶν ἐναντίων ἐπιθυμεῖν. νομίζων γάρ μοι ἐπώδυνον γενέσθαι τὴν νύκτα ἐγλιχό‐ μην γενέσθαι ἡμέραν, ταύτης δὲ παραγενομένης πάλιν ἐπόθουν τὴν νύκτα ὡς ἐπι‐ | |
10 | εικεστέραν. ἡμέραν δὲ πᾶσαν καὶ νύκτα ἴσα ὀδυνῶμαι οὐκ ἔχων ἀνακωχήν, πρὸς δὲ τούτοις καὶ αὐτὸ τὸ σῶμα πάσης φθορᾶς ἔμπλεων γέγονε καὶ σκωλήκων βρῶμα. ἰχὼρ δὲ τοσοῦτος ἀπορρεῖ διασαπείσης μου τῆς σαρκός, ὡς τοὺς βώλους τῆς γῆς διαβρόχους γινομένους πηλοῦ δίκην ἐξυγραίνεσθαι. ὁ πᾶς δέ μου βίος κατανήλω‐ ται καὶ παρῴχηκεν ὡς δρομεύς, καὶ οὐδέν μοι περιλείπεται ἢ τὸ λαλεῖν καὶ τοῦ‐ | |
15 | το διὰ κενῆς. 7,7—9α μνήσθητι 〈δὴ〉 ὅτι πνεῦμά μου ἡ ζωὴ καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφ‐ θαλμός μου τοῦ ἰδεῖν τὸ ἀγαθόν. οὐκ ἀτενιεῖ μοι ὁ ὀφθαλμός μου τοῦ ὁρῶντος. οἱ ὀφθαλμοί σου ἐν ἐμοὶ καὶ οὐκέτι εἰμὶ ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπὸ οὐρανοῦ. ἰδὲ οὖν ὡς τὸ ἀναπνεῦσαί μοι ὑπάρχει μόνον, καὶ ἐὰν ἐξέλθω ἐκ τοῦ σώματος, | |
20 | οὐδὲν οὐκέτι ὄψομαι τῶν ἐνταῦθα λεγομένων ἀγαθῶν· τηνικαῦτα γὰρ πάντες με ἀ‐ | |
πολείψουσιν, νεκροῦ γὰρ οὐδεὶς φίλος. ὀργισθεὶς γάρ μοι ἐστήριξας ἐπ’ ἐμὲ τοὺς | 60 | |
61 | ὀφθαλμοὺς καὶ ἠφάνισμαι ὥσπερ νέφος παραδραμὸν τῆς ἀπὸ σοῦ φυλακῆς ἔρημος γε‐ γονώς. καὶ γεγένημαι γυμνός, ὅς ποτε ἄλλοις ἐγινόμην σκιὰ καὶ κηδεμὼν ἀγαθός. 7,9β—10 ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐ μὴ ἀναβῇ ἔτι, οὐδ’ οὐ μὴ ἐπιστραφῇ πάλιν εἰς τὸν ἴδιον οἶκον, οὐδ’ οὐ μὴ ἐπιγνῷ αὐτὸν ὁ τόπος αὐτοῦ. | |
5 | ταῦτα δὲ λέγει οὐχὶ τὸν τῆς ἀναστάσεως ἀθετῶν λόγον, ὡς ἐνόμισαν Μανι‐ χαῖοι καὶ Οὐαλεντῖνοι, ἀλλ’ ὅτι, φησίν, ὁ τελευτήσας οὐκέτι ἐπανήξει εἰς ταύτην τὴν 〈δι〉αγωγὴν οὐδὲ θνητῶν ἐφάψεται ἔτι πραγμάτων ἑτέρας λήξεως τυγχάνων· πέπαυται γὰρ αὐτῷ λοιπὸν ὁ τῆς πολιτείας λόγος καὶ τῶν βιωτικῶν ἔργων ἐκεχει‐ ρίαν ἔχει παραδραμούσης τῆς ἐπιπόνου ἐργασίας καὶ τῷ θανάτῳ ἐπισχεθείσης. | |
10 | 7,11—13 ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, 〈λαλήσω δὲ ἐν ἀνάγκῃ ὢν τοῦ πνεύματός μου〉, ἀνοίξω δὲ τὸ στόμα μου ἐν πικρίᾳ ψυχῆς συνεχόμενος. πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπ’ ἐμὲ φυλακήν; εἶπον· παρακα‐ λέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν διάλογον τῇ κοίτῃ μου. τοιγαροῦν, φησί, τῷ μεγέθει τῆς ὀδύνης ἀγχόμενος διὰ τὸ ὑπεραίρειν τὸν ὄγ‐ | |
15 | κον τοῦ πάθους τὴν ἀσθένειαν τῆς σαρκὸς ἐρῶ μηδὲν ὑποστειλάμενος. πότερον θά‐ λασσά εἰμι ἢ δράκων; ἐπὶ γὰρ τούτων δικαίως ἔταξας τοσαύτην φυλακήν, ἐμοῦ δ’ εὐτελοῦς ἀνθρώπου τυγχάνοντος ὑπερβαίνει τὴν ἀσθένειαν ἡ βάσανος. ἠθέλησα δὲ καὶ ἐν τῇ κοίτῃ μου λογίσασθαι, τίνι λόγῳ μοι ταῦτα συνέβη, καὶ οὐδὲ τοῦτό | |
μοι συνεχώρησας ταῖς σφοδραῖς ἀλγηδόσιν ἐπισκιάσας μου τὰς ἐννοίας. | 61 | |
62 | 7,14—16α διὰ τί δὲ ἐκφοβεῖς με ἐνυπνίοις καὶ ἐν ὁράμασί με καταπλήσσεις; ἀπαλλάξεις γὰρ ἀπὸ πνεύματός μου τὴν ζωήν μου, τὴν δὲ ψυχήν μου ἀπὸ τοῦ σώμα‐ τός μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου· οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακρο‐ θυμήσω. | |
5 | εἰ καί ποτε γεγένημαι ἄκροις βλεφάροις καταδαρθείς, εὐθὺς ὀνείροις με ἐκ‐ ταράττεις καὶ δείμασί με ἐκφοβεῖς, ὅθεν ἥδιον ἀνταλλάττομαι τῆς ἐπωδύνου ζω‐ ῆς τὸν θάνατον· ἴσως γὰρ οὗτος ἐπελθὼν παύσει μου τὰς ὀδύνας. οὐ γὰρ ἐν ταύτῃ τῇ διαγωγῇ διαιωνίζω, ἵνα ἀπνευστὶ φέρω τὰς τηλικαύτας ὀδύνας· ἐφήμερος δὲ ὢν ὑπομένειν ἀστενακτὶ οὐχ οἷός τέ εἰμι. | |
10 | 7,16β—20α ἀπόστα ἀπ’ ἐμοῦ, κενὸς γάρ μου ὁ βίος ἐπὶ τῆς γῆς. τί γάρ ἐ‐ στιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν καὶ ἐπισκοπὴν αὐτοῦ ποιῇ τὸ πρωὶ καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρίνεις; ἕως τίνος οὐκ ἐᾷς με οὐδὲ προίῃ με, ἕως ἂν καταπίω ἐν ὀδύνῃ τὸν πτύελόν μου; εἰ ἐγὼ ἥμαρ‐ τον, τί σοι δύναμαι πρᾶξαι; | |
15 | ταῦτα λέγει ὁ ἅγιος Ἰὼβ τὸ ἑαυτοῦ εὐτελὲς ἀπαγγέλλων καὶ σμικρύνων ἑαυτὸν ἔμπροσθεν τοῦ θεοῦ. τί γάρ, φησίν, ἐστὶν ἄνθρωπος ἐκτὸς τῆς σῆς ἐπικουρίας; τούτῳ δὲ μόνον ἔστιν, ὅτι ἐπισκέπτῃ αὐτόν. ἄνες οὖν μοι, ἕως ἐὰν τὴν ἔκτηξιν τῆς σαρκός μου καταπίω. εἰ δὲ ἥμαρτον, τί δύναμαι ποιῆσαί σοι; πάντα οὐδέν | |
ἐστιν, καὶ λανθάνει δὲ οὐδὲν τῶν πραττομένων. | 62 | |
63 | 7,20β—21 ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, διὰ τί ἔθου με κατεντευκ‐ τήν σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; καὶ διὰ τί οὐ λήθην ἐποιήσω τῆς ἁμαρτίας μου καὶ καθαρισμὸν τῆς ἀνομίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί. | |
5 | ὁ ἐπιστάμενος πᾶν ἐγκρύφιον ἐνθύμημα, τί προσεποιήθης με κακῶσαι; ἵνα τί κατεντυγχάνω σοι; †τοῦτο μὲν ὡς μὴ μέλοντός σοι περὶ ἐμοῦ οὔτε ἂν ἐντυγχάνω φορτίον σοί εἰμι†. τίς γάρ σε κωλύει ἀφεῖναί μοι τὴν ἁμαρτίαν; μὴ ὑπὸ νόμους τινὰς πράττεις; τίς οὖν σε κωλύει καθᾶραί με τῆς ἁμαρτίας; τίς ἀντιστήσεταί σοι κατὰ πρόσωπον καὶ τίς ἐρεῖ σοι· τί ἐποίησας; εἰ πρὸς ἐμέ σοι πᾶς ὁ πόλεμος | |
10 | βέβληται τὸν σήμερον ὄντα καὶ αὔριον οὐχ ὑπάρχοντα †ἐν τῇ διαγωγῇ τῇ προσφάτῳ οὕτω σου τὰ εὐτελῆ τῆς τιμωρίας τοιαῦτα,† ποῖα ἂν εἶεν τὰ δι’ αἰῶνος τοῖς κο‐ λασθησομένοις ἀτελεύτητα κολαστήρια; 8,1—2 Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρῆμον τοῦ στόματός σου. | |
15 | οἱ τοῦ Ἰὼβ φίλοι παραγενόμενοι ὁμοθυμαδὸν πρὸς αὐτὸν τοῦ παρακαλέσαι αὐτὸν συνῆσαν μὲν ἀλλήλοις, καὶ μετὰ τὸ καθεσθῆναι τὰς ἑπτὰ ἡμέρας ἡσυχίαν ἀγόντων αὐτῶν ὁ μακάριος πρὸς ἑαυτὸν σχετλιάζων τὸ μέγεθος τῆς ὀδύνης ἐξήγγειλεν. παυσάμενον δὲ τοῦ λέγειν διαδεξάμενος ὁ Ἐλιφὰτζ καὶ φήσας ὅτι· μὴ πολλά‐ κις σοι λελάληται ἐν κόπῳ; καὶ πολλὰ ἕτερα πρὸς αὐτὸν κατὰ μέρος εἰ‐ | |
20 | ρηκὼς ἐνομίσθη παρὰ τῶν φίλων ἰσχυρῶς ἀντειρηκέναι. ὁ δὲ ἅγιος Ἰὼβ ἀνταμειβό‐ | |
μενος αὐτὸν τοσοῦτον ὑπερῆρε τῷ μεγέθει τοῦ λόγου καὶ τῇ ἀληθείᾳ, ὡς μηκέτι | 63 | |
64 | τολμῆσαι ἕτερον τῶν φίλων εἰς τὰ κατὰ μέρος αὐτῷ διαλεχθῆναι (ἦν γὰρ αὐτοῖς ὥσπερ πάλη ἡ τῶν λόγων ἅμιλλα). ἀλλὰ ἀρξάμενος 〈ὁ Βαλδὰδ〉 καὶ πολυρημοσύνην κατηγορήσας ἐν οἷς φησι πρὸς αὐτόν· μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρῆμον τοῦ στόματός σου, συνεκτικώτατόν τινα καὶ αὐτὸς | |
5 | λόγον εὑρὼν πρὸς πάντα ὁμολογούμενον ἐξ ἀμφοτέρων φησί· 8,3 μὴ ὁ κύριος ἀδικήσει κρίνων ἣ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; τουτέστιν· ὁ τὰ ὅλα ποιήσας τὸ κάλλιστον κτῆμα τὴν δικαιοσύνην ἀφανίσει; καὶ ταῦτα εἰρηκὼς μέγιστα καὶ συνεκτικώτατα καὶ ἀμφοτέροις συνομολογούμενα καὶ στήσας ἐν τούτοις ὥσπερ μεγάλοις ὄρεσι καὶ στήλαις ἀκινήτοις τὸν λόγον, | |
10 | ποιεῖται καὶ ἐκ τῶν κατὰ μέρος τὴν ὑπόδειξιν τοῦ ζητουμένου καί φησιν· 8,4 εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ τὴν ἀνομί‐ αν αὐτῶν. τῷ προαπαιτηθέντι δικαίῳ ἀποδιδοὺς τὴν κατ’ αὐτῶν δίκην. 8,5—7 σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος· εἰ καθαρὸς εἶ καὶ | |
15 | ἀληθινός, δεήσεώς σου εἰσακούσεται, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης. ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα. καὶ τοῦτο τῷ δικαίῳ λόγῳ ἀναθεὶς καὶ τὰ λοιπὰ ἀξιολόγως παραινέσας ἐπὶ τὸ συνεκτικὸν ἧκε φάσκων ὅτι· εἰ καὶ μηδὲν ἀδικήσας ὑπομένεις ταῦτα, ἀλλ’ οὖν γε ἀ‐ θῷος ὢν οὐκ εἰς τέλος ἐγκαταλειφθήσει, 〈...〉 τῶν προτέρων καλῶν οὐ μόνον διὰ | |
20 | τὸ πλῆθος αὐτῶν, ἀλλὰ καὶ διὰ τὸ ἀμήχανον κάλλος. | 64 |
65 | 8,8—10 ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος 〈πατέρων〉· χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ δέ ἐστιν ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς. ἦ οὐχ οὗτοί σε διδάξουσι ῥήματα καὶ ἀναγγελοῦσί σοι σύνεσιν σοφίας καὶ ἐν καρ‐ δίᾳ σε διδάξουσι ῥήματα; | |
5 | πυθοῦ δή, φησί, γενεᾶς προγεγενημένας, εἰ γέγονεν ἀδικία ἐκ θεοῦ ποτε. ἡ‐ μεῖς γὰρ χθὲς ὡς ἂν εἴποι τις γεγόναμεν, ἄλλως τε οὐχ οἷόν τε ἐκ σοῦ τὴν ὅλην οἰκονομίαν κατανοῆσαι, ἀλλ’ ἢ ἄρα ἐκ τῆς καθόλου τὰ κατὰ σὲ διακρίνεις· οὐκ ἄρα ἐκ τῶν κατὰ μέρος θεωρεῖται τὸ ὅλον, ἀλλὰ γὰρ ἐκ τοῦ καθόλου τὸ κατὰ μέ‐ ρος· ὀλιγοχρόνιοι γὰρ ὄντες οὐ πάντα ἐξ ἑαυτῶν ἀκριβοῦν δυνάμεθα. πῶς γὰρ | |
10 | οἷόν τε πάντα τὰ συμβαίνοντα ᾡτινιοῦν λόγῳ συμβαίνει γινώσκειν, εἰ μή τι πα‐ ρὰ τῶν παλαιῶν ἀκουσόμεθα; ἐξ ὧν γὰρ ἐκεῖνοι ἐνετείναντο μανθάνειν, οἴδαμεν ἡμεῖς. 8,11—12 μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται. βούτομον ἄνευ πότου ἔτι ὂν ἐπὶ ῥίζης; καὶ οὐ μὴ θερισθῇ πρὸ τοῦ πιεῖν πᾶσαν βοτάνην· ἐὰν δὲ μὴ πί‐ | |
15 | ῃ ξηραίνεται. ἵνα δὲ καὶ ἐκ τοῦ εὐτελοῦς σοι τὸ ζητούμενον τῆς προνοίας ἀποδείξω· οὔτε τὰ εὐτελῆ οἷόν τε γίνεσθαι 〈...〉. ἐὰν γὰρ μὴ αὐτὸς χορηγήσῃ τὸν ὑετὸν τῇ γῇ, οὐχ οἷόν τε οὔτε χόρτον γενέσθαι οὔτε πεπανθῆναι τοὺς καρπούς, κἂν μὴ συμμέ‐ τρως ὕσῃ, πάλιν διαφθείρεται. εἰ οὖν καὶ ἐν τοῖς οὕτω μικροῖς ἡ παρ’ αὐτοῦ | |
20 | πρόνοια ἐκτείνεται, τί δεῖ ἀμφιβάλλειν καὶ περὶ μειζόνων, ὅτι μὴ ἄνευ τῆς αὐ‐ | |
τοῦ φυλακῆς οἷά τε διαμένειν· πᾶσα γὰρ φύσις ἔξωθεν ἐρανιζομένη οἴκοθεν ὁμο‐ | 65 | |
66 | λογεῖ τὴν τοῦ χορηγοῦντος ἀγαθότητα καὶ ἐξουσίαν. ἄνευ γὰρ τῆς ἀγαθότητος αὐ‐ τοῦ καὶ ἐπικουρίας οὐδὲν διαμένειν δύναται· τὸ γὰρ μὴ ἑαυτὸ πεποιηκὸς ἑαυτὸ φυλάττειν οὐχ οἷόν τε. οὐδὲν δὲ τῶν ὄντων ἑαυτὸ ἐποίησεν, οὐδὲν ἄρα ἐπαρκεῖν ἑαυτῷ δύναται· οὐ γὰρ ἔχει φύσεως τὸ ὑπ’ ἄλλου γεγονὸς ἑαυτὸ διαφυλάττειν. | |
5 | 8,13α οὕτω τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ θεοῦ. εἰ δὲ ἐν τοῖς προλαβοῦσιν ἔλεγον μηδὲν ἄδικόν ποτε παρὰ θεοῦ γεγενῆσθαι εἴς τινα τῶν ὄντων, δῆλον ὅτι καὶ νῦν φημι· ὥσπερ δίκαιος ὢν εὐεργετεῖ τοὺς εἰς αὐτὸν εὐσεβοῦντας, οὕτω καὶ τοὺς ἐπιλανθανομένους αὐτοῦ τῷ λόγῳ τοῦ δι‐ καίου ἀπόλλυσιν. | |
10 | 8,13β—15 ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται, ἀοίκητος δὲ αὐτοῦ ἔσται ὁ οἶκος καὶ ἡ ὁδὸς αὐτοῦ, ἡ δὲ σκέπη αὐτοῦ ἀράχνη ἀποβήσεται. 〈ἐὰν ὑπερείσῃ τὴν οἰκί‐ αν αὐτοῦ, οὐ μὴ στῇ〉, ἐπιλαβομένου αὐτῆς οὐ μὴ ὑπομείνῃ. οὐ γὰρ ἔχει τὸν θεὸν ὁ τοιοῦτος ἐπισκοποῦντα αὐτὸν οὐδὲ τὰ αὐτοῦ φρουροῦν‐ τα· ἀγνοῶν γὰρ αὐτὸν πῶς ἂν ὑπ’ αὐτοῦ σκεπασθείη ἐν ἡμέρᾳ ὀργῆς ἢ πῶς ἂν αὐτῷ | |
15 | ἐξευμαρισθείη ἡ ὁδὸς αὐτοῦ οὐκ ἀγαθὴν ἔχοντι τὴν πορείαν, ἀλλὰ πονηρὰν τὴν πρόθεσιν; οὐκοῦν οὐκ ἔσται αὐτῷ οὐδεμία βοήθεια διὰ τὸ μὴ ἐπαρήγειν αὐτῷ τὸν θεόν. 8,16 ὑγρὸς γάρ ἐστιν ἀπὸ ἡλίου καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξ‐ | |
ελεύσεται. | 66 | |
67 | ὃ λέγει τοιοῦτόν ἐστιν· ὥσπερ, φησίν ἐξ ὑγρᾶς ἔχει σταγόνος τὸ σῶμα (λέγει δὴ τοῦ σπέρματος, ὅπερ ἐστὶ περίττωμα τροφῆς, τροφὴ δὲ ἐκ τῶν στοιχείων), οὕ‐ τω καὶ διαιτώμενος ἔξω καὶ ὑπὸ ἡλίου θαλπόμενος καὶ ἐπίπονον ἐργασίαν ποιού‐ μενος ἐξυγραίνεται τοῖς ἱδρῶσι περιτεινόμενος κατὰ τὸ εἰρημένον· ἐν ἱδρῶτι | |
5 | τοῦ προσώπου σου φάγει τὸν ἄρτον σου, ὅτι ἐργᾷ τὴν γῆν καὶ οὐ προσθήσει τοῦ δοῦναί σοι τὴν ἰσχὺν αὐτῆς. 〈ἐκ〉 σαπρίας δ’ ὁ ῥάδαμνος λέγει οὐχ ἵνα φαυλίσῃ τὸ σπέρμα κατὰ Μανιχαίους καὶ Ψευδεγκρατίτας (οὔτε γὰρ τὸ σῶμα κακὸν οὔτε αἱ τροφαὶ φαῦλαι οὔτ’ αἰσχρὸν τὸ τούτων περίττωμα· οὐδὲν γὰρ παρὰ ἀγαθοῦ κακὸν πέφυκεν), ἀλλὰ | |
10 | σαπρίαν λέγει ὁ σοφὸς Βαλδὰς τὸ μετὰ φθορᾶς γίνεσθαι. ἡ δὲ φθορὰ 〈τοῦ σπέρμα‐ τοσ〉 στερεοῦ γένεσις ζῴου· καλὸν δὲ πᾶν ζῷον, καλὴ καὶ ἡ τοιαύτη φθορά, καλὸν ἄρα καὶ τὸ σπέρμα, ἐπειδὴ καὶ αἱ τροφαὶ καὶ τὰ στοιχεῖα, ἐξ ὧν αἱ τρο‐ φαί· καλὸν ἄρα καὶ τὸ σῶμα, ἐπειδὴ καὶ τοῦτο ἐκ τῶν πρώτων ὂν σωμάτων κατὰ διαίρεσιν ἐξ αὐτῶν ὑπάρχει. καὶ αὐτὰ δὲ τὰ στοιχεῖα εἰ καὶ μὴ μετὰ φθορᾶς γε‐ | |
15 | γόνασιν (μὴ ὄντα γὰρ γέγονεν ὑπὸ θεοῦ), ἀλλ’ οὐκ ἄνευ φθορᾶς ἡ εἰς ἄλληλα αὐ‐ τῶν τροπὴ γίνεται οὐδὲ τὰ ἐξ αὐτῶν. ὁ τοίνυν ἐπαισχυνόμενος τὴν φθορὰν ὡς ἐπαίσχυντον ἐπαισχυνέσθω καὶ τὴν γένεσιν. ἡ γὰρ τῶν πρώτων σωμάτων εἰς ἄλληλα τροπὴ δευτέρων ἐστὶ γένεσις, ἀλλ’ οὐκ ἄνευ φθορᾶς· ὅπου γὰρ διαίρεσις καὶ τρο‐ πὴ καὶ ἀλλοίωσις, πάντως ὅτι καὶ φθορὰ καὶ γένεσις ἑτέρου. ὥσπερ δὲ ἡ τοιαύτη | |
20 | φθορὰ οὐ κακὴ ἅτε γένεσις οὖσα (μετὰ φθορᾶς γὰρ πᾶσα μετάδοσις), οὕτως οὐδὲ πᾶσα σαπρία φαύλη, κἂν ἀπὸ κοινοῦ ὀνόματος ὀνομάζηται ἄνθρωπος σαπρία· οὐ γὰρ | |
τοσοῦτόν ἐστιν ἰσχυρὰ ἡ ὁμωνυμία ὥστε ἐργάζεσθαι ταὐτότητα τῶν πραγμάτων. θε‐ | 67 | |
68 | ὸς γάρ ἐστιν ὁ τῶν πραγμάτων ποιητὴς καὶ τῶν τῆς οὐσίας ὀνομάτων ὁριστής. ἀλλὰ δημιουργῶν οὐ πάντως τὰ ὁμώνυμα καὶ συνώνυμα εἶναι βούλεται, ἀλλὰ συνώ‐ νυμα μὲν ἐθέλει καλεῖσθαι ὡς ἄγγελον καὶ ἄγγελον (τὰ λειτουργικὰ πνεύματα), ὁμώνυμα δὲ ὡς ἄγγελον τὸν ἀσώματον καὶ ἄγγελον τὸν ἀποστελλόμενον ἄνθρωπον. | |
5 | ὥσπερ δὲ ἐνταῦθα κοινωνία μόνον ἐστὶν ὀνομάτων ἀλλ’ οὐ κοινωνία φύσεων, οὕτω καὶ ἐπὶ τῆς σαπρίας καὶ τῆς φθορᾶς τῷ προσρήματι γίνεται κοινωνία, οὐ μὴν καὶ τῷ πράγματι. ἔτι εἴπωμεν εἰς τὸ ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου καὶ ἐκ τῆς σα‐ πρίας ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται. καὶ γὰρ καὶ οὕτως ἠκούσαμεν· | |
10 | οὐκ ἔσται, φησί, τῷ ἀσεβεῖ οὐδεμία βοήθεια παρὰ θεοῦ· κἂν γὰρ χρεία θέρμης αὐτῷ γένηται, ὁ ἥλιος ὁ τοὺς πάντας θερμαίνων τούτῳ τἀναντία ἐμποιήσει καὶ τὸ πάντα ἀρδεῦον ὕδωρ τούτῳ μᾶλλον σῆψιν παρέξει τοῦ θεοῦ μὴ ἐπικουροῦντος αὐτῷ βοήθειαν. καὶ αὐτὰ τὰ στοιχεῖα ἐκπολεμήσει αὐτὸν ὥσπερ ἐπὶ τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων ἡμέρα μὲν εἰς νύκτα τρεπομένη, ὕδωρ δὲ εἰς αἷμα καὶ αἰθάλη καμινι‐ | |
15 | αία εἰς σκνῖπας μεταβαλλομένη. 8,17—18α ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται· ἐὰν καταπίῃ αὐτὸν ὁ τόπος ψεύσεται. ὥσπερ ἄψυχος ἀψύχοις προστετηκὼς οὐκ ἔχων τὴν παρὰ θεοῦ ἐπιτροπὴν ἀλλ’ ἐγ‐ καταλελειμμένος ὑπ’ αὐτοῦ. πᾶς τόπος αὐτὸν οὐ δέξεται (ὃν γὰρ ὁ θεὸς ἀπέστραπ‐ | |
20 | ται, τίς ἂν προσλήψοιτο;), καὶ τὸν ἐμπαροινήσαντα εἰς τὴν τοῦ διοικοῦντος πρό‐ | 68 |
69 | νοιαν πάντα τὰ κτίσματα βδελύξεται καὶ ὡς ἐχθρὸν φεύξεται κατὰ τὸ εἰρημένον· συνεκπολεμήσει δὲ αὐτῷ ἡ κτίσις τοὺς ἐχθρούς. 8,18β—19 οὐχ ἑώρακας τοιαῦτα, ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη· ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει. | |
5 | ἀντὶ τοῦ· οὐ λείψει τὸ γένος τοῦ ἀσεβοῦς ἕως ἐστὶν αὕτη ἡ διαγωγή· πάλιν γὰρ ἕτερος γενηθήσεται 〈...〉. οὐ γὰρ ἄδικος ὁ θεὸς ἀθῳῶσαι τοὺς καὶ εἰς αὐ‐ τὸν καὶ εἰς τὸ δίκαιον ἐξαμαρτάνοντας, ἀλλ’ ἑκάστῳ τὰ πρὸς ἀξίαν ἀποδοθήσεται. 8,20—22 ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον, πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται. ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος καὶ τὰ χείλη αὐτῶν ἀγαλλιάσε‐ | |
10 | ως· οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, καὶ δίαιτα ἀσεβοῦς οὐκ ἔσται. οὔτε γὰρ τοὺς εἰς αὐτὸν εὐσεβοῦντας περιορᾷ ἀγεράστους οὔτε μὴν τοὺς ἀσε‐ βοῦντας, φησίν, ἀφίησιν ἀτιμωρήτους. διὰ τούτων γὰρ πάντων τοῦ δικαίου τὸν λόγον παρέστησεν. 9,1—2α Ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἐπ’ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. | |
15 | εἰπόντος γὰρ πρὸς αὐτὸν τοῦ Βαλδάδ· μὴ ὁ κύριος ἀδικήσει κρίνων αὐτὸς ἀποκρίνεται· ἐπ’ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. καὶ γὰρ εἰ‐ δὼς ὅτι δίκαιός ἐστιν ὁ θεός, πλεῖον εἰς παρρησίαν ἐγείρομαι, ἐξ ὧν τὰ κατ’ ἐμαυτὸν οἶδα. ἀλλ’ οὐ τοῦτο ἀρκεῖ πρὸς ἀκριβῆ διάγνωσιν, ἐὰν μὴ ἡ παρ’ αὐτοῦ | |
ψῆφος τοῦτο κυρώσῃ. | 69 | |
70 | 9,2β—4α πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ; ἐὰν γὰρ βούληται κριθῆ‐ ναι μετ’ αὐτοῦ, οὐ μὴ ὑπακούσῃ αὐτοῦ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χειλέων. σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας. ἐὰν γὰρ μὴ αὐτὸς ἐπινεύσῃ καὶ κυρώσῃ τοῦτο κρίσει, τίς ἂν δικαιώσει ἕτε‐ | |
5 | ρος; οὐ γὰρ ἀνάγκῃ κάμπτεταί τινος. τί γάρ ἐστιν ἀνθρώπου δικαιοσύνη ἀλλ’ ἢ ἡ πρὸς τὸν πλησίον ἰσότης; τί οὖν τῷ θεῷ δίδωσιν, ἵνα καὶ αὐτὸν ἄκοντα ἐπινεῦ‐ σαι ποιήσῃ; ἀλλ’ οὐδέν. δεσπόζων δὲ τῶν ὅλων ὅτε βούλεται τότε καὶ ἐπιψηφίζε‐ ται εἰδὼς ἀκριβῶς τὸ συνοῖσον. οἶδα δέ, ὡς οὐδὲν τῶν ὄντων συγκρίνεται αὐτῷ, οὐκ εἰς σοφίαν, οὐκ εἰς δύναμιν. τί οὖν πρὸς τὴν ἐμὴν συνείδησιν †εἰδυῖαν, ὃ | |
10 | ζητῶ ἐπερειδόμενος τῇ αὐτοῦ δικαιοσύνη†; 9,4β τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; τίς σκληρός, ἀναιδὴς ἄγαν, ὃς ὑπομενεῖ τὴν αὐτοῦ ἀπειλὴν καὶ δυνήσεται ἀντομματῆσαι καὶ εἰπεῖν· τί οὕτως ἐποίησας; 9,5—6 ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ, ὁ σείων τὴν | |
15 | ὑπ’ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται. ὁ καὶ τὰ μεγάλα τῶν ἀψύχων ἀναλωθῆναι ποιῶν οὐχ ὡς ἐχόντων αὐτῶν αἴσθησιν, ἀλλ’ ἐκ τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ δεικνύς, ὅτι πάντα τῇ δυνάμει αὐτοῦ ὑπό‐ κειται—τῷ βουλήματι αὐτοῦ ἐστερέωται ὁ κόσμος καὶ τῇ αὐτοῦ ἐξουσίᾳ ἐκ θεμε‐ | |
λίων σείεται ἡ σύμπασα οἰκουμένη. | 70 | |
71 | 9,7 ὁ λέγων τῷ ἡλίῳ μὴ ἀνατέλλειν καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατα‐ σφραγίζει. ἀντὶ τοῦ· ὁ προστάττων ἡλίῳ καὶ ἄστροις μὴ φαίνειν ἀνθρώποις ἢ μὴ διανύειν τὸν δρόμον ἢ εἰς τοὐπίσω παλινδρομεῖν. Αἰγυπτίοις μὲν γὰρ τρεῖς ἡμέρας οὐκ ἔ‐ | |
5 | φαινεν· ἔστη δὲ ἐπὶ Ἰησοῦ τοῦ 〈τοῦ〉 Ναυὴ εἰς ἄμυναν τῶν ἐχθρῶν τοῦ θεοῦ, καὶ οὐκ ἐγένετο, φησί, τοιαύτη ἡμέρα. εἰς τοὐπίσω δ’ ἐπαλινδρόμησεν ἐπὶ Ἐζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας, ὅτε ἐκ τῆς ἀρρωστίας ἰάθη παρὰ θεοῦ. καὶ ἐπὶ τοῦ πάθους τοῦ κυρίου ἐσκοτίσθη καὶ ἐξέλιπε διὰ τὴν τόλμαν τῶν Ἰουδαί‐ ων, οὐ φέρων τοῦ δεσπότου τὴν ὕβριν. ἀλλ’ ἐξέλιπεν οὐ συνήθη ἔκλειψιν, οἵαν | |
10 | φασὶ γίνεσθαι καθ’ ὑποδρομὴν σελήνης· μακρὰν γὰρ ἦσαν ἀλλήλων οἱ φωστῆρες. καὶ κατὰ ἄστρων δὲ κατασφραγίζει· καὶ γὰρ καὶ Πλειάδες τεσσαράκοντα κατα‐ κρύπτονται ἡμέρας {μόνας}, καὶ {φθιν} ὀπωρινὸς ἀστήρ, ὃν Κύνα τινὲς καλοῦσι τοῦ Ὠρίωνος ὄντα, τεσσαράκοντα μόνας ἡμέρας ἐπιφαίνει ὁμολογῶν διὰ τὸ χρόνιον τῆς ὑποστολῆς τὴν τοῦ προστάξαντος θεοῦ κατὰ πάντων ἐξουσίαν. | |
15 | 9,8 ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. 〈ἔλεγε μὲν τὸ〉 περιεπάτησε δηλῶν, ὅτι ὁ αὐτὸς βουλήσει τῇ ἐκείνου τὸν οὐ‐ ρανὸν ἐτάνυσε· μόνος δὲ εἴρηκεν οὐκ ἐπὶ τὸν τῆς ἐνεργείας λόγον, ἀλλ’ ἐπὶ τὸν τῆς αὐθεντίας ἀναδραμών· θεὸς μὲν γὰρ μόνος 〈ὡσ〉 προστάξας, οὐ δὲ μόνος | |
ὡς ἐνεργήσας καὶ ποιήσας. | 71 | |
72 | 9,9 ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ Ταμίαν νότου. ὁ γὰρ δημιουργήσας αὐτὰ αὐτὸς καὶ τὰς ἐπιτολὰς αὐτοῖς καὶ τὰς καταδύσεις ἐπιτάττει πρὸς τὸ χρήσιμον τοῦ βίου καὶ τῆς αὑτοῦ προνοίας ἔνδειξιν. Πλειὰς μὲν γὰρ ἐπιτέλλουσα ἄρχεσθαι ἀμήτου παρακελεύεται, καταδύουσα δὲ ἀρότρου ἅπ‐ | |
5 | τεσθαι σημαίνει. ὁ Ἕσπερος δὲ μὴ 〈... ὁ δὲ Ἀρκτοῦροσ〉 τοῖς πλέουσιν ὁδηγὸς γίνεται, οὔποτ’ ἐπ’ εὐθείας βαίνων, ἀλλ’ ἀεὶ καθάπερ ἄξων τις περιδινούμενος. Ταμίας δὲ νότου ὑπὸ μὲν τὴν ἄρκτον τέτακται καὶ αὐτός, ἀνέμους δὲ †κατασκευά‐ ζει ἐπὶ ἀνατολάς, κατάδυσις δὲ διεγείρει†. 9,10 ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστι | |
10 | ἀριθμός. τὸ ἄπειρον καὶ τὸ θαυμαστὸν τῶν ὑπ’ αὐτοῦ γενομένων σημαίνει (ἄπειρον δὲ οὐκ αὐτῷ, ἀλλὰ τοῖς ἀνθρώποις) καὶ τὸ καθόλου τῆς προνοίας καὶ τὸ κατὰ μέρος ἐξηγούμενος ὑμνεῖ τὸν θεόν. 9,11—13 ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω, καὶ ἐὰν παρέλθῃ με, οὐδ’ ὧς ἔγνων. ἐὰν | |
15 | ἀπαλλάξῃ, τίς ἀποστρέψει ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ’ αὐτοῦ δὲ ἐκάμφθησαν κήτη τὰ ὑπὸ τὸν οὐρανόν. αὐτὸς γὰρ τῶν πάντων ἐφαπτόμενος καὶ τὰ πάντα τῇ γνώμῃ σαλεύων ἀθέατός ἐστι καὶ ἀνέπαφος ὡς φύσει ἀόρατος. οὐ μὴν οὐδὲ ἔχει τὸν ἀνθιστάμενον οὐδὲ | |
ὑπόκειταί τινι εἰς ὀργήν· ἐλεύθερος γάρ ἐστι νόμων, τῇ δὲ ἐξουσίᾳ αὐτοῦ πάν‐ | 72 | |
73 | των κρατεῖ, μικρῶν καὶ μεγάλων, ἀσθενῶν καὶ ἰσχυρῶν. 9,14—18 ἐὰν δέ μου εἰσακούσῃ ἢ διακρίνῃ τὰ ῥήματά μου μετ’ αὐτοῦ, ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήσομαι· ἐάν τε καλέσω καὶ εἰσακούσῃ, οὐ πιστεύω, ὅτι ἐπακήκοέν μου, μὴ ἐν γνόφῳ 〈με〉 ἐκτρί‐ | |
5 | ψῃ. πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενῆς· οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας. οὐ γὰρ τὴν αὐτοῦ ἐξουσίαν ἐπικάμπτει τὸ νομίζεσθαί με εἶναι δίκαιον· τῆς γὰρ αὐτοῦ κρίσεως χρῄζω εἰς τὸ ἀναδειχθῆναι τοιοῦτος. ἐγὼ γὰρ τῇ πείρᾳ μεμά‐ θηκα πείθεσθαι μᾶλλον, ἐπειδὴ ὁράσει μοι οὐχ ὑποπίπτει. ἡ γὰρ τῶν κακῶν ὑπό‐ | |
10 | θεσις τοῦτό με δρᾷν παρασκευάζει. τὴν γὰρ ἐξουσίαν αὐτοῦ εὐλαβοῦμαι, οὐ τὴν ἑαυτοῦ δικαιοσύνην θαυμάζω. εἰ γὰρ καὶ σύνοιδα ἐμαυτῷ μὴ ἠδικηκὼς καὶ τῇ αὐ‐ τοῦ δικαιοσύνῃ θαρρῶ, ὅμως τὸ ἐπαλγὲς τῆς ὀδύνης, ἧς ἐπήγαγέ μοι, οὐκ ἐᾷ με ἀναπνεύειν· πικρίας δέ μου πληροῖ τὴν ψυχήν. 9,19—21 ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ, τίς οὖν τῷ κρίματι αὐτοῦ ἀντιστήσεται; | |
15 | ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει, ἐάν τε 〈ὦ〉 ἄμεμπτος, σκολιὸς ἀ‐ ποβήσομαι· εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφῄρηταί μου ἡ ζωή. κραταιὸς ὢν τῇ ἰσχύι ἀκαταγώνιστός ἐστιν οὐ τῷ πρὸς μάχην ἵστασθαι ὑπερφέ‐ ρων τῇ ἰσχύι, ἀλλὰ τῷ πάντων κρατεῖν. τίς οὖν τὴν γνώμην αὐτοῦ ἀνατρέπει ἢ τίς τῆς ἐξουσίας αὐτοῦ κύριος; ἐξ ὧν γὰρ πέπονθα τὸ στόμα μου ἀσεβήσει (οὐ | |
20 | λέγει ἡ καρδία μου, ἀλλὰ τὸ στόμα), ἀντὶ τοῦ· ἐξενεχθεὶς ὑπὸ τῆς ὀδύνης, μᾶλ‐ | 73 |
74 | λον δὲ τῇ δικαιοσύνῃ σου, φησίν, ἐπερειδόμενος εἶπόν τι τολμηρότερον. τὸ δὲ ὅλως εἰπεῖν πρὸς δὲ ἁμαρτίαν εἶναι νενόμικα· τίς γὰρ δοῦλος ἐγκαλέσει δεσπό‐ τῃ ἀδικίαν; διὰ δὲ τὸν τοιοῦτον λόγον τὴν τοῦ διαβόλου τυραννίδα καθαιρεῖ, ὅ‐ τι καὶ μηδὲν αὐτῷ συνειδὼς σκαιὸν παρὰ τὸ μέτρον τῆς ἑαυτοῦ δυνάμεως αἰκιζόμε‐ | |
5 | νος οὐκ ἀντομματεῖ θεῷ, ἀλλ’ ὁσιοῖ αὐτὸν εὐχαριστῶν ὡς κηδεμόνι τῆς αὐτοῦ ζω‐ ῆς. πρὸς γὰρ τῇ τοιαύτῃ καὶ τοσαύτῃ πληγῇ εὐγνωμόνως φθέγγεται· ἀλλ’ ὑμῖν ἴ‐ σως τοῖς φίλοις σκολιὸς εἶναι δόξω διὰ τὴν παρρησίαν καὶ τοῦτο περὶ ἐμοῦ λο‐ γιεῖσθε· ἐγὼ δὲ ἐμαυτῷ οὐ σύνοιδα ἁμαρτίαν, τὸ δὲ μᾶλλον ἀσεβείας ἠλλοτρίωμαι. ἀλλ’ οὐκ ἀρκεῖ μοι πρὸς δικαίωμα, ἐὰν μὴ ἡ τοῦ θεοῦ μαρτυρία ἐπιψηφίσηται. τὸ | |
10 | γὰρ τοῦ πάθους ἐπαλγὲς ἀφαιρεῖταί μου τὴν ζωὴν καὶ τὰς δυνάμεις ἐλαττοῖ τῇ συνεχείᾳ τῶν ὀδυνῶν. 9,22—24β διὸ εἶπον· μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή, ὅτι φαῦλοι ἐν θανά‐ τῳ ἐξαισίῳ ἀπολοῦνται, ἀλλὰ δίκαιοι καταγελῶνται· παραδίδονται γὰρ εἰς χεῖρας ἀσεβῶν, πρόσωπα κριτῶν αὐτῆς συγκαλύψει. | |
15 | πᾶς γὰρ μάτην ὀργιζόμενος ἑαυτῷ τὴν τιμωρίαν ἐπισπᾶται· δίκαιος δὲ ὢν ὁ θε‐ ὸς τοὺς μεγάλα πλημμελοῦντας μεγάλαις αἰκίαις τιμωρεῖται. οὐ πᾶς δὲ πάντως ὁ περιπεσών τισι τῶν ἀνιαρῶν δι’ ἁμαρτίας παιδεύεται· κοινὰ γὰρ τῶν δικαίων καὶ τῶν ἀσεβῶν ἐν τῇ διαγωγῇ ταύτῃ τὰ πάθη, καὶ οὐδεὶς δύναται κριτὴς τῶν οὕτω γινομένων γενέσθαι οὐδ’ οὕτω τις δεινὸς ἀνήρ, ὃς τὸν λόγον τὸν περὶ τούτων ἀ‐ | |
20 | ποτίσει. μόνος δὲ θεὸς τὴν τῶν κατὰ μέρος πρόνοιαν ἐπίσταται, πῶς ἕκαστον τού‐ | |
των ἢ καὶ δι’ ἣν αἰτίαν γίνεται, ἐπειδὴ πολλὰ τῶν ἐπαγομένων ἀνθρώποις δυσχε‐ | 74 | |
75 | ρῶν ἢ εὐδοκεῖ γίνεσθαι διὰ ἁμαρτίας ἢ συγχωρεῖ διὰ δοκιμὴν καὶ ἀνάδειξιν τῶν πασχόντων. οἷς ἐπάγει λέγων· 9,24γ—26 εἰ δὲ μὴ αὐτός, τίς ἐστιν; ὁ βίος μου ἐλαφρότερος δρομέως ἐστιν· ἀπέδρα καὶ οὐκ εἶδον ἀγαθόν. ἦ καὶ ἔστι ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου | |
5 | ζητοῦντος βοράν; τὸ ὀξὺ τῆς ἐνταῦθα παρόδου λέγει διὰ {τὸ} πολλῶν ὑποδειγμάτων σαφῶν ὄντων τοῖς νοῦν ἔχουσι· ὡς γὰρ ἵππος ὀξύτατα θέων καὶ ἡ ναῦς οὐρίᾳ φερομένη καὶ ὁ ἀετὸς διαπτὰς οὐδὲν μνημόσυνον τῆς παρόδου ἀπέλιπεν, οὕτω κἀγώ, φησίν, ὀλίγον τι τῶν χρηστῶν ἀπολαύσας θᾶττον ταῦτα παρέδραμον. | |
10 | 9,29—28 ἐάν 〈τε〉 γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω. σείομαι πᾶσι τοῖς μέλεσιν· οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις. τὸ γὰρ ἐπαλγὲς τῆς ὀδύνης ἀφέλκει με τῆς μνήμης ἀποσπῶν με ὧν λέγω. στένω δὲ πρὸς τὴν σφόδρα ὀδύνην μηδὲν δυνάμενος ἐμαυτῷ ἐπαρήγειν, μόνον δὲ τῷ στέ‐ νειν ἑαυτὸν παραμυθούμενος. τρόμος ἔχει μου τὰ σύμπαντα μέλη τῷ τὰς ἁρμονίας | |
15 | αὐτῶν παραλελύσθαι· διὸ παρειμένως στῆναι οὐ σθένω. εἰ γὰρ καὶ πρὶν ἢ τούτοις περιπέσω τοῖς δυσχερέσιν ἐδεδίειν αὐτῶν καὶ τὴν φήμην, πῶς ἐν αὐτῇ τῇ πείρᾳ τυγχάνων οὐκ ἂν τῷ φόβῳ ἐξαναλωθείην; δι’ ἥνπερ ἀνάγκην οὐ φέρων τὴν βάσανον φθέγγομαι ποτνιώμενος, εἰ〈δὼσ〉 ὡς καὶ περὶ τούτου δίκην παρὰ σοὶ τιννύσω ὡς | |
τολμητίας. | 75 | |
76 | 9,29—31 ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέθανον; ἐὰν γὰρ ἀπολούσωμαι χιόνι 〈καὶ〉 ἀποκαθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξα‐ το δέ με ἡ στολή μου. εἰ οὕτως ἐδοκίμασας τὰ κατ’ ἐμέ, διὰ τί μὴ ἐσχάτην κατ’ ἐμοῦ ἀπόφασιν κατ‐ | |
5 | απεφήνω; ὅσον γὰρ ὡς ἄνθρωπος τῷ ἐμῷ πράγματι ἐπιβάλλω, οὐκ εἰμὶ ὑπεύθυνος, ἀλλ’ οὐκ ἀξιόπιστός εἰμι αὐτὸς ὑπὲρ ἐμαυτοῦ λέγων· τῆς γὰρ παρ’ αὐτοῦ κρίσεως δέομαι. ἐὰν γὰρ μετὰ τὸ οὕτως ἐπίσημόν με γενέσθαι ἐκ τῆς πληγῆς θελήσῃς ταύ‐ της πάλιν με ἀπαλλάξαι, παρὰ μὲν τούτοις ἔγωγε ἄδικος κέκριμαι, σὺ δὲ τὴν φιλ‐ ανθρωπίαν ἐπιγραφήσῃ. | |
10 | 9,32—33 οὐ γὰρ εἶ ἄνθρωπος κατ’ ἐμέ, ᾧ ἀνταποκρινοῦμαι, ἵνα ἔλθωμεν ὁμο‐ θυμαδὸν εἰς κρίσιν. εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ὁ διελέγχων καὶ διακρίνων ἀνὰ μέσον ἀμφοτέρων. καὶ γὰρ ἀόρατος σὺ καὶ πρὸς τούτῳ ἀδέκαστος καὶ δυνατός· τίς σοι ἀντιστῆ‐ ναι δύναται; εἴθε δὲ ἦς ἄνθρωπος, ᾧ ἠδυνάμην συνδικασθῆναι· ἐκ γὰρ ὧν ἔμελλον | |
15 | ἀποδεικνύειν ἀθῷος ἀπεδείχθην. ἀλλὰ τοῦτο οὐκ ἔστιν· θεὸς γὰρ εἶ ἀσύγκριτος, καὶ τίς πρὸς σὲ κριθήσεται ἄνθρωπος ὢν ὑπὲρ ὧν αὐτὸς κατεψηφίσω; 9,34—35 δυεῖν δέ μοι χρεία· ἀπαλλαξάτω ἀπ’ ἐμοῦ τὴν ῥάβδον αὐτοῦ καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω, καὶ οὐ μὴ φοβηθῶ αὐτόν, ἀλλὰ λαλήσω· οὐ γὰρ συν‐ | |
επίσταμαι ἐμαυτῷ ἄδικον. | 76 | |
77 | δύο δέ ἐστιν ἃ ἐπιζητῶ παρὰ σοῦ, τῆς ὀδύνης ἀπαλλαγὴν καὶ τοῦ ἐπὶ ταῖς ἀλγηδόσι φόβου. καὶ τότε δὴ θαρσήσας φθέγξομαι πρὸς σὲ μετὰ παρρησίας ἐπερει‐ δόμενός σου τῇ προνοίᾳ· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, καὶ οὐ δύναμαι εἰπεῖν ἃ μὴ συνεπίσταμαι ἐμαυτῷ. | |
5 | 10,1 Κάμνω δὲ τῇ ψυχῇ μου, στένων ἐπ’ ἐμαυτὸν ἐπαφήσω τὸν θυμόν μου, τὰ δὲ ῥήματά μου λαλήσω ἐν πικρίᾳ ψυχῆς συνεχόμενος. κεκμηκὼς δὲ πολὺ τῇ ψυχῇ στραφεὶς εἰς ἐμαυτὸν καὶ ὥσπερ ἐνδάκνων τὰ χείλη διὰ τὰς ὀδύνας τρέψω τοὺς λόγους μου εἰς ἐμαυτὸν πικρίας πεπληρωμένος. 10,2—3 καὶ ἐρῶ πρὸς κύριον· μή με ἀσεβεῖν δίδασκε, καὶ διὰ τί οὕτω με ἔ‐ | |
10 | κρινας; ἦ καλόν σοί ἐστιν ἐὰν ἀσεβήσω, ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες; οὐκ ἀγνοῶν τὰ κατ’ ἐμὲ τῷ τῆς ἀνομίας διδασκάλῳ παραδέδωκάς με οὐκ ἀγνοῶν τὴν τούτου μοχθηρίαν. ἦ ἀρέσκῃ, ἐὰν ἀνομήσω; ἀλλ’ οὔ. 〈ἢ〉 χαίρεις ἐπὶ τούτῳ ὁ τὴν δίκην ἐπαφεὶς τοῖς τὴν ἀδικίαν ἑλομένοις, ὅτι παρεῖδές με ἔργον | |
15 | σου τυγχάνοντα καὶ χειρῶν σου πλάσμα; ταῦτα δὲ λέγει ἐκμειλισσόμενος τὸν θεόν, ὅτι ἔργον τῶν χειρῶν αὐτοῦ ἄνθρωπος, καὶ ὡς ἂν εἴποι τις τῇ παρακλήσει εἰς ὑ‐ πόμνησιν αὐτὸν ἄγων τοῦ ἰδίου ποιήματος· οὐ γὰρ ἑτέρου, θεοῦ ἔργον οὗτος. ἀλλ’ ω 〈... τοῦ διαβόλου ...〉 ὄντος μὲν κατὰ τὴν φύσιν, οὐκ ὄντος δὲ κατὰ τὴν γνώ‐ μην. γέγονε μὲν γὰρ ἀρχάγγελος, οἰκείᾳ δὲ κακονοίᾳ ἀπορρίψας τὸ δοθὲν ἀγαθὸν | |
20 | εἴληφε τὴν προσηγορίαν ἐξ ἧς ᾑρήσατο κακίας. διό φησιν· βουλῇ δὲ ἀσεβῶν | 77 |
78 | προσέσχες τῶν μήτε τὴν οἰκείαν ἀξίαν μήτε τὴν περὶ σὲ εὔνοιαν φυλαξάντων δι’ ἑκούσιον παροινίαν. ὑπαινίττεται γὰρ διὰ τούτων καὶ τοὺς συναποστάτας δαί‐ μονας ἀγγέλους ὄντας κατὰ τὴν φύσιν. 10,4—7α ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψεις ἢ ὁ βίος | |
5 | σου ἀνθρώπινος ἢ τὰ ἔτη σου ἀνδρός, ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁ‐ μαρτίας μου ἐξιχνίασας; οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα. ὃ λέγει τοιοῦτόν ἐστι· μὴ ἄνθρωπος σὺ εἶ, ἵνα ἐκ ψηλαφίας τὰ κατ’ ἐμὲ γνώ‐ ριμά σοι γένωνται; ἢ μὴ ἐπελήσθης τῶν ἐμοὶ πεπραγμένων; ἢ μὴ πρόσφατον τὴν ἀρ‐ χὴν ὡς ἐπιταγεὶς ἐπιστεύθης, ἵνα ἐξ ἀνακρίσεως τὰ κατ’ ἐμὲ ἐπιγνῷς, δι’ ὧν δη‐ | |
10 | μίῳ ἀνηλεεῖ παραδέδωκάς με πρὸς αἰκίαν; ἀλλ’ οὐδέν σε λέληθεν. ὡς γὰρ ἐν βαλ‐ λαντίῳ βαλὼν ἀπέθου τὴν εἴδησιν τῶν ἁμαρτημάτων μου· καὶ γὰρ ἃ ἐγὼ οὐκ ἐπίστα‐ μαι, σὺ τούτων ἔχεις τὴν γνῶσιν· οὐκοῦν οἶδας ὅτι οὐκ ἠσέβησα. ἐπιστῆσαι δὲ δεῖ τῷ ῥητῷ, ὅτι ἄλλο τι λέγει τὴν ἁμαρτίαν, ἕτερον δὲ τὴν ἀ‐ σέβειαν, καὶ τὴν μὲν κοινῶς περί τε θεὸν καὶ περὶ ἄνθρωπον γίνεσθαι, τὴν δὲ | |
15 | ἰδικῶς περὶ θεόν, περὶ ὃν καὶ τὸ σέβειν· ἀνθρώπων γὰρ σεπτὸς οὐδείς. 10,7β ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; τὸ δύνασθαί σοι πρόσεστι καὶ τὴν τῶν ὄντων γνῶσιν ἔχεις καὶ τὸ δίκαιόν σοι ὑπάρχει· τίς οὖν σοι ἀντιστῆναι δύναται; | |
10,8—9 αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με, μετὰ ταῦτα δὲ μεταβαλὼν | 78 | |
79 | ἔπαισάς με. μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέψεις. πῶς οὖν τὰ κατ’ ἐμὲ ἀγνοεῖν δύνασαι αὐτός με τεκτηνάμενος; εἰ γὰρ 〈τὸ〉 εἶ‐ ναί μοι ἐκ τῆς σῆς ἐξουσίας, οὐκ ἔχει χώραν τὰς πράξεις μου ἢ τὰς ἐπιθυμήσεις μού σε ἀποδιδράσκειν· τῇ γὰρ σῇ γνώμῃ τὸ εἶναι ἔχω καὶ ταύτῃ φυλάττομαι, ταύ‐ | |
5 | τῃ καὶ μεταβάλλομαι. σὺ οὖν ὁ γενάρχης τυγχάνεις ὁ καὶ ἐκ πηλοῦ πλάσας με καὶ πάλιν εἰς γῆν ἀποστρέφων. ἀλλ’ ἐκ τούτων οὐ τὸ εὐτελὲς τῆς φύσεως λέγει, ἀλλὰ τὸ μεγαλοφυὲς τοῦ θεοῦ ἀποδείκνυσιν, ὅτι εἰς τοσοῦτον ἀγαθὸς εἶ καὶ σοφός, ὡς καὶ ἐκ τῆς ὕλης ταύτης τῆς ἐπικήρου ζῷον ποιῆσαι ἠθέλησας καὶ τούτῳ λόγον καὶ νοῦν χαρίσασθαι. | |
10 | 10,10—12 ἦ οὐχ ὥσπερ, φησί, γάλα με ἤμελξας, ἔπηξας δέ με ἴσα τυρῷ; δέρμα καὶ κρέας 〈με〉 ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας, ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα. διὰ τούτων προεκθέμενος τὸν αἴτιον τῆς ἀνθρώπου γενέσεως πάλιν αὐτὸν ἀπο‐ δείκνυσι τῇ ἑκουσίᾳ γνώμῃ πλαστουργεῖν. φυσιολογεῖ οὖν τάξιν ἐπιθεὶς ἁρμόδιον, | |
15 | καὶ πρῶτον ὅπως ζῷον ἐκ ζῴου κατὰ διαδοχὴν γίνεται, ἀρχὴν μὲν τὴν καταβολὴν τοῦ σπέρματος λέγων καὶ προσεχῶς τὴν τούτου πῆξιν, εἶτα τὴν κατὰ μέρος διά‐ πλασιν δέρματος σαρκὸς ὀστέων νεύρων, 〈τρίτον〉 τὴν μόρφωσιν αὐτήν, καὶ τέλος τὴν παρὰ θεοῦ ψύχωσιν. διὰ τούτων δὲ τὸν διάβολον φυγάδα καθιστάναι γινώσκει ἐλέγχων αὐτοῦ τὴν ἀπάτην· ἃ γὰρ ἐκεῖνος αἰσχρὰ εἶναι διέβαλλεν καὶ κοπρίας ἐκ‐ | |
20 | βλητότερα ἡδονῆς τ’ ἔμπλεα καὶ θεοῦ ἀλλότρια ὡς μυσαρά, ταῦθ’ οὗτος θεοῦ ἔρ‐ | 79 |
80 | γον οὐ μύσους καὶ αἴσχους γέμον ἀλλὰ σοφίας θεοῦ πεπληρωμένον ἔργον ἐπεδείκ‐ νυεν, θαυμάζων δὲ τὴν γεγονυῖαν φύσιν, ὑμνῶν δὲ τὸν ταύτης τεχνίτην θεόν. δείξας οὖν τὴν κατασκευὴν σημαίνει καὶ τὴν ἔμπνευσιν διδάσκων, ὡς μετὰ τὸ πλασθῆναι τὸ ἔμβρυον καὶ ἐξεικονισθῆναι λαμβάνει τὴν ψυχὴν παρὰ θεοῦ, καὶ ὅ‐ | |
5 | πως διαμένει τὸ ζῷον προνοίᾳ 〈αὐτοῦ〉· οὐ γὰρ αὐτάρκης ἡ φύσις γεγένηται εἰς φυλακὴν ἑαυτῆς, συνέχεται δὲ τῇ τοῦ ποιήσαντος ἐπιστασίᾳ. οὐδὲν δὲ ἧττον ἐξελέγχει καὶ τὴν Συριακὴν παροινίαν τὴν φάσκουσαν σὺν τῷ σπέρματι καταβάλλεσθαι τὴν ψυχήν. εἰ γὰρ πρῶτον ἡ μίξις, εἶτα ἡ σύλληψις καὶ τρίτον ἡ διάπλασις, εἶτα ἑξῆς ἡ μόρφωσις καὶ τελευταία ἡ ψύχωσις, πῶς ἅμα τῷ | |
10 | σπέρματι καταβάλλουσι τὴν ἀθάνατον ψυχήν; εἰ γὰρ μετὰ τὸ ἐξῃκονίσθαι τότε ψυ‐ χοῦται ὥς φησιν οὗτος ὁ θεῖος καὶ ἄμεμπτος ἀνήρ, ἐν αὐτῷ τῷ σώματι γίνεται καὶ οὐ σπερματικῶς ῥεῖ· ἄφθαρτος γάρ ἐστι καὶ ἀσώματος καὶ τομῆς καὶ μερισ‐ μοῦ ἀνωτέρα· οὐ γὰρ ψυχὴ τὸ σπέρμα οὐδὲ μὴν ἄνθρωπος, ἀλλὰ περίττωμα τροφῆς. τροφαὶ δὲ ἐξ ὄντων, ψυχὴ δὲ οὐκ οὖσα γίνεται, τὸ δὲ σπέρμα ἐξ ὄντων· προϋπό‐ | |
15 | κειται γὰρ αὐτοῦ τὸ τρεφόμενον σῶμα προσλαμβάνον μὲν ἐκ τῆς ἐπιχορηγουμένης ἐκ τῶν στοιχείων τροφῆς, ἐν δὲ τῇ ἀποβολῇ οὐ ψυχήν, ἀλλὰ περίττωμα κατὰ τὴν μίξιν ποιούμενον. τῆς γὰρ ψυχῆς ὕλη οὐ προϋπόκειται· οὔτε γὰρ ἐκεῖθεν ἔχει τὴν ἀρχήν, ὅθεν καὶ τὰ σώματα, οὔτε δὲ τοῖς αὐτοῖς τρέφεται. οὐκοῦν οὐδὲ προσ‐ λαμβάνει οὔτε ἀποβάλλει. | |
20 | διαφέρει δὲ ψυχὴ σώματος καὶ φύσει καὶ ἀξίᾳ. δείκνυσι δὲ καὶ ὁ νόμος, ὃς | |
κελεύει τὸν λακτίσαντα γυναῖκα ἔγκυον, ἐπειδὰν πληχθεῖσα ἐκφέρῃ τὸ ἔμβρυον, | 80 | |
81 | ἂν τὸ ἐξαμβλωθὲν ἐξῃκονισμένον ὑπάρχῃ, ψυχὴν ἀντὶ ψυχῆς ἀπαιτεῖσθαι τὸν λακτί‐ σαντα δηλονότι ὡς ἄνθρωπον ἀνελόντα, ἐὰν δ’ ἀμόρφωτον ἔτι ὑπάρχῃ, ζημίαν εἶ‐ ναι τὸ ἐπιτίμιον ὡς οὐδέπω ψυχωθέν, ἐξ ὧν δείκνυται μὴ ταὐτὸν εἶναι σῶμα καὶ ψυχήν. | |
5 | ἀλλὰ καὶ ἐν τῇ Γενέσει πρῶτον εἴρηται. ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν, καὶ τότε εἴρηται· ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. καὶ ὁ Δαυὶδ λέγει· τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου. καὶ γὰρ τὸ σπέρμα καὶ ἀμόρφωτον καὶ οὐδὲν συνεμφαῖνον 〈...〉· ὁμοιομερὲς γάρ ἐστι πάντοθεν, ἀλλοιωθὲν δὲ ἐν τῇ μήτρᾳ ὑπὸ τοῦ κατα‐ | |
10 | μηνιαίου αἵματος γίνεται σῶμα, μορφωθὲν δὲ ψυχοῦται. διὸ λέγει· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου· ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. ἀντὶ τοῦ· ἐκ τῆς ἐμῆς εὐαρμόστου κατασκευῆς ἐθαυμαστώθης σὺ σφόδρα· κραταιὰ ἡ σοφία σου αὐτὴ εἰς διήγησιν ἐμοὶ καταγγέλλουσα τῆς σῆς δυνάμεως τὸ ποικίλον καὶ πολυαρ‐ | |
15 | μόνιον. καὶ γὰρ πρὸ τοῦ με ζωοπλαστῆσαι ἠπίστασο καὶ ἐγίνωσκες, τίς καὶ ὁποία παρὰ σοῦ ἔσται ἡ τοιάδε μου κατασκευή. 10,13 ταῦτ’ ἔχων ἐν ἐμαυτῷ οἶδα, ὅτι πάντα δύνασαι· ἀδυνατεῖ δέ σοι οὐδέν. ἰδὼν οὖν τὴν ἐμαυτοῦ κατασκευὴν ἔγνων τὸ σὸν μέγεθος, ὅτι καὶ ἐκ μικρῶν μορίων διαπλάττεις καὶ ἐκ βραχυτάτης ῥανίδος ζωοπλαστεῖς. πάντα γὰρ ὅσα | |
20 | ἠθέλησας ἐποίησας· ὅτε γὰρ θέλεις, πάρεστί σοι τὸ δύνα‐ | |
σθαι. | 81 | |
82 | 10,14—17 ἐάν τε γὰρ ἁμάρτω φυλάξεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με ἐά‐ σεις· ἐάν τε γὰρ ἀσεβήσω οἴμοι, ἐάν τε ὦ δίκαιος οὐ δυνήσομαι ἀνακύψαι· πλή‐ ρης γάρ εἰμι ἀτιμίας. ἀγρεύομαι δὲ ὥσπερ λέων εἰς σφαγήν, καὶ 〈πάλιν〉 μετα‐ βαλὼν δεινῶς με ὀλέκεις ἐπανακαινίζων ἐπ’ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ | |
5 | μοι ἐχρήσω καὶ ἐπήγαγες ἐπ’ ἐμὲ πειρατήρια. ἐάν, φησίν, ἁμάρτω, οὐκ ἀγνοεῖς· ἐφορᾷς γὰρ τὰ πάντα καὶ δικαίως ἐπεξέρχῃ. οὐ γὰρ ἀδιαφορεῖς ἐπὶ τοῖς πλημμελοῦσιν· τὸ γὰρ ἀδέκαστόν σου †ἐπαλύνει†. ποῖον δὲ πρὸς σὲ δίκαιον †ἐνοῖς†; κἂν γὰρ πολλὰ κατορθώσῃ τις, οὐ τολμήσει καυχήσασθαι ὑπὸ σοὶ δικαστῇ. ἐγὼ δ’ οὕτω πληγεὶς καὶ ἐκ τούτων ἐπίσημος γενό‐ | |
10 | μενος παρὰ πᾶσιν ἄμωμος καθέστηκα, ἀλλὰ καὶ οὕτως ἀχρεῖός εἰμι δοῦλος. ὥσπερ δὲ ὁ λέων κατασχεθεὶς 〈εἰσ〉 οὐδὲν ἕτερον ἢ πρὸς σφαγὴν ἔκκειται, οὕτω κἀγὼ πλέον οὐδὲν περιμένω πείσεσθαι· 〈τὸ〉 τοῦ θηρίου τάχα ὑπερβάλλει τοὐμόν· ἀνα‐ καινισμός μοι γὰρ γίνεται τῆς ὀδύνης ἐκ τῆς διαφορᾶς τῶν παθῶν καὶ τῶν παρὰ σοῦ ἀποσταλέντων πειρατηρίων, αἰνιττόμενος διὰ τούτων τὴν λῃστρικὴν ἔφοδον, | |
15 | τοῦ πυρὸς τὴν καταπομπήν, τοῦ ἐκ τῆς ἐρήμου πνεύματος τὴν φορὰν καὶ τὸ ταχι‐ νὸν τῆς οἰκίας ἐπὶ τοὺς παῖδας σύμπτωμα. 10,18—20α ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδεν καὶ ὥσπερ οὐκ ὢν ἐγεγόνειν; διὰ τί δὲ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπῆλθον; ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; | |
20 | ἄμεινον γὰρ κακῶν ἀπείραστον ἐξελθεῖν τὸν βίον ἢ ζῶντα ἀντλῆσαι τοσαῦτα | |
κακὰ καὶ ταῦτα ὀλιγοχρόνιον ὄντα καὶ τὴν ζωὴν ἐπίκηρον ἔχοντα. | 82 | |
83 | 10,20β—22 ἔασόν με ἀναπαύσασθαι μικρὸν πρὸ τοῦ με πορευθῆναι εἰς γῆν ὅ‐ θεν οὐκ ἀναστρέφω, εἰς 〈γῆν〉 σκοτεινὴν καὶ γνοφεράν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. ἐπεὶ οὖν βραχύβιος οὕτως εἰμὶ ἅτε θνητὸς ὤν, ὀλίγον ἐπικούφισόν μοι τὰς ἀλ‐ | |
5 | γηδόνας ὅσον ἀναπνεῦσαι. ἐὰν γὰρ ἀπέλθω, γῆ κείσομαι κωφὴ οὐκέτ’ ἔχουσα περὶ τῆς ἐνταῦθα διαγωγῆς φροντίδα, οὐδὲ ὄψομαι κατάστασιν ἡμέρας καὶ νυκτός, φω‐ τὸς καὶ σκότους· οὐδὲ γὰρ ἀποβιοὺς ἐνεργὸς ἔσομαι τῶν τῇδ’ ἐσομένων πραγμά‐ των, ἀλλ’ ἑτέρα τις διαδέξεται λῆξις κατ’ οὐδὲν ἐοικυῖα τῇ φαινομένῃ νῦν. 11,1—2β Ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μιναῖος λέγει· ὁ τὰ πολλὰ λέγων καὶ ἀντα‐ | |
10 | κούσεται· ἢ καὶ ὁ εὔλαλος οἴεται δίκαιος εἶναι; ὁ γλῶσσαν ἔχων εἰς τὸ λαλεῖν, οὗτος καὶ ἀκοὰς κέκτηται εἰς τὸ ἀκούειν· ἢ νομίζεις, ὅτι ὁ τὴν περιουσίαν κεκτημένος τῶν λόγων ἐκ τούτων καὶ τὸ δίκαιον εἶναι πορίζει; ἀλλ’ οὐ πάντως. 11,2γ—3 εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. μὴ πολὺς ἐν ῥήμασι γί‐ | |
15 | νου· ἢ οὐκ ἔστιν ὁ ἀνταποκρινόμενός σοι; διὰ τὰς ἐμπιπτούσας συμφορὰς ἐν τῇ διαγωγῇ ταύτῃ μακάριος ὁ ὀλιγοχρόνιος. σὺ δὲ μὴ μάτην τοσούτους φθέγγου λόγους ὡς οὐκ ὄντος τοῦ ἀνταποκρινομένου σοι· τὸ γὰρ περιττὸν τῆς λαλιᾶς ἀχρεῖον ὡς ὀχληρόν. | |
11,4—6 μὴ γὰρ λέγε ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐ‐ | 83 | |
84 | τοῦ ἐγενήθην. ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσει πρὸς σὲ καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ; εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ, καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι παρὰ κυρίου ἀπέβη ὧν ἡμάρτηκας. οὐ γὰρ ἀξιόπιστος εἶ σὺ περὶ σεαυτοῦ μαρτυρῶν, ἐὰν μὴ θεὸς συμμαρτυρήσῃ δι‐ | |
5 | καιοσύνην. ἐὰν δὲ διδάξῃ σε, ὡς οὐκ ἀσυνέτως τί σοι συνέβη 〈...〉· οὐ γὰρ κα‐ τὰ σέ ἐστι πρὸς πάντα. ὁ δὲ τοιοῦτος δίκαιος ὢν οὐκ ἂν ἀδίκως τι ἐπαγάγοι ἅτε θεὸς ὢν μισοπόνηρος. 11,7—10 μὴ ἴχνος κυρίου εὑρήσεις; μὴ εἰς τὰ ἔσχατα ἀφίκου ὧν ἐποίησεν ὁ παντοκράτωρ; ὑψηλὸς ὁ οὐρανός, γῆ δὲ βαθεῖα, καὶ τί ποιήσεις; ἢ βαθύτερα τῶν | |
10 | ἐν ᾅδου τί οἶδας ἢ μακρότερα μέτρων γῆς ἐπίστασαι ἢ εὖρος θαλάσσης; ἐὰν δὲ καταστρέψῃ τὰ πάντα ἢ συναθροίσῃ, τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; ὃ δὲ λέγει τοιοῦτόν ἐστι· τί γὰρ εἶ σύ; οὐχὶ βραχύτατον ζῷον ἐν μιᾷ γωνίᾳ περιειλημμένον; τί δὲ τῶν γεγενημένων ἀκριβῶς οἶδας; εἰς ποῖον δὲ μέρος τῶν κτισμάτων ἀφίκου; οὔτ’ ἀναπτῆναι μετάρσιος δύνῃ καὶ τὰ παρὰ πόδας ἀγνοεῖς, | |
15 | οὐδὲ τὰ ὁρώμενα ὡς ἔστιν ἀκριβοῖς· 〈ὃ〉 ἴσμεν μικρόν τι ὑπάρχει πρὸς θάλασσαν καὶ ξηρὰν καὶ οὐρανόν· κἂν γὰρ ἀποτινάξῃ τὰ πάντα, παραπώλετο, ἐὰν δὲ καὶ συ‐ στείλῃ τὴν ἑαυτοῦ πρόνοιαν, οὐκέτι εἰσίν. τίς οὖν ἔστιν ὁ πρὸς ταῦτα αὐτῷ ἀντειπεῖν ἔχων; 11,11 αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄτοπον οὐ παρόψεται. | |
20 | οὔτε γὰρ ἀγνοεῖ τὰ ὑπὸ τῶν πονηρῶν γινόμενα 〈...〉. | 84 |
85 | 11,12 ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. οὐ γὰρ ἔστι νηχόμενον εἰς πέρας ἐλθεῖν τῆς θαλάττης οὔτε μὴν πᾶσαν τὴν τοῦ θεοῦ γνῶσιν λογισμῷ περιλαβεῖν, ὡσπεροῦν οὐδὲ ὁ ὄνος εἰς πέρας ἀφικέσθαι δύ‐ | |
5 | ναται τῆς ἐρήμου. πῶς γὰρ καὶ ἄνθρωπος εἰς πέρας ἥκοι λογισμῷ ποτε ὥστε γνῶ‐ ναι, πῶς ἕκαστα τῶν κατὰ μέρος διοικουμένων τυγχάνει, εἰ τοσοῦτον μόνον εἴσε‐ ται, ὅτι {οὐ} μηδὲν ἀπρονόητον τῶν ὄντων, ἀλλὰ τῆς αὐτοῦ ἐπικουρίας πάντα δέ‐ εται; 11,13—14 εἰ γὰρ σὺ καθαρὰν ἔχεις τὴν καρδίαν σου, ὑπτίασας δὲ 〈τὰσ〉 χεῖ‐ | |
10 | ράς σου πρὸς αὐτόν, εἴ ἐστιν ἀνομία ἐν χερσίν σου, πόρρω ποίησον αὐτὴν ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω. εἰ δὲ σὺ τὸν δικαστὴν προσκαλεῖς ἵνα δικάσῃ σοι, βλέπε τὰ κατὰ σεαυτόν, ὅ‐ πως ἔσῃ καθαρός· ὁ γὰρ δικαστὴς ἀδέκαστός ἐστιν. 11,15—19α οὕτω γὰρ ἀναλάμψει τὸ πρόσωπόν σου ὥσπερ ὕδωρ καθαρόν, ἐκδύσει | |
15 | δὲ ῥύπον καὶ οὐ 〈μὴ〉 φοβηθῇς, καὶ τῶν κόπων σου ἐπιλήσῃ ὥσπερ κῦμα παρελθὼν καὶ οὐ πτοηθήσῃ· ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος, ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή, πεποιθώς τε ἔσῃ ὅτι ἔστιν σοι ἐλπίς, ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφα‐ νεῖταί σοι εἰρήνη· ἡσυχάσεις γὰρ καὶ οὐκ ἔσται ὁ πολεμῶν σε. μὴ γὰρ εἴπῃς, ὅτι ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας. οὕτω γὰρ ἔσῃ λαμπρὸς | |
20 | ὡς ὅταν ὕδωρ θολωθὲν ἀποκαθαρθῇ· οὐδὲ γὰρ ἐμφαίνει τι 〈τῆς ὕλησ〉 τὸ ὕδωρ μετὰ | 85 |
86 | τὸ διειδὲς γενέσθαι, οὐκοῦν οὐδὲ σὺ μετὰ 〈τὸ〉 καθαρόν σε γενέσθαι ῥύπον τινὰ ἐπιδείξῃ, καὶ πάντων τῶν ἀνιαρῶν ἀπαλλαγεὶς ἐπιλήσῃ τῶν προτέρων κακῶν διὰ τὴν ἐνεστῶσαν εὐημερίαν, καὶ ὥσπερ τοῦ κύματος μετὰ τὴν πάροδον οὐδὲν ἴχνος ὑποφαίνεται οὐδὲ τύπος τις ἐκ τοῦ παρῳχηκότος σάλου, οὕτως οὐδὲ σοῦ τι τῶν πα‐ | |
5 | λαιῶν ὑπολειφθήσεται δειμάτων· ἔσῃ δὲ λαμπρὸς ὥσπερ ὁ ἑωσφόρος, ὅταν ὀρθρινὸν ταῖς ἀκτῖσι φωτίζῃ γῆν ὁμοῦ καὶ θάλασσαν, ἡ δὲ ζωὴ τοσαύτη σοι ἐπιβρίσει ὅση καὶ τοῦ μεσημβρινοῦ φωτός ἐστιν ἡ μαρμαρυγή. οὐκέτι δὲ ἀμφισβητήσεις περὶ τῆς χαρμονῆς σου καὶ τῆς ἄγαν εὐθυμίας σου οὐδὲ ἐρεῖς· φόβος ὃν ἐφοβούμην ἦλθέν μοι· ἔσῃ δὲ ἐπὶ τῇ εὐπραγίᾳ πεποιθὼς θεῷ, ἥσυχος, ἄνευ τινὸς ταρα‐ | |
10 | χῆς. τίς γὰρ ἂν καὶ τολμήσῃ πρὸς σὲ πολεμῆσαι οὕτως ὄντα καρτερικὸν καὶ νικη‐ τὴν καὶ πρὸς τοῦ θεοῦ ὠχυρωμένον; 11,19β—20 μεταβαλλομένου δὲ {σου} πολλοί σου δεηθήσονται καὶ σωτηρία αὐ‐ τοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπολεῖται, ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται. παρ’ αὐτῷ δὲ σοφία καὶ δύναμις. | |
15 | ἀμειφθέντων δέ σου τῶν δυσχερῶν οἱ ἐν τῇ δυσπραγίᾳ σου ἐπιπεσόντες σοι οὗ‐ τοι πάλιν ἐνδεεῖς σου γενήσονται, οἱ δὲ μὴ συνιέντες τὰ παρὰ θεοῦ σοι παρασχε‐ θέντα σωτηρίας ἀπολειφθήσονται καὶ πεποιθότες ἐφ’ ἑαυτοῖς ἀπολοῦνται, ἐπ’ ἀν‐ ελπίστοις ἔχοντες τὰς ἑαυτῶν ἐλπίδας. διαφθονούμενοι δέ σοι ἐπὶ τῇ εὐπραγίᾳ τακήσονται τοῖς φθονεροῖς ὁρῶντές σε ὀφθαλμοῖς, ἀγνοοῦντες τὴν σοφίαν τοῦ θε‐ | |
20 | οῦ καὶ τὴν δύναμιν τοῦ ταῦτά σοι παρασχομένου. | 86 |
87 | 12,1—2 Ὑπολαβὼν δὲ Ἰὼβ λέγει· μὴ ὑμεῖς ἐστε ἄνθρωποι μόνοι ἢ μεθ’ ὑμῶν τελευτήσει ἡ σοφία; μόνοι οὖν ὑμεῖς ἐστε ἄνθρωποι ἢ καὶ εἰς ὑμᾶς περιέστη ἡ σοφία; ἀλλ’ εἰσὶ καὶ ἄλλοι· οὐκ ἄρα ὑμεῖς μόνοι σοφοὶ οὐδὲ 〈εἰσ〉 ὑμᾶς περιέστη ἡ πᾶσα σύνεσις. | |
5 | ἄνθρωπος γάρ εἰμι κἀγὼ καὶ ἔχω καθ’ ὑμᾶς σύνεσιν. 12,3 καὶ ἐμοὶ μὲν καρδία καθ’ ὑμᾶς ἐστιν. εἰμὶ γὰρ ὑμῖν παραπλήσιος καὶ πάντως οὐκ ἀκάρδιος. 12,4—5 δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενόμην εἰς χλευασμόν· εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστό μοι πεσεῖν ὑπὸ ἄλλοις οἴκους τε τοὺς ἐμοὺς ἐκπορθεῖσθαι | |
10 | ὑπὸ ἀνόμων. ὅσον ἐκ τῆς ἐμαυτοῦ συνειδήσεως ἥμαρτον οὐδέν, ὑμεῖς δὲ οἴεσθε ἐκ τῆς ἐμῆς πληγῆς, ὅτι ἡμαρτηκὼς πέπονθα. οὐκοῦν ὑμεῖς δίκαιοι ἐν εὐπραγίᾳ ὄντες; ἀλλ’ οὔτε ὑμεῖς ἐκ τοῦ μὴ πεπονθέναι δίκαιοι οὔτε ἐγὼ ἐκ τοῦ πεπονθέναι ἄδικος. †οὐ γὰρ ἔγνων ἐκ τούτου ἀλλ’ ἀξιοῦτε† τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὸ δυνατὸν | |
15 | αὐτοῦ κρῖναι, ὅτι δικαίως πέπονθα. {ἐκ το} ἐκ τούτων πολλῷ μᾶλλον ἀξιόπιστός εἰμι παρρησιάζεσθαι εἰς τὴν αἰτίαν, ὅσῳ καὶ τὰ ἐμαυτοῦ ὑμῶν μᾶλλον οἶδα καὶ τὸ δίκαιον τοῦ θεοῦ ἐπίσταμαι καὶ τὸ δυνατὸν αὐτοῦ οὐκ ἔλαττον ὑμῶν. οἴεσθε δέ με ἀγνοεῖν τοὺς τῆς προνοίας λόγους, καίτοι καὶ τούτους οὐκ ἔλαττον ὑμῶν | |
γινώσκω. | 87 | |
88 | 12,6 οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι, ὅσοι παρορ‐ γίζουσι τὸν κύριον, ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται. ἀπαγγέλλει οὖν δι’ ὧν ἐπὶ μέρους κατέλεξε τὴν πρόνοιαν, ὅτι οὔτε οἱ ἀγαθοὶ παραμελοῦνται οὔτε οἱ φαῦλοι ἀτιμώρητοι μένουσιν. ἐπάγει δὲ 〈ἐν〉 τοῖς ἑξῆς | |
5 | καὶ τάδε· 12,7—9 ἀλλὰ δὴ ἐπερώτησον τετράποδα, ἐάν σοι εἴπωσι, πετεινά τε οὐρανοῦ, ἐάν σοι ἀναγγέλλῃ, ἐκδιήγησαι δὲ γῇ, ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης, ὅτι τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι χεὶρ κυρίου ἐποίη‐ σε ταῦτα πάντα. | |
10 | διὰ τούτων γὰρ παιδεύει, ὡς οὔτε ἡ ἄλογος φύσις ἀντιστατεῖν οἵα τε ἔσται τῷ τῆς προνοίας λόγῳ οὔτε μὴν ἡ ἄψυχος, ὡς φέρε εἰπεῖν οἱ ἐπὶ τοῦ Δανιὴλ λέ‐ οντες μὴ ἁψάμενοι αὐτοῦ καὶ οἱ κόρακες οἱ τρέφοντες τὸν Ἠλίαν καὶ τὸ κῆτος τὸ καταπιὸν τὸν Ἰωνᾶν ἢ τὸ πῦρ τὸ μὴ ἁψάμενον τῶν τριῶν παίδων τῶν ἐν Βαβυλῶ‐ νι. ὁ γὰρ τὸ εἶναι τοῖς θηρίοις παρεσχηκὼς καὶ τοῖς ἀψύχοις, οὗτος καὶ τὸ | |
15 | τοιάδε εἶναι συνεχώρησεν, καὶ ὅτε βούλεται ὡς θέλει μεταρρυθμίζει τὰ ὑπ’ αὐ‐ τοῦ γενόμενα, ὡς καὶ ἐπὶ τῆς ὄνου τῆς τὸν Βαλαὰμ διελεγξάσης. πάντα γὰρ τῷ βουλήματι αὐτοῦ τὸ εἶναι ἔσχεν καὶ διαμένει καὶ εἴκει ὡς ἂν αὐτὸς βούληται. ταῦτα δέ μοι λέλεκται δεῖξαι βουλομένῳ, ὡς οὐδὲ ἡ τῶν ἀψύχων φύσις τῷ βουλή‐ ματι τοῦ θεοῦ ἀντιστατεῖ. δείκνυσι γὰρ διὰ τούτων τοῖς ἑαυτοῦ φίλοις, ὅτι μὴ | |
20 | ἠγνόει τοὺς τῆς προνοίας λόγους. εἰ γάρ, φησί, τὰ πετεινὰ καὶ οἱ ἰχθύες παρὰ | 88 |
89 | τὴν τοῦ θεοῦ διάταξιν οὐθὲν διαπράττονται, πῶς ἐγὼ τούτων ἀλογώτερος ἢ καὶ ἀ‐ φρονέστερος γενοίμην ὥστε μὴ ἐπαΐειν τὴν περὶ ἡμᾶς διοίκησιν, πῶς δὲ οὐκ ἂν εἰδείην τὸ δυνατὸν τοῦ θεοῦ καὶ τὸ δίκαιον περὶ τὰ ὄντα; 12,11 οὖς μὲν γὰρ ῥήματα διακρίνει, λάρυξ δὲ σῖτα γεύεται. | |
5 | καὶ ἄλλως δὲ ὑμῖν δεῖξαι οὐ παραιτήσομαι· ἕκαστον γὰρ τῶν ἐν ἡμῖν μερῶν οἰκείαν ἐνέργειαν πεπίστευται ἐκ τοῦ δημιουργήσαντος, ὡς δύνασθαι καὶ ἐκ τού‐ του τὴν τοῦ θεοῦ πρόνοιαν καταμαθεῖν. οὖς, γάρ φησι, διακούει καὶ ὀφ‐ θαλμὸς ὁρᾷ, κυρίου ἔργα ἀμφότερα. 12,12 ἐν πολλῷ χρόνῳ σοφία εὑρίσκεται, ἐν δὲ μακρῷ βίῳ ἐπιστήμη. | |
10 | οὐδὲ τοῦτο δὲ ἠγνόησα, ὦ πάντα ὑμεῖς μόνοι εἰδότες. ἀλλ’ ἡμῖν μὲν ἐκ ψηλα‐ φίας καὶ μαθήσεως ἡ τούτων παραγίνεται γνῶσις, θεῷ δὲ οὐκέτι· ἀνάρχως δὲ τὰ πάν‐ τα γινώσκει, μᾶλλον δὲ αὐτὸς ἄναρχος γνῶσίς ἐστιν. 12,13 παρ’ αὐτῷ σοφία καὶ σύνεσις, παρ’ αὐτῷ βουλὴ καὶ ἐπιστήμη. αὐτὸς γὰρ πηγή ἐστιν σοφίας καὶ δυνάμεως πᾶσι διδοὺς καὶ δύναμιν καὶ σοφί‐ | |
15 | αν τῇ αὐτοῦ ἐξουσίᾳ. 12,14—15 ἐὰν καταστρέψῃ, τίς οἰκοδομήσει; ἐὰν δὲ καὶ ἀποκλείσῃ κατὰ ἀν‐ θρώπου, τίς ἀνοίξει; ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν, ἐὰν δὲ καὶ ἐπαφῇ, | |
ἀπώλεσεν αὐτὴν καταστρέψας. | 89 | |
90 | ταῦτα δὲ πάντα τὴν πρόνοιαν αὐτοῦ σημαίνει καὶ τὴν δύναμιν αὐτοῦ ἐξαγγέλ‐ λει, ὅτι οὐδεὶς οἷός τε ἀντιστῆναι τῷ βουλήματι αὐτοῦ. 12,16 παρ’ αὐτῷ κράτος καὶ σύνεσις, παρ’ αὐτῷ ἐπιστήμη καὶ ἰσχύς. καὶ γὰρ κρατεῖ τῶν ὅλων καὶ τῇ δυνάμει αὐτοῦ τὰ πάντα ἐν τάξει ἕκαστον καθ‐ | |
5 | ιστᾷ ὡς σοφὸς οἰκονόμος. 12,17 διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησεν. ἐξ ὧν δείκνυται τὸ δυνατὸν αὐτοῦ καὶ προνοητικόν· τοὺς γὰρ ὑπερηφάνως βου‐ λευομένους κατὰ τῶν ὑποκειμένων ὑπηκόων αἰχμαλωσίᾳ παραδέδωκε, καὶ τοὺς μεγα‐ λοφρονοῦντας ἐν κρίσει, μὴ τῷ θεῷ δὲ ἀνατιθέντας τῆς συνέσεως τὴν αἰτίαν ἐκ‐ | |
10 | στάσει παραδίδωσι τιμωρούμενος φοβερῶς τοὺς μὴ ἐπ’ αὐτῷ πεποιθότας. 12,18 καθίζων βασιλεῖς ἐπὶ θρόνων καὶ περιζωννύων αὐτοὺς ζώνην ὀσφύος αὐτῶν. αὐτὸς γάρ ἐστιν ὁ τὴν ἀρχὴν ἐγχειρίζων καὶ κράτος καὶ νίκην αὐτοῖς παρέχων, {καὶ} κράτος μὲν διὰ τοὺς ὑπηκόους, νίκην δὲ διὰ τοὺς πολεμοῦντας ἀδίκως· μι‐ | |
15 | σοπόνηρος γάρ ἐστι καὶ πάντας τοὺς ἄρξαντας χειρῶν ἀδίκων κολάζει. 12,19α ὁ ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους. τοῦτο λέγει δεικνύς, ὅτι καὶ οἱ τὰ μέγιστα ὑπὸ ἀνθρώπων τιμηθέντες πολλά‐ | |
κις αἰχμάλωτοι γεγόνασιν. ἐπειδὴ ἱερέας πάντες τιμῶσι, κατεχρήσατο τῷ ὀνόματι. | 90 | |
91 | ἐγένοντο δὲ καὶ κατ’ ἐκεῖνο καιροῦ ἱερεῖς οὐ μόνον τοιούτων ἄξιοι ἐπιτιμιῶν, ἀλλὰ καὶ εὐσεβεῖς καὶ τῷ θεῷ ἀνακείμενοι οἷος Μελχισεδὲκ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου καὶ αὐτὸς οὗτος ἑκάστης προσφέρων τῷ θεῷ θυσίαν κατὰ τὸν ἀριθμὸν τῶν παίδων. | |
5 | 12,19β δυνάστας δὲ γῆς κατέστρεψεν. τοὺς ἐνδόξους τῆς γῆς λέγει, ὅταν δι’ ἀσέβειαν ὑπὸ θεοῦ ἀνατραπῶσιν. 12,20—21 διαλλάσσων χείλη πιστῶν, σύνεσιν δὲ πρεσβυτέρων ἔγνω· ἐκχέων ἀ‐ τιμίαν ἐπ’ ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο. ἀντὶ τοῦ· τὰ χείλη τοῦ πιστοῦ εἰς δέον εὐθύνει ὁ θεός, ὅταν ἐν πειρασμῷ | |
10 | ἐξεταζόμενος διὰ τὴν προσπεσοῦσαν ὀδύνην τραχέως φθέγγηται, καὶ τοὺς σήμερον μέγα ἐφ’ ἑαυτοῖς φρονοῦντας ἀδόξους ποιεῖ καὶ ὑπομιμνήσκει, ὅτι ἄνθρωποι ὄν‐ τες ὀφείλουσι τὰ ἑαυτῶν μέτρα εἰδέναι· τοὺς δὲ ἐλπίζοντας ἐπ’ αὐτῷ καὶ ταπει‐ νωθέντας ἐκ συμφορᾶς τινος ἰᾶται καὶ ἐκ θλίψεως ῥύεται. 12,22 ὁ ἀποκαλύπτων βαθέα ἐκ σκότους, ἐξήγαγεν δὲ εἰς φῶς σκιὰν θανάτου. | |
15 | καὶ τὰ ἀγνοούμενα ἀνθρώποις γνώριμα καθιστὰς καὶ τὰ ἐν διανοίᾳ εἰς φῶς ἄ‐ γων. οὐδὲν γὰρ αὐτὸν λανθάνει ἐνθύμημα ἀνθρώπου· γυμνὰ γὰρ αὐτῷ πάντα καὶ πε‐ φωτισμένα, οὔτε ἔργον τι οὔτε πρόθεσις οὔτε ἔννοια ἐκφεύγει τὴν αὐτοῦ γνῶσιν. λέγει γάρ που αὐτὸς ὁ θεός· εἰ ποιήσει ἄνθρωπός τι ἐν κρυφίοις, | |
καὶ ἐγὼ οὐκ ὄψομαι; καὶ ἡ σεμνοτάτη Σωσάννα φάσκει προσευχομένη τῷ θεῷ | 91 | |
92 | οὕτως· ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. 12,23—25 πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά, καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά. διαλλάσσων καρδίας ἀρχόντων λαοῦ τῆς γῆς, ἐπλάνησε δὲ αὐτοὺς ὁδῷ, ᾗ | |
5 | οὐκ ᾔδεισαν. ψηλαφήσειαν σκότος καὶ μὴ φῶς, πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων. ἐπειδὴ ἔλεγεν· ἐξήγαγεν δὲ εἰς φῶς σκιὰν θανάτου (ἀντὶ τοῦ· φό‐ βον θανάτου. ὅταν γὰρ τοσοῦτόν τις φοβηθῇ, ἐπιστατήσας τοῦ τοιούτου 〈τοῦ〉 φό‐ βου ῥύεται), καὶ μνημονεύσας τῶν κατὰ μέρος καὶ ἐκ τούτων τὴν πρόνοιαν ἀποδεί‐ ξας, ἵνα μή τις νομίσῃ ἐκ τῶν κατὰ μέρος μόνον αὐτὸν ἐπίστασθαι τὴν τοῦ θεοῦ | |
10 | πρόνοιαν ἢ ὅτι τοὺς μὲν καθ’ ἕνα οὕτω διοικεῖ, οὐκέτι δὲ καὶ τὰ ἔθνη, ἐπιφέ‐ ρει καὶ τὴν καθόλου, ὅτι καὶ τὰ εἰς αὐτὸν ἐξαμαρτόντα 〈ἔθνη〉 ἀπώλοντο δι’ ἀβουλίαν αὐτῶν ὡς οἱ Σοδομῖται καὶ οἱ Χαναναῖοι καὶ οἱ Αἰγύπτιοι καὶ πρὸ τού‐ των οἱ ἐν τῷ κατακλυσμῷ κατ’ ὀργὴν θεοῦ ἐκτριβέντες ἢ καὶ πρὸς οἷς οἱ Ἰσραη‐ λῖται ὑποκαθοδηγηθέντες ᾤκισαν τὴν Παλαιστίνην γῆν, ὅτι δὲ καὶ διαλλαγὰς σπει‐ | |
15 | σάμενα τὰ ἔθνη πρὸς ἄλληλα ἐπὶ συμφωνίᾳ κακῇ οὐδὲν ὤναντο. ἐπλάνησε γὰρ αὐτοὺς ἡ ἀβουλία αὐτῶν καὶ δι’ αὐτὴν ἐξετρίβησαν ἀγνοήσαντες τὴν ἑαυτῶν ἀπώλειαν· καὶ ἀντὶ ἡμέρας νὺξ αὐτοὺς κατέλαβεν, καὶ ἐσείσθησαν ὥσπερ ὁ μεθύων ἀντ’ ἐρυγμά‐ των ταῖς σκιαῖς περιπίπτοντες. οὕτω πᾶσαν αὐτοῦ τήν τε κατὰ μέρος καὶ τὴν κα‐ θόλου ἐπίσταμαι πρόνοιαν, λέληθεν δέ με οὐδὲν ὡς ὑμεῖς νομίζετε· καὶ γὰρ τὸ | |
20 | δυνατὸν καὶ τὸ δίκαιον αὐτοῦ οὐκ ἀγνοῶ. πάντα οὖν δείκνυνται ὡς αὐτὸς ἐπιστα‐ | |
τεῖ καὶ διοικεῖ. | 92 | |
93 | 13,1—2 ἰδοὺ ταῦτα ἑώρακέ μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοε τὸ οὖς μου, καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε καί γε νεώτερος ὢν ὑμῶν οὐκ εἰμὶ ἀσυνετώτερος ὑμῶν. δείκνυσι δὲ ὁ μακάριος οὗτος διὰ τούτου, ὡς πρεσβύτας εἶχε φίλους καὶ πρὸς τοὺς τοιούτους ἦν αὐτῷ σχολή· ὑμῖν μὲν γὰρ ὑπῆρξε τὸ περὶ τῆς προνοίας καὶ τοῦ | |
5 | δικαίου καλῶς εἰδέναι ἐκ πολλῆς μελέτης καὶ πολλῆς πείρας τῆς πολυχρονίου ὑμῶν ἡλικίας, ἐγὼ δὲ ἐκ πόνων συνεχῶν καὶ προσοχῆς συντόνου νέος ὢν τοσοῦτον μεμάθηκα, ὡς μηδέν με λαθεῖν ὧν ὑμεῖς χρόνῳ μεμαθήκατε. 13,3—5 οὐ μὴν δὲ ἀλλὰ πρὸς κύριον ἐγὼ λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐ‐ ὰν βούληται· ὑμεῖς γάρ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. εἴη δὲ ὑμῖν | |
10 | κωφεῦσαι καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν. ἀλλ’ ἐγὼ ὑμῶν μὲν οὐδένα λόγον ποιοῦμαι, θεῷ δὲ προσομιλῶ, καὶ ἐὰν βούλη‐ ται παρρησιάσομαι, ἐὰν συγχωρήσῃ μοι πυθέσθαι αὐτοῦ ἐπιζητήσω τὴν αἰτίαν. κατ‐ εψηφίσασθέ μου ἀδικίας καὶ τοῖς λόγοις ὑμῶν κατ’ ἐμοῦ οὐκ εἰς δέον ἀπεχρήσα‐ σθε ὥσπερ οἱ τῶν ἰατρῶν ἀνεπιστήμονες κακὰ προσάγοντες φάρμακα. σιωπήσατε οὖν, | |
15 | ἵνα ὑμῖν ὑποδείξω, ὡς οὔτε ἐπιτηδείους εἰς παράκλησιν ἐποιήσασθε πρὸς ἐμὲ λό‐ γους οὔτε δικαίως κατεψηφίσασθέ μου. ἐπιδείξω δὲ ὑμῖν τὴν σοφίαν κενῶς κατ’ ἐμοῦ προσενηνεγμένην. 13,6—10α ἀκούσατε δὴ ἔλεγχον στόματός μου, κρίσει δὲ χειλέων μου προσέχε‐ τε. πότερον οὐ κατέναντι κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλους; ἦ | |
20 | ὑποστέλλεσθε; αὐτοὶ ὑμεῖς κριταὶ γίνεσθε καλῶς γε λαλοῦντες. ἐὰν γὰρ ἐξιχνι‐ | 93 |
94 | άσῃ ὑμᾶς, εἰ καὶ τὰ πάντα ποιοῦντες προστεθήσεσθε ὁδῷ αὐτοῦ, οὐδὲν ἧττον ἐ‐ λέγξει ὑμᾶς. καλῶς δὲ γινώσκοντες τὸν τῆς προνοίας λόγον οἴδατε ὅτι λέληθεν αὐτὸν τῶν νοουμένων οὐθέν. εἶτα οὐκ ἀγνοεῖτε, ὅτι καὶ δολίως φθέγγεσθε. ἐξ ὧν γὰρ ὑμεῖς | |
5 | ἐν ταῖς ἑαυτῶν καρδίαις λέγετε μηδέν με ἡμαρτηκέναι, ἐπειδὴ μηδὲν συνοίδατέ μοι, πῶς οὖν μου καταψηφίζεσθε ἀδικίας, τῷ δὲ θεῷ μαρτυρεῖτε δικαιοσύνην νο‐ μίζοντες χαίρειν τὸν θεὸν ἐπὶ ψεύδεσιν ἢ ἐπὶ τῷ {μὴ} λαβεῖν αὐτοῦ πρόσωπον; ὁ τὴν ἐντολὴν δούς· μὴ λάβῃς πρόσωπον δυνάστου ἐν κρίσει, οὐκ ἂν αὐτὸς θελήσει παρὰ τὸ δίκαιον 〈ὑμᾶσ〉 αὐτῷ μὲν προσμαρτυρεῖν, κατ’ ἐμοῦ δὲ ἀποφαίνεσθαι. δέ‐ | |
10 | ον γὰρ ὑμᾶς ἀγνοοῦντας σὺν ἐμοὶ ἐπιζητεῖν τὴν αἰτίαν τῆς συγχωρήσεως, τῷ θεῷ οὐκ ὀρθῶς θέλετε χαρίζεσθαι, δι’ ὧν ἐμοῦ μὲν ὡς ἀδίκου κατηγορεῖτε, θεοῦ δὲ ὡς δικαίως μετελθόντος με καταπεφήνασθε. ὑμεῖς δὲ αὐτοὶ κριταὶ γίνεσθε, καλῶς δὲ λαλοῦντες, ὡς ὑμεῖς μεταξύ τε ἐμοῦ καὶ θεοῦ ἐκρίνατε οὐκ ὀρθῶς· ἐγὼ ὑμῖν πάλιν κρινῶ τὸν θεὸν ἔχων ἐπιψηφιζόμενόν μοι ἐφ’ οἷς λέγω. ἐλέγξει γὰρ ὑμᾶς, | |
15 | ὡς δολίως ἐκρίνατε. ἆρά γε αἰσθήσεσθε, ἐὰν τὴν ζήτησιν ἐπιτρέψῃ γενέσθαι εἰς ἔλεγχον ὑμῶν; ἐὰν γὰρ αὐτῷ πολλὰ χαρίσησθε τῷ λόγῳ, ἐν τῇ κρίσει ὑπ’ αὐτοῦ ἐ‐ ἐλεγχθήσεσθε ὡς ἄδικοι κριταί· ὁ γὰρ θεὸς τὸ ψεῦδος ἀποστρέφεται. 13,10β—12 εἰ δὲ καὶ κρυφῇ πρόσωπον θαυμάσετε, πότερον οὐχ ἡ δίνη αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ κυρίου ἐπιπεσεῖται ὑμῖν; καὶ ἀποβήσεται ὑμῶν τὸ γαυ‐ | |
20 | ρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον. | 94 |
95 | ἐὰν δὲ καὶ κρυφῇ ἀδίκως δοξάσητε, οὐχὶ τῷ φόβῳ αὐτοῦ ἐλέγξει ὑμᾶς; δίνη δέ ἐστι συστροφή, στρόβησις δὲ συνοχή. ὃ λέγει τοιοῦτόν ἐστιν· εἰ ἐλάβετε, φησί, κατὰ συνείδησιν πρόσωπον δυνάστου, †πρὸς αὐτὸν ἡ συστροφὴ ὑμῶν† καὶ τῷ δείμα‐ τι αὐτοῦ ταραχθέντες στροβηθήσεσθε· ἐπιπεσεῖται γὰρ ὑμῖν ἐν ὀργῇ· καὶ γνώσεσθε | |
5 | μήτε τὴν δόξαν ὑμῶν εἶναί τι καὶ τὸ σῶμα ὑμῶν πηλοῦ μηδὲν διαφέρειν, ἐφ’ ᾧ μέ‐ γα φρονεῖτε, καὶ τῆς ψυχῆς τὸ γαυρίαμα ἴσα σποδῷ, ἐπεὶ ἐνομίσατε ἀδικίᾳ ἐπιτρέ‐ χειν τὸν θεόν. 13,13—15α κωφεύσατε οὖν ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ ἀναλαβὼν τὰς σάρ‐ κας μου τοῖς ὀδοῦσι, ψυχὴν δέ μου θήσω ἐν χερσί μου, ἐὰν μή με χειρώσηται ὁ | |
10 | δυνάστης, ἐπεὶ καὶ ἦρκται. ἡσυχάσατε οὖν, ἵνα καὶ αὐτὸς τῆς ὀδύνης παύσωμαι καὶ διὰ τοῦ λαλεῖν ὥσπερ ἐνδακὼν ἑαυτὸν τὴν αἰτίαν εὕρω τῶν ἐλέγχων, ὥσπερ διὰ τῆς ζητήσεως αὐτὸς ἑαυ‐ τὸν βασανίζων. ἐν γὰρ τῇ τοῦ θεοῦ ἐξουσίᾳ γεγένημαι καὶ τὸ ζῆν μού ἐστιν ἐν τῇ γνώμῃ αὐτοῦ. ἐρωτήσω αὐτόν, ἐὰν μή με φιμώσῃ δυνατὸς ὤν, ἐπεὶ καὶ οὕτως ἤρ‐ | |
15 | ξατό με βασανίζειν. 13,15ω—16 οὐ μὴν δὲ 〈ἀλλὰ〉 λαλήσω καὶ ἐλέγξω ὑμᾶς ἐναντίον αὐτοῦ, καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν· οὐ γὰρ εἰσελεύσεται ἐναντίον αὐτοῦ δόλος. αὕτη γάρ μοι ἡ τῶν λόγων ἀψεύδεια καὶ ἡ ἀλήθεια βοηθήσει καὶ παρρησίαν δώ‐ σει πρὸς θεόν· οὐ γὰρ ἐμαυτῷ σύνοιδα ἁμάρτημα. καὶ γὰρ οὐ παραδέξεται τοὺς πα‐ | |
20 | ρὰ τὸ δίκαιον λέγοντας· οὐδὲν γὰρ αὐτῷ ψεῦδος δεκτόν, φίλη δὲ ἡ ἀλήθεια. | 95 |
96 | 13,17—19 ἀκούσατέ μου ἀκούσατέ μου τὰ ῥήματα· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόν‐ των. ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι. τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω; καίτοι ἐν τῷ βασανίζεσθαι ὅμως τοῦ οἰκείου συνειδότος οὐκ ἐξίσταμαι. οἶδα | |
5 | γάρ, ὅτι ἐν τῷ με δίκαιον λέγειν μισθὸν ἕξω σωτηρίας. †οὐ γὰρ δεῖ δ’ οὐ τούτῳ χαίρειν.† οὐ γὰρ κατήγορον ἔχω, ἵνα σιωπήσω. 13,20—21 δυεῖν δέ μοι χρεία, τότε ἀπὸ τοῦ προσώπου σου 〈οὐ〉 κρυβήσομαι· τὴν χεῖρά σου ἀπόσχου ἀπ’ ἐμοῦ καὶ ὁ φόβος σου μή με καταπλησσέτω. ὃ λέγει τοιοῦτόν ἐστι· κούφισόν μου τὴν ὀδύνην καὶ εἰς τὰ προσδοκώμενα | |
10 | εὔελπίν με ποίησον. νῦν δὲ οὐκ ἔχω παρρησίαν ἐκ τῆς πληγῆς αἰσχυνόμενος ἐν‐ ιδεῖν πρὸς σέ. 13,22—23 εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· λαλήσεις καὶ ἐγώ σοι δώσω ἀνταπόκρισιν. πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου; τίνες εἰσὶ δί‐ δαξόν με. | |
15 | ἐὰν γάρ με ἀπαλλάξῃς τοῦ περιέχοντος φόβου, τηνικαῦτα καθαρὸς ἀναφανεὶς παρρησίαν πάλιν ἀναλήψομαι καὶ προσκαλούμενος ὑπὸ σοῦ οὐκ ἔχων αἰσχύνην ἀπο‐ κριθήσομαι. νῦν δ’ ἐάν με διδάξῃς τίνα ἐστὶν ἃ ἡμάρτηταί μοι, φυλάξομαι ἀπ’ αὐτῶν καὶ μετανοήσω. οὕτως ἐν πᾶσιν εὐγνώμων ὁ θεῖος οὗτος ἀνὴρ καὶ πρὸς τὸν | |
θεὸν 〈τὸ〉 δίκαιον φυλάττων. | 96 | |
97 | 13,24 διὰ τί δέ με ἀποκρύπτῃ; ἥγησαι δέ με ὥσπερ ὑπεναντίον σου; ὡς ἐχθρὸς διάκεισαι πρὸς ἐμὲ μὴ σημαίνων μοι τὴν αἰτίαν. τίς γάρ εἰμι, ἵνα ὡς ὑπεναντίον ἡγήσῃ; οὐχὶ σύ με παρήγαγες ἐν τῇ διαγωγῇ ταύτῃ, ἐν δὲ τῇ σῇ ἐξουσίᾳ τὸ εἶναί μοι σῴζεται; | |
5 | 13,25—28 ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτον φερό‐ μενον ὑπὸ πνεύματος; ἀντίκεισαι δέ μοι, ὅτι κατέγραψας κατ’ ἐμοῦ κακὰ καὶ περιέθηκάς μοι νεότητος ἁμαρτίας, ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι καὶ ἐφύ‐ λαξάς μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας ποδῶν μου ἀφίκου, οἳ παλαιοῦνται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. | |
10 | ναί, τάχα εὐλαβῇ με ἀγνοῶν τῆς φύσεώς μου τὸ εὐτελές, ὅτι φύλλου ἢ χόρτου ὑπ’ ἀνέμου φερομένου μηδὲν διαφέρω. τίνος οὖν ἕνεκεν ἀπεφήνω κατ’ ἐμοῦ τηλικαύτην ἀπόφασιν; ἦ ἐκεῖνα νῦν ἐλογίσω, ἅπερ ἐποίησα μὴ ἔχων τὸ διακριτι‐ κόν, καὶ περιεστοίχισμαι ἐν τοσούτοις κακοῖς ὡς μὴ δύνασθαι ἀποδρᾶναι. ἐπί‐ σταμαι δέ, ὡς οὐδέν σε λέληθεν ὧν εἰργασάμην, ἀλλὰ καὶ τὰ ἔσχατα τῶν πράξεών | |
15 | μου κατενόησας. παλαιοῦσθαι δὲ ἴσα ἀσκῷ λέγει καὶ σητόβρωτος γενέσθαι ὡς ἱ‐ μάτιον διὰ τὸ φθαρτὸν τῆς φύσεως. 14,1—2 Βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ. διὰ τούτων τὸ εὐτελὲς καὶ ἐφήμερον σημαίνει καὶ τὸ ἐπώδυνον κατὰ τὸ εἰρη‐ | |
20 | μένον· αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, | 97 |
98 | 〈ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη,〉 καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. πλεῖον γὰρ νῦν οὐ τὸ περιττεῦον τῶν ὀγδοήκοντα λέγει, ἀλλὰ τὸ ἐν αὐτοῖς τοῖς ὀγδοήκοντα. ἀποδεδρακέναι δὲ ὥσπερ σκιὰν φάσ‐ κει τὴν ζωὴν διὰ τὸ ὀξὺ τῆς ἐντεῦθεν παρόδου, καθά που λέλεκται· σκιᾶς | |
5 | γὰρ πάροδος ὁ βίος ἡμῶν. 14,3 οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ τοῦτον ἐποίησας ἐν κρίματι εἰσ‐ ελθεῖν ἐπὶ σοῦ; σύ με εἰς ζήτησιν τῆς αἰτίας καὶ ἡ σὴ ἀγαθότης κινεῖ· οὐ γὰρ πρὸς τὸ εὐ‐ τελὲς τοῦ ζῴου εἶδες, ἀλλὰ καὶ λόγου αὐτῷ μετέδωκας καὶ ἐντολὴν αὐτῷ παρέσ‐ | |
10 | χου καὶ κρίσιν αὐτῷ ποιεῖν ἐπηγγείλω. ταῦτα οὖν με κινεῖ πρὸς παρρησίαν. 14,4—5 τίς γὰρ ἔσται καθαρὸς ἀπὸ ῥύπου; οὐδὲ εἷς. ἐὰν καὶ μιᾶς ἡμέρας γένηται ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρ’ αὐτῷ, εἰς χρόνον ἔθου καὶ οὐ μὴ ὑπερβῇ. οὐ πάντων ἀνθρώπων κατηγορεῖ, ἀλλὰ πρὸς τὸν θεὸν λέγει, ὅτι πρὸς σὲ καὶ | |
15 | πρὸς τὴν ἐντολήν σου οὐδείς ἐστι καθαρός, ἐπεὶ πῶς ἂν καὶ περὶ αὐτοῦ εἴρητο, ὅτι ἄμεμπτος ἀληθινὸς δίκαιος θεοσεβὴς ἀπεχόμενος ἀπὸ παν‐ τὸς πονηροῦ πράγματος, πῶς δὲ καὶ πρὸς τὸν Νῶε ἐλέγετο· σὲ μόνον εἶδον δίκαιον ἐπὶ τῆς γῆς; καὶ ἐν τῷ νόμῳ δὲ εἴρηται, ὅτι οὐκ ἦν ὡς Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ παρὰ πάντας ἀνθρώπους πραό‐ | |
20 | τατος. πρὸς οὖν τὸν θεὸν ἀφορῶν λέγει, ὅτι οὐδεὶς καθαρός, κἂν †φανεραὶ† | 98 |
99 | γένωνται αἱ ἡμέραι αὐτοῦ, οὐδ’ οὕτω φυλάξεται καθαρὸς διαμεῖναι. ὅρος γὰρ αὐ‐ τῷ παρὰ σοὶ τῆς ἐνταῦθα διαγωγῆς διὰ τὸ θνητὸν γεγενῆσθαι. ἀλλ’ οἱ φιλαμαρ‐ τήμονες ἀποκέχρηνται τῷ ῥητῷ πρὸς ἀπολογίαν τῆς αὐτῶν ὀλιγωρίας ἀγνοοῦντες, ὅτι ἀναμάρτητος λέγεται οὐχ ὁ πάντῃ ἔν τινι μὴ ἐνσχεθείς (τίς γὰρ καυχή‐ | |
5 | σεται ἁγνὴν ἔχειν τὴν καρδίαν;), ἀλλ’ ὁ μὴ κατὰ πρόθεσιν ἁμαρτάνων· εἰ κἄν ποτε ἐξ ἀπροσεξίας συμβῇ τι τοιοῦτο, ἐπανατρέχων πρὸς ἑαυτὸν πρὸς τὸ μηκέτι περιπεσεῖν ἐκείνῳ οὐ κατέγνωσται. δὶς καταδεσμεύσας, γάρ φησιν, ἁμαρτίαν ἐν τῇ μιᾷ οὐκ ἀθῳωθήσῃ, τουτέστιν· οὐκ ἐκφεύξῃ, μέχρις ἂν καὶ περὶ αὐτῆς εἰσπραχθῇς τὴν δίκην. | |
10 | 14,6 ἀπόστα ἀπ’ ἐμοῦ, ἵνα ἡσυχάσω καὶ εὐδοκήσω τὸν βίον μου ὥσπερ μισθω‐ τός. ἐπικούφισόν μοι βραχὺ τὰς ὀδύνας καὶ εὐδοκήσω τὸν βίον μου ἀγαπῶν ὅτι ἂν ὁρίσῃς μοι. μόνον μοι τὴν αἰκῆ φροντίδα ἐπικούφισον εὔελπίν με παρασκευάζων ὑποσχέσει χρηστῇ. | |
15 | 14,7—9 ἔστιν γὰρ δένδρῳ ἐλπίς· ἐὰν γὰρ ἐκκοπῇ, πάλιν ἀνθήσει καὶ ὁ ῥάδαμ‐ νος αὐτοῦ οὐ μὴ ἐκλίπῃ. ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, ἐν δὲ πέτραις τε‐ λευτήσῃ τὸ στέλεχος αὐτοῦ, ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει καὶ ποιήσει θερισμὸν ὥσ‐ περ {τὸν} νεόφυτον. ὁ ῥάδαμνός ἐστι παντὸς δένδρου τὸ ἄκρον τὸ ἁπαλόν, ὅπερ ἀκρεμόνα λέγουσιν. | |
20 | ὃ λέγει τοιοῦτόν ἐστι· δένδρον, φησίν, ἐκκοπὲν καταλείψει ἐνταῦθα ἄνθ’ ἑαυτοῦ | 99 |
100 | βλάστημα, ἄνθρωπος δὲ ἐκ τῆς ἐνταῦθα διαγωγῆς ἀφαιρεθεὶς οὐ μὴ ὑποστρέψῃ ἐν‐ ταῦθα πάλιν. 14,10 ἀνὴρ δὲ τελευτήσας ᾤχετο καὶ πεσὼν βροτὸς οὐκέτι ἔστιν. ὁ γὰρ ἑτέρας λήξεως τυχὼν πῶς 〈ἂν〉 ἐνταῦθα ἥκοι πολιτευσόμενος ἀφῃρημένος | |
5 | τῆς τοιαύτης ἐξουσίας; οὐ γὰρ τὴν ἀνάστασιν ἀθετεῖ διὰ τούτων ὡς ἐνόμισαν οἱ δυσώνυμοι Οὐαλεντῖνοι καὶ πάντες οἱ τὴν ἀθεότητα νοσήσαντες, ἀλλ’ ὅτι οἱ μὲν ἐνταῦθα πολιτευσάμενοι ἀπελεύσονται ἐκεῖσε, οἱ δὲ ἐν ἐκείνῃ ὄντες τῇ λήξει οὐκέτι ἐνταῦθα πολιτεύσονται. 14,11 χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμοὶ δὲ ἐρημωθήσονται καὶ ξηρανθή‐ | |
10 | σονται. εἰ γὰρ τὸ τηλικοῦτον στοιχεῖον ἐν σπάνει καθίσταται καὶ ποταμοὶ ἐκκενοῦν‐ ται καιρῷ, πῶς 〈ἂν〉 ἄνθρωπος θνητὸς ὢν καὶ βραχύτατος ἐπὶ πλεῖον ἀνταρκέσει τῇ διαμονῇ ταύτῃ πολλὰς ἐχούσῃ μεταβολάς; 14,12 ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ καὶ οὐ μὴ ἐγερθῇ, ἕως ἂν ὁ οὐρα‐ | |
15 | νὸς παλαιωθῇ, καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν. διὰ τοῦ δευτέρου τὴν πρώτην ἀσφάλειαν ἔλυσε· πεπαιδευμένος γὰρ ἐτύγχανεν ἀκριβῶς τὴν τοῦ σώματος τούτου ἀνάστασιν. φησὶ γάρ· ὅταν ὁ οὐρανὸς παλαιωθῇ, τότε διαλυθὲν τοῦτο τὸ σῶμα συρραφήσεται, ὡς διὰ τῶν εἰρημένων φυσιολογῶν ἔλε‐ | |
γε· δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις ἐν‐ | 100 | |
101 | εῖράς με. ὅρα δὲ καὶ τοῦτο, ὅτι κοίμησιν καὶ ὕπνον λέγει τὸν θάνατον, καθά που καὶ ὁ κύριος ἔλεγεν· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται. οὐκοῦν εἰ κοίμησις ὁ θάνατος, διυπνίζεται δὲ ὁ καθεύδων (μὴ ὁ κοιμώμενος, γάρ φησιν, οὐ προσθήσει τοῦ ἀναστῆναι;) εὔδηλον, ὅτι καὶ ὁ ἀποθανὼν ἀνα‐ | |
5 | στήσεται; εἰ γὰρ ἀδελφὸν τοῦ ὕπνου τινὲς τὸν θάνατον ὠνόμασαν, οὐχ ὡς ἐκ γονέων τινῶν φύντα, ἀλλὰ διὰ τὸ κοινὸν τῆς παρέσεως τῶν θνῃσκόντων καὶ τῶν ὑπνούντων, πῶς οὐκ ἂν ἐπαινέσω τὸν ἄμεμπτον ὕπνον καὶ κοίμησιν τὸν κοινὸν θά‐ νατον ὀνομάσαντα; 14,13—14 εἰ γὰρ ὄφελον ἐν ᾅδῃ 〈με〉 φυλάξεις, κρύψεις δέ με, ἕως ἂν παύση‐ | |
10 | ταί σου ἡ ὀργὴ καὶ τάξῃ μοι χρόνον, ἐν ᾧ μνείαν 〈μου〉 ποιήσεις. ἐὰν γὰρ ἀπο‐ θάνῃ ἄνθρωπος, ζήσεται συντελέσας τὰς ἡμέρας τοῦ βίου αὐτοῦ. ὑπομενῶ, ἕως ἂν πάλιν γένωμαι. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐ τῆς ἐνταῦθα διαγωγῆς φροντίζων τοῦτο λέγω· ὅπου τοιγαροῦν 〈βούλῃ〉 φύλαξόν με, μόνον περὶ τῆς μελλούσης ἐλπίδος σημᾶναι | |
15 | θέλησον, τὸ θέλημά σου γενέσθω, μόνον τὴν τῶν προσδοκωμένων μοι ἐλπί‐ δα ἀποκάλυψον· δέδοικα γὰρ μὴ ἃ νῦν πάσχω προοίμια τῶν ἐκεῖσε γεγένηται. τὸ δὲ ἐὰν θάνῃ ζήσεται συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ καθ’ ὑ‐ περβατὸν εἴρηται· ἡ γὰρ ἀκολουθία οὕτως ἔχει· ἐὰν γὰρ ἄνθρωπος συντελέσας τὰς ἡμέρας τοῦ βίου αὐτοῦ ἀποθάνῃ, ζήσεται, ἀντὶ τοῦ· τὸ χρέος ἀποπληροῖ ὁ θανών. | |
20 | ἡ γὰρ κατάστασις αὕτη 〈...〉. διὸ ὑπομενῶ, ἕως ἂν πάλιν γένωμαι. ὁρᾷς, ὅπως | |
οὐκ ἀπογινώσκει περὶ τῆς ἀναστάσεως, ἀλλὰ πέριξ αὐτῆς ἔχεται; μόνον γάρ μοι, | 101 | |
102 | φησίν, ἡ τῶν μελλόντων γνῶσις ἐγγενέσθω, ἅ με περιμενεῖ μετὰ τὴν ἀνάστασιν, καὶ ὃ θέλεις ὑπομενῶ. οὐ γὰρ ἔστιν ἀντειπεῖν σοι. 14,15 εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ. | |
5 | ἐκμειλισσόμενος τὸν θεὸν λέγει καὶ ὥσπερ κηρὸν εὔεικτον ἑαυτὸν εἰς τὰς τοῦ πλάστου χεῖρας ἐντιθεὶς ὁμολογεῖ τοῦτον εἶναι αὐτοῦ ποιητήν. 14,16—17 ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου· ἐσφράγισας δέ μου τὰ ἁμαρτήματα ἐν βαλλαντίῳ καὶ ἐπεσημήνω, εἴ τι ἄκων παρέβην. | |
10 | οὐδέν σε τῶν ἐμῶν λέληθεν, ἀλλ’ ὡς ἐν βαλλαντίῳ πάντα τὰ πραχθέντα μοι σφρα‐ γίσας ἔχεις· ἀλλὰ καὶ τὰ μὴ ἐκ προνοίας ἁμαρτηθέντα μοι ἐπεσημήνω, καὶ ὅσα ἐν νεότητι ἔσφηλα, ὅτε οὐκ εἶχον τὸ διακρίνειν, καὶ ταῦτα ἐξιχνίασας. 14,18—19β καὶ πλὴν ὄρος πῖπτον διαπεσεῖται καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου ἑαυτῆς· λίθους ἐλέαναν ὕδατα καὶ κατέκλυσαν ὕδατα ὕπτια τοῦ χώματος τῆς | |
15 | γῆς. εἰ οὖν ταῦτα οὕτω μεγάλα καὶ στερρὰ ὄντα διαλύεται ὑπὸ τῆς φθορᾶς καὶ τῶν ἔξωθεν προσπιπτόντων, πόσον δύναμαι αὐτὸς ὑποστῆναι; παρόμοια γὰρ τούτων καὶ διὰ τῶν προλαβόντων ἔλεγε τοῖς ἀψύχοις τὰς ἑαυτοῦ σάρκας παραβάλλων ἐν τῷ λέ‐ | |
γειν· μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου ἢ αἱ σάρκες μού εἰσι χαλκαῖ; | 102 | |
103 | καὶ νῦν φησι· λίθους ἐλέαναν ὕδατα, τὸ ἐνδελεχὲς τῆς ῥανίδος. εἰ γὰρ τοῦτο, φησί, τὸ τῆς σταγόνος ἁπαλὸν ὂν τὴν σκληρὰν πέτραν κοιλαίνει καὶ τὴν κραταιὰν φύσιν μαλάττει, πῶς ἂν ἐγὼ ὑπομείνω τοσαύτην φορὰν κακῶν οὕτω μὲν αἰσθητικὸς ὤν, οὕτω δὲ εὐπαθῆ σάρκα διημφιεσμένος ἀλλ’ οὐ χαλκὸν ἢ πέτραν τινά, ὁπότε | |
5 | καὶ ταῦτα τῷ χρόνῳ ἐνδίδωσι; κατέκλυσαν γὰρ ὕπτια χώματα αἱ συστροφαὶ τῶν ὑδάτων· κατὰ μικρὸν προσπίπτουσαι αἱ ῥανίδες καὶ ἐπισυναγόμεναι τὰ ὑψηλὰ τῆς γῆς 〈ὕπτια〉 συνίστανται. 14,19γ—22 ὑπομονὴν ἀνθρώπου ἀπώλεσας· ὦσας αὐτὸν εἰς τέλος καὶ ᾤχετο καὶ ἐπέστησας αὐτῷ τὸ πρόσωπον καὶ ἐξαπεστάλη. πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ | |
10 | οὐκ οἶδεν, ἐάν τε ὀλίγοι γένωνται, οὐκ ἐπίσταται περὶ αὐτῶν, ἀλλ’ 〈ἢ〉 αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐπ’ αὐτῷ ἐπόνησεν. ἄνθρωπος δὲ τῆς ἐνταῦθα πολιτείας συλληφθεὶς ἐν ταύτῃ οὐκ ἐπιστρέφει· οὐκέτι γὰρ αὐτοῦ λείψανον ἐν ταύτῃ ὑπολειφθήσεται ὃν τρόπον τοῦ χώματος καὶ τοῦ ἐκκοπέντος φυτοῦ. γνώμῃ δὲ σῇ ἄνθρωπος καὶ παρετύγχανεν καὶ πνεύματι σῷ | |
15 | ἐνθένδε μεθίσταται, κἄν τε πολλοὺς κτήσηται παῖδας, οὐδὲν πρὸς αὐτόν, κἄν τε ὀλίγους, οὐκ ἠλάττωται. ἕκαστος γὰρ ἑαυτῷ ἀλλ’ οὐκ ἄλλῳ ζῇ. παρήχθησαν ὡς διὰ θύρας παρὰ τοῦ γειναμένου, μόνον δὲ τοῦθ’ ἕκαστος ἐφόδιον ἐξελθὼν λαμβάνει τῶν ὑπαιτίων ἰδιαζόντως τὴν ἑαυτοῦ τιμωρίαν κατὰ τὸ εἰρημένον· τοῦ φαγόν‐ | |
τος τὸν ὄμφακα ὁμωδιάσουσιν οἱ ὀδόντες. | 103 | |
104 | 15,1—3 Ὑπολαβὼν δὲ Ἐλιφὰτζ ὁ Θαιμανίτης λέγει· τίνα ἄρα σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος, ἐμπλήσει δὲ πόνον γαστρός, ἐλέγχων με ἐν ῥήμασι κε‐ νοῖς, ἐν λόγοις οἷς οὐδὲν ὄφελος. παντὸς λόγου κατήρξατο πρὸς τὰ ὑπὸ τοῦ μακαρίου Ἰὼβ ῥηθέντα· πρὸς γὰρ ἀνθ‐ | |
5 | υποφορὰν ἡ ἅμιλλα τῶν λόγων αὐτοῖς ἐγίνετο. ἐπειδὴ γὰρ αὐτὸς πρὸς αὐτοὺς ἔλε‐ γε· μὴ ὑμεῖς ἐστε ἄνθρωποι μόνοι ἢ μεθ’ ὑμῶν τελευτήσει σο‐ φία; οὗτος πρὸς αὐτὸν ἔφη· ὅλως οὐ συνετοῦ ἐστι τὸ ἀποκρίνασθαί σοι ἢ ἐνθυ‐ μηθῆναι εἰπεῖν τι πρὸς σὲ οὕτως ὄντα φιλόνεικον. ἦ οὐκ οἶσθα, σοφώτατε, ὡς ἐπικινδύνως καὶ σὺ φθέγγει καὶ ἡμεῖς πρὸς σὲ μάτην ποιούμεθα τοὺς λόγους; | |
10 | 15,4—5 ὅτι καὶ σὺ ἀπεποιήσω φόβον, συνετελέσω ῥήματα τοιαῦτα ἔναντι κυρί‐ ου, ὅτι ἔνοχος εἶ ῥήμασι στόματός σου καὶ οὐ διέκρινας ῥήματα δυναστῶν. ὥσπερ γὰρ ἄφοβος {εστιν} ἀνὴρ οὕτω θρασέως ἐφθέγξω κατέναντι τοῦ θεοῦ. ἐξ ὧν δὲ εἴρηκας, σαυτοῦ κατηγόρησας· οὔτε ἔλαβες πρόσωπον τοῦ δυνάστου οὔτε εἶδες ἀξίωμα τοῦ θεοῦ ὅσον τε ὑπερτερεῖ σου καὶ τῶν ὅλων ἀσυγκρίτως. | |
15 | 15,6 ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ 〈δὲ〉 χείλη σου καταμαρτυρη‐ σάτωσάν σου. ἐξ ὧν γὰρ τοιούτους λόγους προήκω, ἐξ αὐτῶν σου ἡ ὑπερηφανία ἀνεδείχθη. 15,7—10 τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγενήθης ἢ πρὸ θινῶν ἐπάγης ἢ σύνταγ‐ | |
μα κυρίου ἀκήκοας ἢ εἰς σὲ ἀφίκετο σοφία; τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν, ἢ τί | 104 | |
105 | συνιεῖς, ὃ οὐχὶ καὶ ἡμεῖς; καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν βαρύτερος τοῦ πατρός σου ἡμέραις. ταῦτα εἴρηται διὰ τὸ μὴ μόνοι ἐστὲ ἄνθρωποι; τί οὖν αὐτός φησι; 〈ἦ〉 προγενέστερος πάντων εἶ ἢ πρὸ βουνῶν γεγένησαι ἢ συμβούλῳ ἐχρήσατό 〈σοι〉 | |
5 | ὁ θεὸς εἰς τὴν τῶν ὄντων πάροδον ἢ εἰς σὲ ἐκκεκένωται πᾶσα ἡ σοφία; τί δὲ ἡ‐ μῶν πλεῖον ἔγνως καίτοι οὐδὲν †ἐχθρὸν† εἶ μᾶλλον ἢ συνετώτερος, ὁπότε ἡμεῖς καὶ τοῦ σοῦ πατρὸς παλαιότεροί ἐσμεν. ἐντεῦθεν δέ ἐστι καταμαθεῖν τὴν τοῦ μα‐ καρίου Ἰὼβ ἀρετήν, ὡς οὐχὶ ὁμήλιξιν εἰς φιλίαν καὶ ἑταιρίαν ἡμιλλᾶτο, ἀλλὰ πρὸς παλαιοὺς αὐτῷ ἡ συνουσία ἦν. | |
10 | 15,11—13 ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, μεγάλως ὑπερβαλλόντως ἐλάλησας. τί ἐτόλμησεν ἡ καρδία σου ἢ τί σοι ἐπήνεγκαν οἱ ὀφθαλμοί σου, ὅτι θυμὸν ἔρρη‐ ξας ἔναντι κυρίου, ἐξήγαγες δὲ ἐκ στόματός σου ῥήματα τοιαῦτα; ταῦτα εἴρηκεν ἀποφάσει κατ’ αὐτοῦ χρησάμενος ὡς ἁμαρτόντος μεγάλα καὶ ὑπερ‐ ήφανα. ἐφθέγξω λόγους τοιούτους ἐπιρρίψας θεῷ καὶ μὴ γνωρίσας τὸ διάφορον, ὅσα | |
15 | μεταξὺ ἐφημέρου καὶ θεοῦ αἰωνίου. ποίοις δὲ ὀφθαλμοῖς ἐπήνεγκας ἀτενίσαι πρὸς ὕψος, ὁπότε τοσοῦτον θυμὸν ἔρρηξας πρὸ προσώπου αὐτοῦ καὶ προήκω ῥήματα τοιαῦ‐ τα ἔμπροσθεν τοῦ σὲ καὶ τὰ ὅλα πεποιηκότος; 15,14—16 τίς γὰρ ὢν βροτὸς ἔσται ἄμεμπτος ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυ‐ ναικός; εἰ κατὰ ἁγίων οὐ πιστεύει μέμψιν, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐ‐ | |
20 | τοῦ, ἄστρα δὲ οὐκ ἄμεμπτα, ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος ἀνήρ, πίνων ἀδι‐ | |
κίαν ἴσα ποτῷ. | 105 | |
106 | ἰδεῖν θέλησον, ποίας ἐστὶ κατασκευῆς ὁ ἄνθρωπος, ὅτι οὔτε τὴν γνώμην ἄτρεπ‐ τος οὔτε τὴν οὐσίαν ἄφθαρτος. κατὰ μὲν γὰρ τῶν ἀτρέπτων τῇ φύσει οὐκ ἄν ποτε πιστεύσοι μέμψιν. οὐ γὰρ ἐνδέχεται ἀτρέπτου οὔσης σὺν τῇ φύσει καὶ τῆς γνώμης τροπήν τινα ἐν τῇ γνώμῃ δέξασθαι τὴν φύσιν. ἐπὶ δὲ τῶν ἀτρέπτων μὲν τῇ φύσει, | |
5 | τρεπτῶν δὲ τὴν γνώμην δι’ ἑκούσιον αὐτῶν γέρας αὐτοῖς δέδωκε τὸ μὴ τρέπεσθαι εἰς τὸ χεῖρον. εἰ οὖν καὶ οἱ ἅγιοι οὕτως ἠσφαλισμένοι εἰσὶ τῇ αὐτοῦ γνώμῃ, πῶς αὐτὸς μεγάλα φρονεῖς ὡς μὴ ἁμαρτηκώς, ὁπότε καὶ οὐρανός, εἰ καὶ μὴ ἐκ πο‐ λιτείας ἀλλ’ ὡς πρὸς τὸν ποιήσαντα, οὐκ ἔστι καθαρός; ἀσύγκριτος γὰρ ὁ θεός. ἔα δὲ τοὺς διψῶντας τὴν ἀδικίαν καὶ ταύτης ἐμπιπλαμένους †ἔα μεθ’ ὕδατος εἰ | |
10 | τὰ ἄστρα οὐκ οἰκείῳ λογισμῷ κινεῖται, ἀλλὰ τῇ τοῦ τάξαντος σοφίᾳ. 15,17—19 ἀναγγέλλω οὖν σοι, σὺ δὲ ἄκουέ μου· ἃ δὴ ἑώρακα, ἀναγγέλλω σοι, ἃ σοφοὶ ἀνήγγειλαν καὶ οὐκ ἔκρυψαν πατέρας 〈αὐτῶν〉. αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ’ αὐτούς. ἐξηγοῦμαι οὖν σοι, ἅπερ αὐτὸς εἶδον καὶ ἀκοῇ παρέλαβον παρὰ σοφῶν ἀνδρῶν | |
15 | καὶ δικαίων. σημεῖον δέ, ὅτι δίκαιοι εὐθύνοντες διηγήσαντο· τοῦτο γὰρ ἦν γέ‐ ρας τοῖς τότε εὐσεβέσι τὸ ἐπὶ τῆς αὐτῶν εἶναι γῆς ἀνενοχλήτως καὶ μηδένα τολ‐ μᾶν ἐπηρεάζειν αὐτοῖς διὰ τὴν περὶ αὐτοὺς τοῦ θεοῦ φυλακήν. τί οὖν οὗτοι εἶ‐ παν ἄκουσον· 15,20—24 πᾶς ὁ βίος ἀσεβῶν ἐν φροντίδι ἔσται, ἔτη 〈δὲ〉 ἠριθμημένα δυνάστῃ, | |
20 | ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ. ὅταν δοκῇ ἤδη εἰρηνεύεσθαι, τότε ἥξει ἡ κατα‐ | 106 |
107 | στροφὴ αὐτοῦ. μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, καταπίπτει δὲ εἰς ἐξάλειψιν καὶ κατατέτακται εἰς σῖτα γυψίν. οἶδεν δὲ 〈ἐν〉 ἑαυτῷ, ὅτι μένει εἰς πτῶμα. ἡμέρα σκοτεινὴ στροβήσει αὐτόν, ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει ὥσπερ στρατηγὸς πρωτοστάτης πεπτωκώς. | |
5 | ὁ τὴν συνείδησιν ἀπὸ θεοῦ ἀποστήσας πάντα ἕξει ἐναντία. οὐδὲ γὰρ ἐν οἷς ἥδεται ἀναπαύσεται εὐθυμῶν, ἐκείνων δὲ μὴ τυγχάνων δέδοικε πάντοτε ὡς ἐχθραί‐ νουσαν ἔχων τὴν κτίσιν. ταῦτα οἱ σοφοὶ ἡμῖν ἀνήγγειλαν, φησί. καὶ τὰ ἑπόμενα τοῦ ῥητοῦ τῶν ἀσεβῶν τὴν τιμωρίαν ὑπογράφει· οὐ μόνον, γάρ φησι, στένει καὶ τρέμει, ἀλλὰ καὶ ὀλιγοχρόνιός ἐστι καὶ πρὸς πᾶσαν ἀκοὴν ἐπτόηται διὰ τὸ συν‐ | |
10 | ειδός, ἀλλ’ οὐδὲν αὐτῷ προὔργου ἔσται διὰ τὴν ἐπικειμένην αὐτῷ δίκην. ὅταν γὰρ δοκῇ παντὸς ἀπηλλάχθαι φόβου, αἰφνίδιον αὐτῷ ἐπελεύσεται σύμπτωμα καὶ σκό‐ τος αὐτῷ ἐπιχυθήσεται ὡς μηδὲ τὰ ἐν ποσὶ βλέπειν. θλίψεις δὲ αὐτὸν συνέξουσιν ἐκ τῶν ἔξωθεν καὶ πᾶς ὁ βοηθῶν αὐτῷ οὐκ ἔσται. ὥσπερ δὲ ἐν παρατάξει πολέμου, οὗ ἐὰν πέσῃ ὁ στρατηγός, γίνεται φυγάς, οὕτως αὐτοῦ ἀπολουμένου οὐδεὶς ἔσται | |
15 | ὁ ἐπαρήγων αὐτῷ. 15,25—27β ὅτι ἦρε χεῖρας ἔναντι κυρίου, ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν, ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ, ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρῶν αὐτοῦ. | |
20 | ταῦτα δέ, φησίν, αὐτῷ συναντήσεται πρῶτον μέν, ὅτι θεῷ ἀντειπεῖν ἐτόλμησε | |
καὶ ἀπηυθαδιάσατο πρὸς αὐτὸν ὡς φέρε, φησίν, ὁ Φαραὼ λέγων· οὐκ οἶδα τὸν | 107 | |
108 | κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω, ὑβριστὴς δὲ εἴπερ τις ἕ‐ τερος. τίς γάρ ἐστι, φησίν, οὗ εἰσακούσομαι τῆς φωνῆς; ἐπεποίθει δὲ 〈οὐκ〉 ἐπὶ θεῷ, ἀλλ’ ἐπὶ τῇ πανοπλίᾳ αὐτοῦ καὶ ἐπὶ τῇ τρυφῇ ἐξύβριζεν· ἀμ‐ φίτομον δὲ ξιφίδιον ὑπὸ τὸν μηρὸν διεζώσατο πρὸς ἄμυναν τῶν οὐδὲν ἀδικούντων. | |
5 | τοῦ δὲ θεοῦ ἢ ὡς οὐκ ὄντος ἠλόγει ἢ ὡς μὴ ἐφορῶντος κατεφρόνει. 15,27γ αἶνος δὲ αὐτοῦ ὕβρις. οὐχ ὡραῖος, γάρ φησιν, αἶνος ἁμαρτωλοῦ. κἂν εἴπῃ· ὁ κύριος δί‐ καιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἁμαρτωλός, οὐδεμία αὐτοῦ ὄνησις ἔ‐ σται· οὐ γὰρ εὐνοίᾳ ποιεῖται τὴν ὁμολογίαν, ἀλλ’ οὐ φέρων τὴν βάσανον. εἰκό‐ | |
10 | τως οὖν οὐδ’ ἡ ὁμολογία αὐτοῦ ὑπολογισθήσεται αὐτῷ. 15,28 αὐλισθείη 〈δὲ〉 πόλεις ἐρήμους καὶ εἰσέλθοι εἰς οἴκους ἀοικήτους· ἃ δὲ ἐκεῖνος ἡτοίμασεν, ἄλλοι ἀποίσονται. μετὰ γὰρ τὸ σημᾶναι τὴν διαγωγὴν τοῦ ἀσεβοῦς καὶ τὴν ἅλωσιν αὐτοῦ διαγράφει· φεύξεται γάρ, φησίν, οὗτος εἰς τὴν ἀοίκητον καὶ τὰ αὐτοῦ ἄλλοι ἀποίσονται. | |
15 | 15,29—30 οὔτε μὴ πλουτισθῇ οὔτε μὴ μείνῃ τὰ ὑπάρχοντα αὐτοῦ, οὐδὲ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος· τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος καὶ ἐκπέσοι αὐτοῦ τὸ ἄνθος. ταῦτα πάντα τὴν ἐρήμωσιν τοῦ ἀσεβοῦς δηλοῖ, ὅτι καὶ τὰ ἔξωθεν αὐτοῦ ἀφαιρε‐ | |
θήσεται καὶ αὐτὸς διαφθαρήσεται ἄρριζος ἄοικος, καὶ ὅ ποτε κομῶν πετάλοις καὶ | 108 | |
109 | ἄνθεσι ξηρανθήσεται ὥσπερ δένδρον ἀπαυανθὲν ὑπὸ καύσωνος σφοδροῦ. 15,31—33 μὴ πιστευέτω ὅτι ὑπομενεῖ, κενὰ γὰρ αὐτῷ ἀποβήσεται. ἡ τομὴ αὐ‐ τοῦ πρὸ ὥρας φθαρήσεται καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ· τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας καὶ ἐκπέσοι ὥσπερ ἄνθος ἐλαίας. | |
5 | καὶ ταῦτα συνῳδὰ τοῖς προλαβοῦσιν ὅτι, ἐπειδὴ τοῦ ἀσεβοῦς ἡ ἐλπὶς ἐπὶ μά‐ ταια, ὡς πρὸ ὥρας πεσεῖται ὥσπερ ἄνθος ἐλαίας ὑπὸ πνεύματος καὶ τὰ ὡραῖα αὐ‐ τοῦ ὑπὸ τῶν τυχόντων ὥσπερ ἄνθος τρυγηθήσεται καὶ οὐ μὴ μείνῃ εἰς ὥραν, ὅτι κατεψηφίσατο αὐτοῦ ὁ θεός. 15,34—35 μαρτύριον γὰρ ἀσεβοῦς 〈θάνατοσ〉, πῦρ δὲ κατακαύσει οἴκους δωρο‐ | |
10 | δεκτῶν, καὶ ἐν γαστρὶ λήψονται ὀδύνας, ἀποβήσεται δὲ αὐτοῖς σκότος, ἡ δὲ κοι‐ λία αὐτῶν ὑποίσει πόνον. ὁ τρόπος δὲ τοῦ τέλους αὐτοῖς σημεῖον τῆς μοχθηρίας αὐτοῦ ἐγίνετο· οὕτως γὰρ τὸ παλαιὸν ἐνομίζετο. ὡς γὰρ τὴν εὐημερίαν σημεῖον δικαιοσύνης ἐτίθεντο, οὕτω καὶ τὴν δυσπραγίαν μοχθηρίας γνώρισμα. ὃν γὰρ δόλον ἢπόνον κατ’ ἄλλων | |
15 | ἐποίει, τούτῳ αὐτὸς ἁλισκόμενος φαίνεται· ὁ ὀρύσσων γὰρ βόθρον τῷ | |
πλησίον αὐτοῦ ἐμπεσεῖται εἰς αὐτόν. | 109 | |
110 | 16,1—4α Ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἀκήκοα πολλὰ τοιαῦτα· παρακλήτορες κακῶν πάντες. τί γάρ; μὴ τάξις ἐστὶν ἐν ῥήμασι πνεύματος; ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ; κἀγὼ δὲ καθ’ ὑμᾶς λαλήσω. πλειστάκις τοὺς τοιούτους λόγους στρέφετε πρὸς μὲ οὐ παραμυθίας ἕνεκεν, ἀλλὰ | |
5 | τοῦ ἀνιᾶν με. ἀλλ’ ἆρα {μὴ} ὑπὸ κλεψύδραν λαλοῦμεν ἢ πρὸς τὰς ὑποκειμένας συμφο‐ ράς; ὡς ἔχει οὖν τὸ πρᾶγμα λέγειν δεῖ καὶ μὴ ἑτέρως. ἦ φορτικός σοί εἰμι φθεγ‐ γόμενος, βαρέα δέ σοί ἐστι τὰ ἐμὰ ῥήματα, ὅτι ὄχλησιν ὑπολαμβάνεις εἶναι τοὺς ἐμοὺς λόγους. ἀνάγκη δέ με κατὰ τὴν ἀφροσύνην ὑμῶν ἀποκρίνασθαι ὑμῖν, ἵνα μὴ σοφοὶ παρ’ ἑαυτοῖς φαίνησθε. | |
10 | 16,4β—5 εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς ψυχῆς, εἶτ’ ἐναλοῦμαι ὑμῖν λόγοις, κινήσω δὲ καθ’ ὑμῶν κεφαλήν. εἴη δὲ ἰσχὺς ἐν στόματί μου, καὶ κί‐ νησιν χειλέων οὐ φείσομαι. εἰ ἐπεπόνθειτε ὑμεῖς αὐτοὶ οἷα κἀγώ (ἀφρόνως λαλῶ, ὑμεῖς με ἠναγ‐ κάσατε), ἀγαπητὸν ἦν ὑμῖν εἶναι περὶ λόγους τοιούτους; καὶ 〈εἰ〉 κειμένοις | |
15 | ἐπανέβαινον τοῖς ἐμαυτοῦ φίλοις καὶ ἐπεπήδων ὑμῖν ἐν ῥήμασι φορτικοῖς, τίς ἂν ἤμην ἐγὼ πρὸς ὑμᾶς; ἆρα οὐκ ἀλαζών τις καὶ οὐκ ἐν δέοντι καιρῷ κατακερτομῶν; πῶς οὖν ὑμεῖς τοιοῦτοι ὄντες περὶ ἐμὲ οὐδὲ λαλεῖν ἐπιτρέπετέ μοι; γένοιτο δὲ ἐνεργοὺς εἶναι τοὺς λόγους μου καὶ οὐκ ἂν αὐτοὺς ἀποκωλύσω προιέναι. 16,6 ἐὰν γὰρ λαλήσω οὐκ ἀλγήσω τὸ τραῦμα; ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον | |
20 | τρωθήσομαι; | 110 |
111 | κἄν τε γάρ, φησίν, εἴπω τι, μᾶλλον ἀλγῶ, κἄν τε σιωπήσω, οὐδὲν ἧττον ὀδυ‐ νῶμαι. 16,7—10 νῦν δὲ κατάκοπόν με πεποίηκε μωρὸν σεσηπότα, καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθη· καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου | |
5 | ἀνταπεκρίθη. ὀργῇ χρησάμενος κατέβαλέν με, ἔβρυξεν δὲ ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐ‐ τοῦ, βέλη πειρατηρίων αὐτοῦ ἐπ’ ἐμὲ ἔπαισεν, ἀκίσιν ὀφθαλμόν μου, καὶ ἐνήλατό μοι ἐν τόξῳ· ἕλκει ὀξεῖ ἔπαισεν ἐπὶ τὰ γόνατά μου, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ’ ἐμέ. μετήνεγκε τὸν λόγον πρὸς τὸν θεὸν τὸν συγχωρήσαντα· δύναται δὲ καὶ εἰς | |
10 | τὸν λαβόντα τὴν ἐξουσίαν λέγεσθαι. καὶ ἡ συγχώρησις τῆς παραδόσεως ἄδικόν με νενομίσθαι πεποίηκε καὶ πάντες ἐν τοῖς κατ’ ἐμοῦ εἰς ἐμὲ ψεύδονται καὶ ὁ λαβὼν τὴν κατ’ ἐμοῦ ἐξουσίαν ὀργῇ κατέβαλέ με τραυματίαν κατεργασάμενος. ὡς πολέμι‐ ος βρύχει 〈τοὺς ὀδόντασ〉 αὐτοῦ εἰς ἐμέ, καὶ τὰ πειρατήρια ἅμα πάντα ἐπαφῆκέ μοι καί, ἵν’ οὕτως εἴπω, βέλη ἠκόντισεν, ἀκίσιν ἐνήλατο, ἥλκωσε τὸ πᾶν σῶμα | |
15 | καὶ τὸ σύντονον τῆς ὁράσεως ἠμαύρωσεν ὥσπερ τόξῳ βαλών. ὁμοθυμαδὸν δὲ κα‐ τεπέδραμον εἰς ἐμέ. τὴν τῶν λῃστῶν καταδρομὴν λέγει, τὴν αἰχμαλωσίαν τῶν βοσκημάτων, οἰκετῶν τὴν σφαγήν, τοῦ πυρὸς τὴν φοράν, τῶν ποιμένων σὺν τοῖς βληχήμασι τὴν πυρπόλησιν, τῆς οἰκίας τὸ πτῶμα, τῶν τέκνων τὸν φρικώδη θάνατον παρὰ πότον γενόμενον. | |
20 | 16,11α παρέδωκε 〈γάρ〉 με κύριος εἰς χεῖρας ἀδίκου. | 111 |
112 | τὸν διάβολον αἰνίττεται καὶ τὴν παραδοθεῖσαν αὐτῷ συγχώρησιν. 16,11β ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέ με. οὐ τοὺς φίλους φησίν, ὡς ἐνόμισαν οἱ πολλοί (οὗτοι γὰρ εὐσεβεῖς ἦσαν), ἀλλὰ τοὺς πειρατὰς τοὺς τὴν ἔφοδον πεποιηκότας κατὰ τῶν αὐτοῦ κτημάτων. | |
5 | 16,12—16 εἰρηνεύοντα διεσκέδασέν με, λαβών με τῆς κόμης διέτιλεν, κατέστη‐ σέν με ὥσπερ σκοπόν. κύκλῳ ἐκύκλωσάν με λόγχαις {καὶ} βάλλοντες εἰς τοὺς νε‐ φρούς μου, οὐ φειδόμενοι ἐξέχεον εἰς γῆν τὴν ζωήν μου, κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον ἐπ’ ἐμὲ δυνατοί. σάκκον ἔρριψαν ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου εἰς γῆν ἔσβεσαν· ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάρων | |
10 | μου σκιὰ θανάτου. ταῦτα λέγει δεικνὺς τὸ ποικίλον τῶν ἐπενεχθέντων αὐτῷ πειρασμῶν, τῶν πολε‐ μίων τὴν καταδρομήν, τῆς ἀτεκνίας τὸ βαρύ, τὸ συνεχὲς τῶν ἀλγηδόνων, τὸ ἀλλεπ‐ άλληλον τῶν ἀλγημάτων, τῆς ἀσθενείας τὸ μέγεθος, ἵνα μαθὼν σὺ ὅσοις κακοῖς πε‐ ριεστοιχισμένος ὁ μακάριος ηὐχαρίστει τῷ θεῷ μιμητὴς αὐτοῦ γένῃ τῆς ἀνδρείας. | |
15 | τοσοῦτον γὰρ μόνον ἐποίει δεικνὺς τὴν ὀδύνην ὅσον ἐπιδακρῦσαι καὶ ὡς ἂν ἤδη τεθνεὼς ἀναστρέφειν τοὺς ὀφθαλμούς. 16,17 ἄδικον γὰρ οὐδὲν ἦν ἐν χερσί μου, εὐχή μου καθαρά. οὐ δι’ ἁμαρτίας, φησίν, ηὐχόμην (οὐδὲ γὰρ εἶχον), ἀλλ’ ἐδόξαζον τὸν θεὸν εὐχαριστῶν ἐπὶ τοῖς προϋπηργμένοις καλοῖς οὐκ ἐπ’ ἐμαυτῷ μέγα φρονῶν, ἀλλ’ ἐπ’ | |
20 | αὐτῷ πεποιθώς. | 112 |
113 | 16,18 γῆ, μὴ ἐπικαλύψῃς ἐφ’ αἵματι τῆς σαρκός μου μηδὲ εἴη τόπος τῆς κραυ‐ γῆς μου. ὥσπερ ἐπὶ τοῦ Ἄβελ μὴ καταπίοι, φησίν, ἡ γῆ τὸ αἷμά μου, ἤτω δὲ ἐμφανὲς πᾶ‐ σι μηδὲ τόπῳ ἀποκλεισθείη ἡ φωνή μου, ἀλλὰ πάντοθεν στενοχωρηθεῖσα ἀνέλθοι | |
5 | πρὸς θεόν. 16,19—21 καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψί‐ στοις. ἀφίκοιτο ἡ δέησίς μου πρὸς κύριον, ἔναντι δὲ αὐτοῦ στάξαι μου ὁ ὀφθαλ‐ μός, εἴη δὲ ὁ ἔλεγχός μου ἔναντι κυρίου καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ. τὴν τοῦ θεοῦ, φησίν, μαρτυρίαν ἐκδέχομαι τὴν πᾶσι παροῦσαν καὶ τὰ πάντα ἐφ‐ | |
10 | ορῶσαν, ὃς τῆς ἐντεύξεώς μου ἐπακούει καὶ τὰ δάκρυά μου ἐφορᾷ. γινώσκει γάρ, ὡς οὐ δι’ ἁμαρτίας μαστιγοῦμαι, καὶ ἐλέγξει τοὺς υἱοὺς τῶν ἀνθρώπων καὶ τὸν πλησίον ἑκάστου, ὅτι μὴ κατὰ ἀλήθειαν φαυλίζουσί με. 16,22—17,3α ἔτη δὲ ἀριθμητὰ ἥκασί μοι, ὁδῷ δὲ ᾗ οὐκ ἐπαναστραφήσομαι πο‐ ρεύσομαι. ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω· λίσσο‐ | |
15 | μαι δὲ κάμνων καὶ τί ποιήσω; ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. ὃ λέγει τοιοῦτόν ἐστι· βραχεῖαι αἱ ἡμέραι μου. τὸν στειλάμενον ἐκείνην τὴν ὁδὸν οὐχ οἷόν τε ἐπὶ τὴν πολιτείαν τῆς ἐνταῦθα διαγωγῆς ἐπανελθεῖν. ἄγομαι δὲ καὶ ἀπάγομαι ὥσπερ ὑπὸ πνεύματος τῷ ὀλέθρῳ ἐκκείμενος, καὶ ἀντιβολῶ μᾶλλον τα‐ φῇ παραδοθῆναι καὶ 〈...〉 τοῦ τυχόντος δι’ ἀπορίαν τῶν ἀναγκαίων, ὧν ποτε μὲν | |
20 | ηὐπόρουν καὶ ἄγαν λαμπρός τις ἤμην ἐγώ, 〈ἃ〉 ἀφείλοντο δὲ οἱ καταδραμόντες ἐξ | |
ἐφόδου. | 113 | |
114 | 17,3β—7 τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω. ὅτι καρδίαν αὐτῶν ἔκρυ‐ ψαν ἀπὸ φρονήσεως, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς. τῇ μερίδι ἀναγγελεῖ κακίας, ὀφθαλμοὶ δέ μου ἐφ’ υἱοῖς ἐτάκησαν· ἔθου με θρύλημα ἐν ἔθνεσιν καὶ ἀπέβην αὐ‐ τοῖς γέλως. πεπήρωνται ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου καὶ πεπολιόρκημαι ὑπὸ πάν‐ | |
5 | των μεγάλως. ἤτοι ὑμεῖς μου κατείπατε ἁμαρτίαν ἢ ὁ πλήξας με· ὅστις δὲ ἂν ᾖ, ἕτοιμός εἰμι κριθῆναι μετ’ αὐτοῦ. ταῦτα νομίζετε οὐκ ἐξ ὧν ἐλέγξαι δύνασθε, ἀλλ’ ἐξ ὧν ὁρᾶτέ 〈με〉 πάσχοντα, ἐξ ὧν εἴδετε πάντων γεγυμνωμένον με, κακίαν ἐπεγκαλεῖ‐ τέ μοι καὶ τῶν τέκνων τὴν ἀπώλειαν ἐπονειδίζετε, δι’ οὓς οἱ ὀφθαλμοὶ μικροῦ | |
10 | ἐξερρύησαν. περιάγγελτος δέ εἰμι διὰ τὰ συμβεβηκότα μοι καὶ γελῶσι τὰς ἐμὰς συμφορὰς καὶ ὥσπερ ἄστυ πολιορκοῦσί με καὶ τὰς ἐνέδρας κρύπτουσιν ἐν ταῖς καρ‐ δίαις. ἀλλ’ ἐγώ σοι θαρσῶν πιστεύω, ὅτι οὐ μὴ ὑψώσῃς αὐτούς· μισοπόνηρος γὰρ εἶ καὶ τοὺς ὑπερηφάνους κολάζεις. 17,8—9 θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτοις· δικαίῳ γὰρ 〈παρ〉άνομος ἐπανέστη. | |
15 | καὶ σχοίη πιστὸς τὴν ἑαυτοῦ ὁδὸν καὶ ὁ καθαρὸς χερσὶν ἀναλάβοι θάρσος. οἱ συνέσεις ἔχοντες ἐπ’ ἐμοὶ διηπόρουν καὶ ἀνεστράφθαι μοι τὴν ἀκολουθίαν ἔλεγον. ἐχρῆν γάρ, φασί, τὸν δίκαιον τοῦ ἀσεβοῦς κρατεῖν ἀλλὰ μὴ τὸ ἀνάπαλιν. ἐγὼ δὲ πεπίστευμαι, ὅτι ἀθῷος ὢν ἀναλήψομαι τὸ πρότερον θάρσος καὶ πιστὸς ὢν | |
καθαρὰν ὁδὸν βαδιοῦμαι θέων ἀρτίως καὶ ἀνεμποδίστως. | 114 | |
115 | 17,10—12 οὐ μὴν ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή· οὐ γὰρ εὑρίσκω ἐν ὑ‐ μῖν ἀληθές. αἱ ἡμέραι μου παρῆλθον ἐν δρόμῳ, ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου. νύκτα εἰς ἡμέραν ἔθηκαν, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους. ἀλλὰ κἂν πάντες ἐπαναστῆτέ μοι, οὐδ’ οὕτω με τῆς γνώμης τρέψετε· οὐ γὰρ ἀ‐ | |
5 | ληθῆ ἐρεῖτε. ἐγὼ δὲ τὸ ἀνένδοτον τῆς ὀδύνης ἐναλλὰξ ἐθέμην· οὐδὲ γὰρ νύξ μοί ἐστιν εἰς ἄνεσιν διὰ τὰς ἀλγηδόνας οὐδὲ ἡμέρα ἀνεπαχθὴς δι’ ὑμᾶς τοὺς ἐπικει‐ μένους μοι. οἱ δὲ Σύροι φασὶ 〈τὸ〉 τὴν νύκτα εἰς ἡμέραν ἔθεντο περὶ τῶν λῃστῶν λέγεσθαι τῶν λωποδυτούντων. 17,13—14 ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ | |
10 | στρωμνή. θάνατον προσεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δὲ καὶ ἀδελφὴν σαπρίαν. προσδοκῶ ἐκ τῶν ἐπενεχθέντων τοιαύτην ἔσεσθαί μοι τὴν τιμωρίαν. ὥσπερ δὲ οἱ παῖδες παραμυθίαν ἔχουσι τοὺς πατέρας, οὕτω κἀγὼ ἐν οὐδενὶ ἔχω τὴν ἀπόλυσιν ἢ ἐν τῷ θανάτῳ. πάντων γὰρ τῶν καλῶν ἔρημος καταστὰς ἐν σαπρίᾳ ἕξω τὴν ἀνάπαυ‐ σιν· ὑπὸ γὰρ ταύτης θάλπομαι ὡς ἂν ὑπὸ μητρός. | |
15 | 17,15—16 ποῦ οὖν μοι ἔτι ἐστὶν ἡ ἐλπίς; ἦ τὰ ἀγαθά μου ὄψομαι ἔτι ἢ μετ’ ἐμοῦ εἰς τὸν ᾅδην καταβήσεται ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα; οὐ προσδοκῶ λοιπὸν ἐνταῦθα ἰδεῖν ἀγαθόν· οὐδὲν γάρ μοι συνοδεύει τῶν ἐμῶν | |
εἰς ᾅδην οὐδὲ φύσιν ἔχει τὰ ἐκτὸς ἡμῶν ἅμα ἡμῖν τελευτᾶν. | 115 | |
116 | 18,1—4α Ὑπολαβὼν δὲ Βαλδὰς ὁ Σαυχίτης λέγει· μέχρι τίνος οὐ παύσῃ; ἐπί‐ σχες ἵνα καὶ ἡμεῖς λαλήσωμεν. διὰ τί δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου, κέχρηται δὲ ὀργῇ; ταῦτα πρὸς τὰ ὑπὸ τοῦ Ἰὼβ λεχθέντα λέγει ἐκεῖνος γὰρ πρὸς αὐτούς· ἢ τί | |
5 | παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ; τί γάρ; ὑμῖν παρενοχλῶ ὅτι λαλῶ ἢ ἀδικῶ ὑμᾶς ἢ θλίβω ὑμᾶς; σιωπᾶτε ὑμεῖς. πρὸς ταῦτα ὁ Βαλδὰς τὸ μέχρι τίνος οὐ παύσῃ; ἕως πότε μέγα φρονεῖς ἐφ’ ἑαυτῷ οὕτως ἡμῖν ἐπιτάττων σιωπᾶν; ἀλ‐ λὰ πάντως λέγεις, ὅτι κύριός μοι ὀργῇ κέχρηται. 18,4βγ τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἔσται ἡ ὑπ’ οὐρανὸν ἢ καταστρα‐ | |
10 | φήσεται ὄρη ἐκ θεμελίων; τί οὖν; μὴ σὺ μόνος εἶ τῶν ἐπὶ τῆς γῆς, μὴ σὺ εἶ στήριγμα τῆς γῆς ἢ σοῦ ἀπ‐ ολομένου οὐδὲν ἔσται τῶν ὄντων; 18,5 καὶ φῶς ἀσεβῶν συσβεσθήσεται καὶ οὐκ ἀναβήσεται αὐτῶν ἡ φλόξ. οὕτω γὰρ οἱ ἀσεβεῖς ἀπολοῦνται καὶ παραχρῆμα σβέννυνται διὰ τὴν ἐκ θεοῦ δί‐ | |
15 | κην. 18,6—9 τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ αὐτοῦ, ὁ δὲ λύχνος ἐπ’ αὐτῷ σβεσθήσε‐ ται. θηρεύσειαν αὐτοῦ τὰ ὑπάρχοντα ἀλλότριοι καὶ σφαλείη αὐτοῦ ἡ βουλή, ἐμβλη‐ θείη δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι καὶ ἐν δικτύῳ εἱλιχθείη. ἔλθοιεν δ’ ἐπ’ αὐτὸν | |
παγίδες κύκλωθεν καὶ κατισχύσουσιν ἐπ’ αὐτὸν διψῶντες. | 116 | |
117 | διαγράφει τιμωρίαν ἀσεβοῦς ἐν τούτοις πᾶσιν, αὐτὸν μὲν σκότῳ παραδεδόσθαι, τὰ δὲ αὐτοῦ ἀλλοτρίοις 〈...〉, ἐπὶ δὲ τῇ οὐσίᾳ γεγηθότα καὶ μονονουχὶ ἐκεῖνα λέγοντα· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ εἰς ἔτη πολλὰ ἀποκείμενα, φάγε πίε εὐφραίνου. ἀλλ’ ἔσφηλεν αὐτοῦ ἡ βουλὴ θανάτου ματαιώσαντος τὰ ἐν | |
5 | ἐλπίσιν· ἀκούει γὰρ ὅτι· ἄφρων, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυ‐ χήν σου ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; τοιγαροῦν καὶ ὁ ποὺς αὐτοῦ ἐν παγίδι καὶ παγίδες στιχηδὸν περὶ αὐτὸν ἑστᾶσιν. οἱ τοῦτον τιμω‐ ρούμενοι ὀρέγονται κενῶσαι τὴν ζωὴν αὐτοῦ. 18,10—16 κέκρυπται δὲ ἐν γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρί‐ | |
10 | βων κύκλωθεν καὶ ὀλέσουσιν αὐτὸν ὀδύναι. πολλῶν δὲ περὶ πόδας ἔλθοι 〈ἐν〉 λι‐ μῷ στενῷ καὶ πτῶμα αὐτοῦ ἡτοίμασται 〈ἐξαίσιον〉. βρωθείησαν δὲ αὐτοῦ κλῶνες ποδῶν, κατέδεται αὐτοῦ τὰ ὡραῖα θάνατος· ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν αἰτία καὶ ἀνάγκη βασιλική. καὶ κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ 〈καὶ〉 ἐν σώματι αὐτοῦ κατασπαρήσεται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ. ὑποκάτωθεν αἱ | |
15 | ῥίζαι αὐτοῦ ξηρανθήσονται καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ. ὃ λέγει τοιοῦτόν ἐστιν· ἐξ ὧν, φησίν, ἥμαρτεν, δέσμιος γεγένηται καὶ ἐν πάσαις αὐτοῦ ταῖς τρίβοις σφίγγεται κατὰ τὸ εἰρημένον· ἐν τῇ παγίδι ταύ‐ τῃ, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν. ὥσπερ δὲ οἱ ἀπὸ λιμοῦ με‐ γάλης πεινῶντες καὶ τὸ τυχὸν ἐμφοροῦνται, οὕτως οἱ τὴν ζωὴν ἐπιθυμοῦντες. καὶ | |
20 | τὰ λοιπὰ δὲ διαγράφει τὴν τοῦ ἀσεβοῦς καταστροφὴν καὶ τὴν τῶν ἐκτὸς ἀπώλειαν. | 117 |
118 | 18,17—18 τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ τῆς γῆς, καὶ ὑπάρχει ὄνομα αὐτοῦ ἐπὶ πρόσωπον ἐξωτέρω, καὶ ἀπώσειαν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. ἀντὶ τοῦ· ἐν ἐξωτέρῳ σκότῳ ἔσται αὐτοῦ τὸ ὄνομα καὶ φῶς ἅπαν ἀπ’ αὐτοῦ φεύ‐ ξεται. | |
5 | 18,19 οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ’ οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ’ {οἱ} ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι. τίς γὰρ ἂν ἔτι προσλάβοι ὃν ὁ θεὸς ἀπέρριψεν ἢ τί περιλειφθήσεται τούτῳ, ὃ οὐχὶ ἀπολεῖται ἢ ὑφ’ ἑτέρων ἀναλωθήσεται; 18,20 ἐπ’ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχεν θαῦμα. | |
10 | καὶ γάρ, φησίν, οἱ μὴ εἰδότες αὐτὸν στενάξονται ἐπ’ αὐτῷ, οἱ δὲ γινώσκον‐ τες αὐτὸν ὅτε μὲν ἦν ἐν εὐπραγίᾳ ἐθαύμαζον, ἐπὶ δὲ τῇ πτώσει αὐτοῦ ἐξίσταν‐ το. καὶ ὅτι περὶ ἀσεβοῦς ἀνδρὸς ταῦτα λέγει, φησίν· 18,21 οὗτοι δέ εἰσιν οἶκοι τῶν ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ γινωσκόν‐ των τὸν κύριον. | |
15 | ἀντὶ τοῦ· αὕτη ἡ τῶν ἀσεβῶν τιμωρὸς δίκη. | 118 |
119 | 19,1—2 Ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἕως πότε ἔγκοπον ποιήσετε τὴν ψυχήν μου καὶ καθελεῖτέ με λόγοις; ἕως πότε τοὺς λόγους στρέφοντες κόπους μοι παρέχετε καὶ ὀδύνας; ποῖον δὲ τέλος καθορᾶτε ταῦτά μοι λέγοντες; | |
5 | 19,3α γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέν μοι οὕτως. σύνετε δή, ὅτι κρίσει θεοῦ ταῦτα ὑφίσταμαι καὶ δι’ αὐτὸν ὑπομένω. 19,3β ὑμεῖς σέ, φησί, καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοι καὶ ἐπίκεῖσθέ μοι. οὐδέν μοι συνειδότες οὐκ αἰσχύνεσθε ὀνειδίζειν μοι καὶ ἐπεγκαλεῖν ἁμαρτίας ἃς ἐμαυτῷ οὐ σύνοιδα. | |
10 | 19,4—4Α ναὶ δὴ ἐγὼ ἐπ’ ἀληθείας ἐπλανήθην καὶ ἐν ἐμοὶ αὐλίζεται πλάνος λαλῆσαι ῥήματα ἃ οὐκ ἔδει· τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. ταῦτα λέγει κατὰ συνδρομήν, ἀντὶ τοῦ· δεδόσθω ὅτι πεπλάνημαι καὶ ὅτι ἀκαί‐ ρως ἐλάλησα. 19,5 ἔα δὲ ὅτι ἐπ’ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. | |
15 | τί οὖν ὑμεῖς ἐπιτίθεσθέ μοι; μὴ λείπει τι παρὰ τοῦ θεοῦ εἰς τιμωρίαν; ἵνα | |
τί οὕτως ὑμεῖς ἐπίκεισθέ μοι ἐπιχέοντές μοι ὀνείδη; | 119 | |
120 | 19,6—10 γνῶτε ὅτι κύριός ἐστιν ὁ ταράξας με, ὀχύρωμα δὲ αὐτοῦ ἐπ’ ἐμὲ ὕ‐ ψωσεν. ἰδοὺ λαλῶ ὀνείδη καὶ οὐ λαλήσω, κεκράξομαι καὶ οὐδαμοῦ κρίμα. κύκλῳ περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ, ἐπὶ δὲ ἀτραποὺς ἐμὰς σκότος ἔθετο. τὴν δόξαν ἀπ’ ἐμοῦ ἐξέδυσεν καὶ ἀφείλετο στέφανον ἀπὸ κεφαλῆς μου· διέσπασε δέ 〈με〉 | |
5 | κύκλῳ καὶ ᾠχόμην, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. ταῦτ’ ἐπανάληψίς ἐστι τῶν πρώτων δεικνῦσα τὸ μεγαλοφυὲς τῶν πειρασμῶν καὶ 〈...〉 φησὶν ὅτι· γελῶμαι ὀνειδιζόμενος καὶ οὐδεὶς δικάζει οὐδ’ ἀκροᾶται οὐδ’ ἀκούει ποτέ, ὥστε καὶ ἐμαυτοῦ με καταγελᾶν ὥσπερ καὶ ὑμεῖς οἱ λίαν χρηστοὶ καὶ οὐ τοῦ παρακαλέσαι χάριν ἀλλὰ τοῦ ὀνειδίσαι παραγενόμενοι. | |
10 | 19,11—12 δεινῶς μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν. ὁμοθυμαδὸν δὲ αὐτοῦ ἦλθε τὰ πειρατήρια ἐπ’ ἐμὲ καὶ ἐνεσκεύασαν ταῖς ὁδοῖς μου, ἐκύκλωσάν με ἐγκάθετοι. ὥσπερ γάρ, φησί, πρὸς ἐναντίον ἐκ παρατάξεως πάντα αὐτοῦ τὰ βέλη ἐπαφῆκέ μοι καὶ τὴν ὀργὴν αὐτοῦ εἰς ἐμὲ ἐκένωσε καὶ τὰ μὲν δι’ ἑαυτοῦ ἔστρωσέ με, τὰ | |
15 | δὲ διὰ τῶν κυκλωσάντων ἐγκαθέτων. 19,13—15 ἀπ’ ἐμοῦ ἀπέστησαν ἀδελφοί, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· οἱ φίλοι μου ἀνελεήμονες γεγόνασιν καὶ οὐ προσεποιήσαντό 〈με οἱ ἐγγύτατοί μου, οἱ εἰδό‐ τεσ〉 μου τὸ ὄνομα ἐπελάθοντό μου. γείτονες οἰκεῖοι θεράποντες θεράπαιναι εἰς | |
ἀλλότριον ἐλογίσαντό με. | 120 | |
121 | ἆρα ἀκούων τις οὐ φρίττει τὴν τοσαύτην τοῦ ἀνδρὸς συμφορὰν καὶ τὸ μέγεθος τῆς μακροθυμίας τοῦ ἀτρώτου τούτου καὶ ἄγαν στεγανοῦ; χρήματα καὶ κτήματα ᾐχ‐ μαλώτευται, οἶκος κατηρειποῦτο, παῖδες συμπτώματι περιπεσόντες ἀπώλοντο οὐκ ὀλίγοι τὸν ἀριθμὸν ὄντες ὄχλοι, τὸ σῶμα αὐτῷ τραυματίας, ἀδελφοὶ ἀπεστράφησαν | |
5 | ὥσπερ γνώμης ἁμάρτημα τὸ πάθος μισήσαντες, οἱ φίλοι ἐπεμβαίνουσι κειμένῳ οὐδὲ τῆς κοινῆς φύσεως ἔλεον λαμβάνοντες καὶ ὀνείδη περιάπτουσι τῷ ἀνεπιλήπτῳ, οἱ γνωστοὶ ἠλλοτρίωνται, οἱ ἰθαγενεῖς εἰς λήθην αὐτοῦ καὶ τῆς προσηγορίας ἥκασιν, οἱ γείτονες στυγοῦσιν, οἱ οἰκεῖοι ἠλλοτρίωνται, οἱ περιλειφθέντες οἰκέται καὶ αἱ θεράπαιναι ἀπεστασίασαν καὶ καθάπερ ξένον τινὰ ἀλλ’ οὐ δεσπότην ὑπερεφρό‐ | |
10 | νησαν. καὶ τοσούτοις κακοῖς προσ〈πεσών〉, ἃ καὶ ἀπαριθμήσασθαι ἔργον, οὐκ ἐ‐ κάμφθη τὸν λογισμὸν ὁ γενναῖος, ἀλλ’ εὐχαριστεῖ θεῷ καὶ τοῦτον δικαιοῖ. 19,16α θεράποντά μου ἐκάλεσα καὶ οὐχ ὑπήκουσέν μου. τοιούτους γὰρ περιεποιήσατο αὐτῷ ὁ διάβολος πολλῷ ἀλγεινοτέρους τῶν τελευ‐ τησάντων· οἱ μὲν γὰρ ᾤχοντο ἅπαξ λυπήσαντες, οἱ δὲ ἐπώδυνοι ἦσαν πάντοτε δι’ | |
15 | ὧν ἀντέλεγον. τὸ δὲ τούτου βαρύτερον ἄκουσον· 19,16β—19 στόμα δέ μου ἐδεῖτο. καὶ ἱκέτευον τὴν γυναῖκά μου καὶ προσεκα‐ λούμην κολακεύων υἱοὺς παλλακίδων μου· οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπείποντο. ὅταν ἀναστῶ κατ’ ἐμοῦ λαλοῦσιν. ἐβδελύξαντο δέ με οἱ εἰδότες με, καὶ οὓς ἠγάπων | |
ἐπανέστησάν μοι. | 121 | |
122 | μὴ ἀκουσθὲν γὰρ τὸ γύναιον ἐφ’ οἷς κακῶς συνεβούλευσε λυπεῖν καὶ αὐτὸ ἐπε‐ χείρει, οἱ δὲ ἐξ αὐτοῦ ὑπερεώρων αὐτόν, πρὸς δὲ τούτοις καὶ ἐκατηγόρουν αὐτοῦ κρύφα γῆς ἄχθος καλοῦντες καὶ βάρος τῶν θεωμένων ὀνομάζοντες· οἱ δὲ γνώρι‐ μοί ποτε ὥσπερ ἄγος τι ἀπεστρέφοντο καὶ 〈οἱ〉 ἀγαπώμενοι προσεπολέμουν λόγοις | |
5 | ἀπηχέσιν ἐξυβρίζοντες εἰς αὐτὸν καὶ ὑποπιέζοντες. 19,20 ἐν δέρματί μου ἐσάπησαν σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδύναις ἔχεται. διὰ τούτων τὴν ὑπερβολὴν τοῦ πάθους, ἡλίκη τίς ἐστι καὶ ὁπόση, λέγει. 19,21—22 ἐγγίσατέ μοι, ἐλεήσατέ με, 〈ὦ φίλοι, ἐλεήσατέ με〉· χεὶρ γὰρ κυ‐ ρίου ἐστὶν ἡ ἁψαμένη μου. διὰ τί με διώκετε ὥσπερ καὶ ὁ κύριος, ἀπὸ δὲ σαρκῶν | |
10 | μου οὐκ ἐμπίπλασθε; ἐπειδή φατε, ὅτι ποινὴν παρὰ θεοῦ εἰσπράττομαι καὶ δικαίως ταύτην ὑφίστα‐ μαι, καὶ κατακρίνετέ με καὶ ὑμεῖς μηδὲν συνειδότες μοι σκαιὸν 〈...〉. 19,23—24 τίς γὰρ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα, ἐν γραφείῳ σιδηρῷ καὶ ἐν μολίβδῳ ἢ ἐν πέτραις ἐγγραφῆναι εἰς | |
15 | μαρτύριον. ταῦτα οὐχ ὡς περίαυτος λέγει, ἀλλ’ ἵνα σκοπὸς ὑπομονῆς ᾖ τοῖς μετέπειτα προκεισόμενος, ὃ καὶ γέγονεν ὑπὸ Μωυσέως γνώμῃ θεοῦ τοῦ ἐνεργήσαντος 〈ἐν〉 αὐ‐ | |
τῷ εἰς ὠφέλειαν τῶν βουλομένων. | 122 | |
123 | 19,25—27 οἶδα γάρ, ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν 〈με〉 μέλλων 〈ἐπὶ γῆσ〉· ἀνα‐ στήσει δέ μου τὸ σῶμα τὸ ἀνατλοῦν ταῦτα. παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη, ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ οἱ ὀφθαλμοί μου ἑωράκασι καὶ οὐκ ἄλλος· πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ. | |
5 | ἐπίσταμαι γάρ, φησίν, ὅτι ἀΐδιός ἐστι καὶ ἀέναος, γηράσαι μὴ ἐπιδεχόμενος ὁ κρίνας με θεός· ᾧπερ πεποιθὼς πιστεύω, ὅτι καὶ ἐπισκοπήν μου ποιήσεται διὰ τὴν δικαιοσύνην αὐτοῦ. ἢ καὶ οὕτως· ὁ ἀέναος κατὰ τὸ εἰρημένον· σὺ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν ἐκλύει με τῆς πληγῆς (τουτέστιν· ἰάσεται ἐξελούμε‐ | |
10 | νός με ἐξ αὐτῆς) καὶ πάλιν μετὰ διάλυσιν ἀναστήσει με. εἰ δὲ τὸ μεῖζον δυνατός ἐστιν ἐπιτελέσαι (λέγω δὴ τὸ ἐκ νεκρῶν ἀναστῆσαι), πῶς ἂν ἐνδοιάσω περὶ τοῦ ἐλάττονος, ὅτι ἀδυνατεῖ ἐξιάσασθαι τὴν σάρκα ταύτην τοσαῦτα δυσχερῆ ἀντλήσα‐ σαν; ἀνθρώπων τὸ βάρος αὐτὸς ἐπίσταμαι καὶ οἱ ὀφθαλμοί μου ἐπεῖδον καὶ ὁ κόλ‐ πος μου ὑποδέδεκται. | |
15 | 19,28 εἰ δὲ ἐρεῖτε· τί ἐροῦμεν ἐναντίον αὐτοῦ καὶ ῥίζαν 〈λόγου〉 εὑρήσο‐ μεν ἐν αὐτῷ; ὥσπερ πεισθέντες, φησί, ‘ναὶ δή,‘ φατέ, ‘οὕτως ἔχει, καὶ πόθεν ἀρξόμεθα λέγειν αὐτῷ, 〈ὅτι〉 οὕτως ἔχει;‘ δέον οὖν ἀπορεῖν ὑμᾶς τὴν αἰτίαν ζητοῦντας ὡς κἀγὼ καὶ μὴ καταποφήνασθαί μου δῆθεν χαριζόμενοι θεῷ ἀγνοήσαντες ὡς οὐ | |
20 | προσίεται παρὰ τὸ δίκαιον οὐδέν. | 123 |
124 | 19,29 εὐλαβήθητε καὶ ὑμεῖς ἀπὸ κρίματος· θυμὸς γὰρ ἐπ’ ἀνόμους ἐλεύσεται, καὶ τότε γνώσονται ὅτι οὐδαμοῦ ἡ ἰσχὺς αὐτῶν ἐστιν. παύσασθε οὖν καὶ ὑμεῖς ἀθῷον κατακρίνοντες ἢ ὑποκρινόμενοι ἐπινοίαις λόγων· ὀργίζεται γὰρ ὁ θεὸς τοῖς ἔξω τοῦ δικαίου ἢ λέγουσί τι ἢ πράττουσι καὶ δίκην | |
5 | ἐπιθεὶς ἐλέγχει αὐτῶν τὴν ἀσθένειαν. | 124 |
125 | 20,1—2 Ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μιναῖος λέγει· οὐχ οὕτως ὑπελάμβανόν σε εἶ‐ ναι καὶ ἀντερεῖν σε ταῦτα καὶ οὐχὶ συνιέναι μᾶλλον ἢ ἐγώ. οὐ ταύτην εἶχον περὶ σοῦ τὴν γνώμην οὐδὲ οὕτως ἀντερεῖν σε ἐνόμισα πρὸς τὸν θεόν· συνετώτερον δέ 〈σε〉 μᾶλλον ἐμαυτοῦ ἐνόμιζον. | |
5 | 20,3 παιδείαν ἐντροπῆς μου ἀκούσομαι καὶ πνεῦμα ἐκ τῆς συνέσεώς σου ἀπο‐ κρίνεταί μοι. ἐγὼ τοὺς ἐλέγχους ἀντὶ παιδείας δέχομαι καὶ παρεσκεύασα ἐμαυτὸν τούτοις πείθεσθαι κατὰ τὸ εἰρημένον· ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. διὸ οἱ συνετοὶ τῷ πνεύματι θαρροῦντές με διδάξουσιν. | |
10 | 20,4 μὴ ταῦτα ἔγνως ἔτι ἀφ’ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς; μὴ σὺ εἶ ἐξ ἀρχῆς συμπαρὼν ἢ συνῆκας τὰ γινόμενα, ὅτι ἐπισκήπτῃ τῷ προνοη‐ τῇ τῶν ὅλων, ἢ συμβούλῳ σοι οὗτος ἐκέχρητο; 20,5 εὐφροσύνη γὰρ ἀσεβοῦς πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια. τῇ μεγίστῃ αὐτοῦ εὐφροσύνῃ ἐπαρθεὶς εἰς τὸ μέγιστον τῆς πτώσεως ἥξει καὶ | |
15 | ἀπολεῖται παρὰ τὴν ἀσέβειαν αὐτοῦ. 20,6—7 ἐὰν ἀναβῇ εἰς οὐρανοὺς τὰ δῶρα αὐτοῦ, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψη‐ ται, ὅταν δοκῇ ἤδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται, οἱ δὲ εἰδότες αὐτὸν | |
ἐροῦσι· ποῦ ἐστιν; | 125 | |
126 | κἂν πολὺ πλῆθος θυσιῶν προσενέγκῃ μὴ ἔχων εὔνοιαν, οὐκ ἀντικαταλλάσσεται χρήμασιν αὐτῷ ὁ θεός. κἂν ἑκατόμβην προσενέγκῃ, κἂν πλίνθους χρυσᾶς, κἂν πλῆ‐ θος θυμάτων καπνιζόντων, οὐκ ἂν πορίσοι αὐτῷ τὴν σωτηρίαν. ἀδωροδόκητος γὰρ οὗτος καὶ τρόπου ζητεῖ διάθεσιν, οὐ πλούτου τῦφον. θυσίαι δὲ ἀσεβῶν | |
5 | βδέλυγμα 〈κυρίῳ〉· καὶ γάρ, φησί, παρανόμως προσάγουσιν αὐ‐ τάς. ὅταν οὖν νομίσῃ ἐστηρίχθαι ἑαυτὸν φενακίσας διὰ τὸ πλῆθος τῶν προσκομι‐ σθέντων, μὴ ἀπαλλαγεὶς τοῦ μοχθηροῦ τρόπου οὐκ ἐκφεύξεται τὴν κρίσιν· οὐ γὰρ ὄνησις τοῖς ἐκ τῶν ἐκτὸς μόνον ἐξιλεουμένοις τὰς ἁμαρτίας, ἀλλὰ τοῖς διαθέσει ψυχῆς καὶ εὐνοίᾳ τῇ πρὸς θεὸν καὶ τῇ τῶν δεομένων ἐπικουρίᾳ τὴν ἔντευξιν ποι‐ | |
10 | ουμένοις. θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον. καί· τὰς ἁ‐ μαρτίας σου, ὦ Ναβουχοδονοσόρ, ἐν ἐλεημοσύναις λύτρωσαι. ὅταν οὖν ἴδωσιν ὡς ὕδωρ τὴν αὐτοῦ καταστροφήν, οἱ πρότερον αὐτὸν γνόντες θαυ‐ μάσαντες ἐροῦσιν· ποῦ ἐστιν οὗτος; παρῆλθον, γάρ φησιν, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. τοιοῦτον | |
15 | γὰρ τὸ τέλος τῶν ἀσεβῶν. 20,8—9 ὥσπερ γὰρ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν. ὀφθαλμὸς παρέβλεψε 〈καὶ οὐ προσθήσει〉 καὶ οὐ προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ οὐκέτι. τὸ ὀξὺ καὶ τέλεον αὐτοῦ τῆς ἀπωλείας ἐν τούτοις αἰνίττεται. λέγει γάρ· ὥσ‐ | |
20 | περ τὸ ὄνειρον θᾶττον παρέδραμεν καὶ τὸ ὕπαρ οὐκ ὂν ὑπέστη καὶ τὸ δεῖμα δια‐ | 126 |
127 | πτὰν ᾤχετο, οὕτως αὐτὸς θέων τὰ αὐτοῦ παρελεύσεται οὐκέτ’ ὀψόμενος αὐτά. 20,10 τοὺς υἱοὺς αὐτοῦ ὀλέσειαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαιεν ὀδύνας. ἀντὶ τοῦ· εὐτελεῖς τινες ὀλέσαιεν αὐτούς, ὅτι μιμηταὶ ὑπῆρξαν τῆς πατρικῆς | |
5 | ἀσεβείας· σπέρμα γὰρ ἀσεβῶν ἐξολοθρευθήσεται. 〈ὥσπερ γὰρ〉 λαμπά‐ δας πυρὸς τῶν χειρῶν ἐξαρτήσαντες, οὕτω περιφανεῖς τὰς ἑαυτῶν ἐποιήσαντο ἁμαρ‐ τίας κατορχησάμενοι τοῦ δικαίου· πρὸς οὓς τὸ λόγιόν φησι· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογί, ᾗ ἐξεκαύσατε. 20,11—14 ὀστᾶ αὐτοῦ ἐπλήσθη νεότητος ἢ πιότητος αὐτοῦ καὶ μετ’ αὐτοῦ ἐπὶ | |
10 | χώματος κοιμηθήσεται. ἐγλυκάνθη ἐν στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ· οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν 〈καὶ συνάξει αὐ‐ τὴν〉 ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ καὶ πόνος. ὃ λέγει τοιοῦτόν ἐστιν· ἐν τῇ ἀκμῇ τοῦ λίπους αὐτοῦ ὁ ἀσεβὴς κατενεχθήσε‐ | |
15 | ται εἰς ᾅδου. ἐν ᾗ γὰρ κακία τὴν ἀδικίαν εἰργάζετο, ταύτην ἔκρυβεν λανθάνειν οἰόμενος τὸν θεόν· διὸ μὴ ἀπολιπὼν αὐτὴν ἐξ αὐτῆς τὴν δίκην εἰσπραχθήσεται. ἐνόμισε γὰρ κρύπτων τὴν κακίαν ἐξ αὐτῆς βοηθῆναι, ἀλλ’ ἐκ ταύτης ἧσπερ εἶπεν ποινὴν ἀντέκτισεν. ὀργὴν γὰρ ἰοβόλου θηρὸς ἔθρεψεν ἐν τοῖς αὐτοῦ σπλάγχνοις καὶ δεινὸν κακίας θυμὸν ἐθησαύρισεν ἐν τῇ αὐτοῦ ψυχῇ καὶ πόνον ὃν καθ’ ἑτέρων | |
20 | ἐμηχανᾶτο ἐσώρευσεν ἑαυτῷ. | 127 |
128 | 20,15 πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται ἐκ κοιλίας αὐτοῦ, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος θανάτου. αὐτὸς μὲν οὖν οὕτω ληφθήσεται· διὰ δὲ τὴν δίκην, ἣν εἰσπράττεται, ἀλλοτρί‐ οις καταλείψει τὰ ἑαυτοῦ. ἐκτήσατο οὖν ἐκ τῆς πρὸς αὐτὰ προσπαθείας τὴν τιμω‐ | |
5 | ρίαν αὐτῶν μὴ ἀπολαύσας· στεναγμὸς γὰρ ἦν ἑτέρων ἡ τούτων συναγωγή 〈...〉, ἀλλ’ οὐ διαδοχῆς γνησίας. 20,16 θυμὸν δὲ δρακόντων θηλάσειεν καὶ ἀνέλοι αὐτὸν γλῶσσα ὄφεως. κἂν γάρ, φησί, πάντας ὑποτάξῃ ἑαυτῷ καὶ κρατήσῃ τῶν ὅλων καὶ μηδένα ἔχῃ ἀντίπαλον, ὑπὸ τῶν δρακόντων καὶ τῶν ὄφεων ἀναιρεθήσεται. | |
10 | 20,17—18α μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βουτύρου· εἰς κενὸν καὶ μάταιον ἐκοπίασε. σχοίη δὲ πλοῦτον, ἐξ οὗ οὐ γεύσεται. ἀλλοτριωθήσεται τούτων, ἐξ ὧν ἀντὶ εὐχαρίστου μοχθηρὸς γενέσθαι εἵλετο κε‐ νὰς ἐλπίδας θρέψας ἐν τῇ ἑαυτοῦ ψυχῇ ὡς μηδενὸς ἀπολαῦσαι τῶν ἑαυτοῦ. 20,18β ὥσπερ στρύφνος ἀμάσητος ἀκατάποτος. | |
15 | ἔστι τις πόα στρύφνος καλουμένη, οὐχ ἡ ἐν παραδείσοις γινομένη ({οὐκ} ἐδώ‐ διμος γὰρ αὕτη), ἀλλ’ ὄρειος· δορύκνιον δὲ αὐτὴν προσονομάζουσιν· ἐξ ἧς ὁ ἐμφα‐ γὼν κατὰ μικρὸν ὑπεξίσταται τοῦ ζῆν ἀποψυχθείς, εἰ μὴ ταχεῖά τις γένηται βοή‐ θεια. | |
ὡσπεροῦν χαλινόν τινα ὁ ἀσεβὴς 〈ἐν〉 στόματι ἔχων οὔτ’ ἔδεται 〈τοῦ πλούτου〉 | 128 | |
129 | αὐτοῦ οὔτε καταπίεται· ὡς γὰρ ὁ στρύφνος τὸν φαγόντα ἀπόλλυσιν, οὕτω καὶ ὁ ἐξ ἀδικίας πλοῦτος τὸν κεκτημένον. 20,19—21 πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν, δίαιταν δὲ αὐτῶν ἥρπασε καὶ οὐκ ἔστησε. διὰ τοῦτο οὐκ ἔσται αὐτῷ σωτηρία ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ οὐδὲ ἀν‐ | |
5 | θήσει αὐτοῦ τὰ ἀγαθά. ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται, οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ. ἐξ ὧν γὰρ ἐξ ἁρπαγῆς ἐκτήσατο, οὔτε αὐτῷ σωτηρία οὔτε ἐξ αὐτῶν αὐτῷ ὄνησις ἔσται, ἀλλὰ καὶ τιμωρίας αὐτῷ ὑπόθεσις γεγένηται ἡ τῶν ἀλλοτρίων κτημάτων ἀφ‐ αίρεσις. οὐ γὰρ αὐτῷ ἡ πλεονεξία ἐλέους ἐφόδιον οὐδὲ κορέσεται ἐξ αὐτῆς 〈αὐ‐ | |
10 | τόσ〉, ἀλλ’ ἐμφορούμενος λιμῷ διαφθαρήσεται. 20,22—23α ὅταν δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ’ αὐτὸν ἐπελεύσεται καὶ πληρώσει γαστέρα αὐτοῦ. ταῦτα δὲ αὐτῷ ἔσται διὰ τὸ μὴ σπεῖραι αὐτὸν βλάστημα ἢ ἄνθος δικαιοσύνης. ἐν γὰρ τῇ ἀκμῇ τοῦ πλούτου αὐτοῦ παραβληθήσεται καὶ ἀντὶ βοηθείας ἀπορία αὐ‐ | |
15 | τὸν καθέξει, ὥσπερ ὁ φυγὼν ἐκ τῆς ἄρκτου καὶ δηχθεὶς ὑπὸ τοῦ ὄ‐ φεως, τότε αὐτῷ σκότος ἔσται καὶ οὐ φῶς· καὶ ὧν ἡ παρουσία αὐτοῦ τὸν κόρον οὐκ εἰργάσατο, τούτων ἡ στέρησις τὴν πλησμονὴν ἐνέθηκεν τοῦ θεοῦ | |
κρίναντος τὰ κατ’ αὐτόν. μισοπόνηρος γάρ ἐστιν. | 129 | |
130 | 20,23β—25α ἐπαποστείλαι ἐπ’ αὐτὸν θυμὸν ὀργῆς, ῥίψαι δὲ ἐπ’ αὐτὸν ὀδύ‐ νας· καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι δὲ αὐτὸν τόξον 〈χάλκεον〉 καὶ διεξέλθοι διὰ σώματος αὐτοῦ βέλος. πᾶσα, φησίν, ἡ κτίσις ἐχθρανεῖ τῷ θεοστυγεῖ περιαγγέλλουσα τούτου τὴν | |
5 | μοχθηρίαν· τῷ γὰρ μὴ ἔχειν τὴν παρὰ τοῦ θεοῦ ἐπιστασίαν εὐάλωτος ἔσται τοῖς πᾶσιν. 20,25β—26β ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαιεν, ἐπ’ αὐτὸν φόβοι, καὶ πᾶν σκότος αὐτὸν ὑπομένοι, κατέδεται δὲ αὐτὸν πῦρ ἄσβεστον. ἤτοι σκηπτοὺς τοὺς ἀπὸ τῶν ἀποσπινθηρισμῶν ἐκριπτομένους εἰς τὰς οἰκίας λέ‐ | |
10 | γει ἢ τὸ ἠρημῶσθαι τὰς οἰκίας καὶ καταστράπτειν ἐν αὐταῖς τοὺς ἀστέρας τῶν ὀ‐ ρόφων ὄντων μὴ κεκαλυμμένων. δείματα δὲ αὐτῷ καὶ σκότος ἐπιχυθήσεται διὰ τὸ πᾶσαν αὐτῷ τὴν φύσιν ἐκπεπολεμῶσθαι καὶ διὰ τὸ μὴ ἔχειν τὸ συνειδὸς καθαρόν, γυμνασθείσης τῆς ψυχῆς προορᾶν τὰ μέλλοντα αὐτῇ ἐπενεχθήσεσθαι κολαστήρια καὶ εἰς αὐτὰ ὁρῶσαν τιμωρὸν ἑαυτῆς καθίστασθαι. | |
15 | 20,26γ—28 κακώσαι αὐτοῦ ἔπηλυς τὸν οἶκον, ἀνακαλύψαι αὐτῷ ὁ οὐρανὸς τὰς ἁμαρτίας, γῆ δὲ ἐπανασταίη {ἐπ’} αὐτῷ, ἐκλύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέ‐ λος καὶ ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. εἰς τοσοῦτον καταπεσεῖται ὡς καὶ τοὺς παροίκους αὐτοῦ τὸν ἐκείνου οἶκον ἐν‐ | |
υβρίζειν. καὶ οὐ τοῦτο μόνον πείσεται, ἀλλὰ καὶ τὰ στοιχεῖα αὐτὰ ἔσται αὐτοῦ | 130 | |
131 | κατήγορα· ἐπελεύσεται γὰρ αὐτῷ ὀργὴ θεοῦ καὶ ἀπώλεια καταλήψεται αὐτόν. 20,29 αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου καὶ κτῆμα ὑπαρχόντων αὐ‐ τοῦ παρὰ τοῦ ἐπισκόπου. ἀντὶ τοῦ· αὕτη αὐτῷ ἡ δίκη παρὰ τοῦ θεοῦ τοῦ ἐφορῶντος τὰ πάντα καὶ τὰ | |
5 | πάντα πρυτανεύοντος. | 131 |
132 | 21,1—3 Ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἀκούσατέ μου, ἀκούσατέ 〈μου〉 τῶν λόγων, ἵνα 〈μὴ〉 ᾖ μοι αὕτη παρ’ ὑμῶν παράκλησις. βαστάσατέ με, ἐγὼ δὲ λαλήσω, εἶτα μή μου καταγελᾶτε. καὶ γὰρ αὐτοὶ ἔλεγον αὐτῷ· μέχρι τίνος λαλήσεις; διό φησιν αὐτὸς | |
5 | πρὸς αὐτούς· ἀκούσατε, ἵνα μοι ἀκροάσεως χώραν δῷτε. φέρετε οὖν με καὶ δότε τόπον τοῦ εἰπεῖν. ἐὰν γὰρ καθῆτε ἑαυτοὺς εἰς τὸ ἀκροάσασθαί μου, οὐκ ἀπαρέσει ὑμῖν τὰ λεγόμενα. καὶ γὰρ ἤδη ἀκροαταί μου γεγόνατε, ἀλλὰ γελῶντές με· νυνὶ δὲ ἐκτὸς γέλωτος ἐπακούσατε. 21,4—6 τί γάρ; μὴ ἐξ ἀνθρώπου ἡ ἔλεγξίς μου; καὶ διὰ τί οὐ θυμωθήσομαι; | |
10 | ἐμβλέψαντες εἰς ἐμὲ θαυμάσατε χεῖρα θέτες ἐπὶ στόμα. ἐάν τε γὰρ μνησθῶ ἐσπού‐ δακα, ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι. πάντες μοι οὖν ἐρεῖτε ἐπεμβαίνοντές μοι· ‘διὰ τί οὕτω φθέγγει μεγάλως; ἄν‐ θρωπός σοι ταῦτα ἐπήγαγε.‘ καὶ βούλεσθέ με παύσασθαι {δι} ὧν λέγω, δι’ ὧν ἀπο‐ δείκνυτε, ὅτι {οὐκ} ἄνθρωπός μοι τὴν πληγὴν ἐπήγαγεν. ἐμὲ δὲ μάλιστα {πρὸς} | |
15 | τοῦτο κινεῖ πρὸς τὸ δυσανασχετεῖν καὶ θέλειν μανθάνειν τὴν αἰτίαν, ἐξ ὧν οὐκ ἄνθρωπός με ἐτιμωρήσατο, ἀλλ’ αὐτὸς ὁ θεός. εἰ γὰρ ἄνθρωπος, συνέγνων διὰ τὰ προσόντα αὐτῷ πάθη, ἄγνοιάν τε λέγω καὶ ἀσθένειαν καὶ μαλακίαν· ἄλλως τε ἤ‐ νεγκα ἂν τὴν πληγὴν μὴ πάνυ πρὸς αὐτὴν δυσανασχετήσας ἀποκειμένης μοι τῆς ἐλ‐ πίδος ἀσφαλοῦς τῶν μελλόντων. νυνὶ δὲ μάλιστα κινοῦμαι εἰκότως εἰς ἐπιζήτησιν | |
20 | τῆς αἰτίας πεπεισμένος, ὅτι οὐδὲν τὸν θεὸν λέληθεν οὐδ’ ἔν τινι ἀδυνατεῖ | 132 |
133 | οὐδὲ δώροις ὑπάγεται οὐδὲ παραλογισμῷ ὑποπίπτει· ἀλλ’ οὐδὲ ἑαυτῷ τι σύνοιδα. τοῦτο οὖν αὐτὸ κινεῖ με εὐλόγως εἰς ἔρευναν τοῦ ἀγνοουμένου μοι. ὑμεῖς γὰρ ἐξ ὧν πέπονθα τὴν κατ’ ἐμοῦ ψῆφον ἠνέγκατε· εἰ δὲ οὕτως αὕτη ἡ γνώμη κατ’ ἐμοῦ κρατεῖ, ἀκρόασίν μοι παράσχεσθε, ἵνα ἀκούσαντες θαυμάσητε. καλῶς εἰσβλέψατε | |
5 | εἰς αὐτὴν τὴν τιμωρίαν καὶ ἴδετε τὴν τοσαύτην πληγὴν καὶ τὴν ἀντίρροπον καρτε‐ ρίαν καὶ τὴν ἀκολουθίαν τῶν λόγων, ὅτι οὐ φόβος με ἐξέστησε τοῦ προκειμένου, οὐχ ἡ μεγίστη συμφορὰ τοῦ φρονεῖν παρήγαγεν. θαυμάσαντες οὖν καθ’ ἑαυτοὺς ἀ‐ κούσατέ μου χεῖρα θέντες ἐπὶ στόματος. ἐπίσταμαι γάρ, ὅτι οὐκ ἀπαρέσουσιν ὑ‐ μῖν οἱ λόγοι μου· ἐὰν γὰρ τὴν ἔμπροσθέν μου διαγωγὴν ὑπομνησθῶ, οὐδέν μοι παρ‐ | |
10 | έργως γεγένηται ἀλλὰ σπουδαίως. νῦν δὲ τῆς τοιαύτης ἀκριβείας τοῦ βίου μου ἐν‐ αντία 〈... τὴν αἰτίαν〉 ἐπιζητῶν παρὰ τοῦ δυνατοῦ καὶ δικαίου καὶ τὰ πάντα ἐπισταμένου οὐδὲ ἐξ ὧν ὑμεῖς καταμέμφεσθέ μου ἀσέβειαν. ὑμᾶς ἡδέως ἠρόμην· 21,7—13 διὰ τί δὲ ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν, οἱ οἶκοι αὐτῶν εὐθη‐ | |
15 | νοῦσι, φόβος δὲ οὐδαμοῦ, μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐν αὐτοῖς, ἡ βοῦς αὐ‐ τῶν οὐκ ὠμοτόκησεν, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφηλεν, μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζει αὐτοῖς ἀναλαμβάνοντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ· συνετέλεσαν ἐν ἀγαθοῖς τὸν | |
βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. | 133 | |
134 | εἰ γὰρ ἐγὼ ἀσεβὴς ἐξ ὧν πάσχω, οὐ πάσχουσι δὲ οἱ καὶ παρ’ ὑμῖν λεγόμενοι ἀσεβεῖς ἀλλ’ εὐθηνοῦσι, δίκαιοι ἄρα ἐξ ὧν πάσχουσι· ἀλλ’ ὡμολόγηνται καὶ παρ’ ὑμῖν ἀσεβεῖς. οἱ γὰρ πᾶσαν ἐνταῦθα τὴν τρυφὴν ἐσχηκότες οὕτως εὐημεροῦσιν ὡς πᾶσι τοῖς ἐκτὸς θάλλειν καὶ τοῖς κατ’ οἶκον ἀνθεῖν καὶ μηδενὶ ἄλλῳ ἢ ὀργάνοις | |
5 | προσανέχειν μουσικοῖς, κιθάρᾳ τε καὶ ψαλτηρίοις ἀνακρούεσθαι προπίνοντας ἀλ‐ λήλοις ἑκάστοις καὶ πάντων ἐμφορούμενοι τῶν ἀγαθῶν, ἄχρι τελευτῆς μηδὲ τῆς τυ‐ χούσης μάστιγος πειραθέντες. 21,14—16 λέγει δὲ 〈ὁ〉 ἀσεβὴς κυρίῳ· ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι. τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ, καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν | |
10 | αὐτῷ; ἐν χερσὶ γὰρ αὐτῶν ἦν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ. οἱ γὰρ πᾶσαν ἐνθάδε τὴν τρυφὴν ἐσχηκότες καὶ λέγοντες τῷ θεῷ· ‘τί παρενοχ‐ λεῖς ἡμῖν νόμους ἐπιτάττων; οὐδεμία γὰρ ἄνεσις τὸ σοὶ προσανέχιν‘, πῶς οὖν οὐχὶ προδήλως ἀσεβεῖς οἱ τοιοῦτοι; τίνος οὖν ἕνεκεν οἱ ταῦτα ἀποθρασυνόμενοι πεπαλαίωνται ἐν πλούτῳ καὶ νεάζουσιν ἐν αὐτῷ καὶ τῶν καρπῶν κατὰ νοῦν ἀπολαύ‐ | |
15 | ουσιν, φόβος δὲ οὐδαμοῦ οὐδὲ ἐπιβουλὴ οὐδὲ ἔφοδος, οὐδὲ ἡ ἄλογος αὐτοῖς φύσις ποτὲ ἐδυσπράγησεν, αὐτοὶ δὲ πολυχρόνιοί εἰσι καὶ ἄκρως εὐθηνοῦσιν ἐν περιουσίᾳ λαμπροὶ φαινόμενοι; ἀλλὰ μὴν τοσαύτης ἀπολαύοντες εὐημερίας ἔλεγον· ἔχομεν πάν‐ τα, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. ταῦτα δὲ ἔλε‐ γον καταθρασυνόμενοι τοῦ θεοῦ λέγοντες· αὐτοί σου τί χρείαν ἔχομεν; ἆρ’ ἐπει‐ | |
20 | δὴ ταῦτα τοῦ θεοῦ κατεκερτόμουν οὐκ ἐφορᾷ αὐτῶν τὰ ἔργα ἢ οὐκ ἐμβατεύει τὰς | 134 |
135 | διαθέσεις; οὐκ ἐπίσταται δέ, ὅτι ἀσεβεῖς καὶ πανολέθριοί εἰσιν; οἶμαι μὲν μηδὲ ὑμᾶς ἀμφιβάλλειν, ἀριδήλως δὲ πιστεύειν αὐτοῦ τὴς πρόνοιαν πάντα ἐφορᾶν καὶ πάντα ἐμβατεύειν· δίκαιός τε γάρ ἐστι καὶ μισοπόνηρος, οὗπέρ ἐστιν ἡ πρόνοια, καὶ τοὺς πονηροὺς δύναται κολάζειν. ἀποδέδεικται οὖν, ὅτι οὐχὶ ἡ ἐνταῦθα εὐ‐ | |
5 | πραγία †πρὸ δικαιοσύνης οὐκοῦν πρόδηλος ἀσέβεια†. τὰ γὰρ ἐν τῇ διαγωγῇ ταύτῃ συμβαίνοντα κοινὰ ἀμφοτέροις, καὶ οὐ πάντως τὸν δυσπραγοῦντα ἀσεβῆ τις δύναται δεῖξαι οὐδὲ τὸν εὐημεροῦντα εὐσεβῆ. ταῦτα δὲ ὑμῖν λέγω, οὐχ ὅτι ἀδιαφορεῖ θεὸς πρὸς τοὺς ἀσεβεῖς, ἀλλ’ ὅτι ὑμεῖς οὐκ εἰδότες τοὺς τῆς προνοίας λόγους ἀπε‐ φήνασθε κατ’ ἐμοῦ καὶ ἀντίκεισθέ μοι ἐπιπλήττοντες. διὸ ἐπιφέρει· | |
10 | 21,17—18 οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐ‐ τοῖς ἡ καταστροφὴ καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς. ἔσονται δὲ ὥσπερ ἄχυρα ἀπὸ ἀνέμου ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλετο λαῖλαψ. τὴν τοῦ ἀσεβοῦς τιμωρίαν διαγράφων μέμνηται τούτων, ὅτι οὐ πάντῃ οὐδὲ παρα‐ μόνως εὐημερεῖ ὁ ἀσεβής, ἀλλ’ ἐν ᾧ δοκεῖ ἐκπεφευγέναι τὴν τιμωρίαν δίκη κατα‐ | |
15 | λήψεται αὐτὸν ἀπροσδοκήτως ὥσπερ ἡ ὠδὶν τὴν ἐν γαστρὶ ἔχουσαν. διὸ λέγει καὶ ταῦτα· 21,19—20 {μὴ} ἐκλίποι 〈υἱοὺσ〉 τὰ ὑπάρχοντα αὐτοῦ, ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται. ἴδοιεν δὲ οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, καὶ ὑπὸ κυρίου | |
οὐ μὴ διασωθῇ. | 135 | |
136 | ἀντὶ τοῦ· οὐδὲν τοῖς υἱοῖς αὐτοῦ καταλειφθήσεται τῶν ὑπαρχόντων αὐτοῦ, καὶ τότε γνώσεται, ὅταν ἀπολαμβάνῃ τὰ ἐπίχειρα, τὴν αἰτίαν δι’ ἣν αὐτῷ παρὰ κυρίου ταῦτα ἐπήχθη. ὁρῶν δὲ τὴν ἑαυτοῦ σφαγὴν τηνικαῦτα συνήσει, ὅτι μηδὲν αὐτὸν ὤ‐ νησεν ἡ περιουσία τῶν χρημάτων· οὐκ ὠφελήσει γὰρ ὑπάρχοντα ἐν ἡμέ‐ | |
5 | ρᾳ ὀργῆς. κενὸς γὰρ ἄπεισιν οὐδὲν ἀποφερόμενος πλὴν τὴν ἑαυτοῦ κακίαν. 21,21 ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ’ αὐτὸν καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν. ὁ γὰρ σκοπὸς τῆς σπουδῆς αὐτοῦ ἐν τῷ οἴκῳ αὐτοῦ μενεῖ, ὁ δὲ χρόνος τῆς ζωῆς αὐτοῦ συσταλήσεται. ἔτη, γάρ φησιν, ἀσεβῶν ὀλιγωθήσεται. | |
10 | 21,22 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; αὐτὸς δὲ σοφοὺς διακρίνει. τὴν περὶ τῶν τοιούτων γνῶσιν οὐχ ὁ θεὸς ἡμᾶς ἐδίδαξεν, ἐπεὶ καὶ αὐτός ἐ‐ στιν ὁ τὴν ὀφειλομένην δίκην ἐπάγων ἑκάστῳ κατὰ τὴν αὐτοῦ δικαιοσύνην; πρὸς αὐτὸν γάρ που εἴρηται παρὰ τοῦ Δαυίδ· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ | |
15 | τὰ ἔργα αὐτοῦ. 21,23—24 οὗτος ἀποθανεῖται ἐν κράτει ἀφροσύνης αὐτοῦ ὅλος γε εὐπαθῶν καὶ εὐθηνῶν, τὰ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος, ὁ δὲ μυελὸς αὐτοῦ διαχεῖται. ὁ γὰρ παράνομος τελευτήσει ἐν τῇ ἀβουλίᾳ αὐτοῦ τὴν ἐκ τῆς τρυφῆς ἡδονὴν μόνον ἀπενεγκάμενος εὐπαχεῖς σάρκας, καὶ ἔγκατα ἔσται αὐτῷ μὲν καταφθορᾷ καὶ | |
20 | σκώληξιν ἐκκείμενα. | 136 |
137 | 21,25—26 ὁ δέ γε τελευτᾷ ὑπὸ πικρίας ψυχῆς οὐ φαγὼν οὐδὲν ἀγαθόν, ὁμοθυ‐ μαδὸν αὐτοῦ οἱ υἱοὶ ἐπὶ τῆς γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν ἐν τῇ γῇ. ληφθήσεται μέντοι καὶ ἐπὶ τοῦ εὐσεβοῦς τὸ λεγόμενον ὥσπερ ἀμέλει καὶ ἐπὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου, ὅτι ὁ μὲν ἐν ὑγείᾳ ἐξεταζόμενος ἐνετρύφα ἐν τοῖς | |
5 | βασιλείοις, ὁ δὲ ἐπὶ κοπρίας ἔρριπτο ἡλκωμένος καὶ μηδὲ ψιχῶν εὐπορῶν. ἀλλὰ τάχα νῦν {οὐ} τοῦτο σημαίνει, ὅτι 〈οὐ〉 πάντως εὐσεβὴς 〈ἐν εὐπραγίᾳ〉 ἢ τοὐν‐ αντίον· κοινὰ γὰρ ἀμφοῖν τὰ τῇδε συμβαίνοντα. οὐχ οἷόν τε οὖν ἐκ τοῦ κοινοῦ τὸ ἴδιον συνιδεῖν. 21,27 ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι. | |
10 | πέπεισμαι δὲ ἐγώ (ἴσως δὲ καὶ ὑμῖν ἐκ τῶν λεχθέντων φανερὸν πεποίηκα), ὅ‐ τι τολμᾶτε κατ’ ἐμοῦ τοὺς τῆς προνοίας λόγους οὐκ ἐπιστάμενοι· ἀλλ’ οὐδὲ παρὰ τῶν εἰδότων ἀκούειν βούλεσθε καίπερ σοφοὺς ἑαυτοὺς εἶναι νομίζοντες καὶ τῶν ἄλλων ἀνθρώπων δι’ ἀμαθίαν καταλαλοῦντες. 21,28 ὥστε ἐρεῖτε· ποῦ ἐστιν οἶκος ἄρχοντος καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκη‐ | |
15 | νωμάτων τῶν ἀσεβῶν. ἅμα γὰρ καὶ αὐτοὶ ἀπεσβέσθησαν καὶ οἱ οἶκοι αὐτῶν ἠφανίσθησαν ὡς μηδὲ μνη‐ μεῖόν τι τῆς εὐπραγίας αὐτῶν ὑπολειφθῆναι. 21,29 ἐρωτήσατε παραπορευομένους ὁδόν, καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτρι‐ | |
ωθήσονται. | 137 | |
138 | τοὺς ἐν ταῖς λεωφόροις ἐρωτήσατε, καὶ ἐξ ὧν λέγουσιν εἴσεσθε, ὅτι οὐδεὶς ἀγνοεῖ τὸ ζητούμενον ὑφ’ ὑμῶν. 21,30 ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ ἀσεβὴς καὶ εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσεται. | |
5 | τουτέστιν· ἀφανὴς γενήσεται διὰ τὸ κοῦφον τῆς διανοίας αὐτοῦ· οὐ γὰρ ἔχει πάγιόν τι εἰς τὴν γνώμην, ἀλλ’ ὧδε κἀκεῖσε φέρεται δίκην καλάμου τὴν περὶ τὰ ὄντα κρίσιν παντὶ ἀνέμῳ †διαφθείρων†. ἀσθενὲς γὰρ κακία καὶ τοὺς κεχρημένους αὐτῇ ἀσθενεστέρους ἀπεργαζομένη. 21,31 τίς ἀπαγγελεῖ ἐπὶ πρόσωπον αὐτοῦ τὴν ὁδὸν αὐτοῦ, καὶ αὐτὸς ἐποίησε, | |
10 | 〈τίς ἀνταποδώσει αὐτῷ;〉 διὰ γὰρ τὸ ἄστατον τῆς διανοίας αὐτοῦ μέχρι τῶν ἐνταῦθα ὁρίζει τὸ πᾶν εἶ‐ ναι καὶ οὐδὲν πιστεύει {εἰς τὴν} μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν πείσεσθαι ἀγαθὸν ἢ τοὐναντίον. 21,32—33 καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σορῷ ἠγρύπνησεν· ἐγλυκάν‐ | |
15 | θησαν αὐτῷ χάλικες χειμάρρου, καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι. ταύτην γὰρ ἡγεῖται μόνην ἀρετὴν τὸ ζῶντα μὲν τρυφᾶν, ἀποθανόντα δὲ λαμπρὸν | |
ἔχειν τάφον καὶ τούτῳ φρουροὺς παραμένειν διὰ τὰ συγκατορυττόμενα χρήματα. | 138 | |
139 | 〈φροντίζει μὲν〉 μέχρι τοῦ τύμβου, τῶν δὲ μετὰ ταῦτα οὐδεὶς αὐτῷ λόγος. τοὺς δὲ ὑποστρωθέντας αὐτῷ ἐν τάφῳ λίθους ἐκ τοῦ στέατος αὐτοῦ λιπαίνει διὰ τὴν ἐκ τῆς τρυφῆς πιμελήν. μετ’ αὐτὸν δὲ πολλοὶ ἀπελεύσονται καὶ ἔμπροσθεν αὐτοῦ ἀν‐ αρίθμητοι· ἐφήμεροι γάρ εἰσιν ἀλλ’ οὐκ αἰώνιοι. | |
5 | 21,34 πῶς δέ με παρακαλεῖτε τὰ κενά; τὸ δὲ ἀφ’ ὑμῶν καταπαῦσαί 〈με〉 οὐ‐ δέν ἐστιν. τούτων οὕτως ἀποδεδειγμένων πῶς ὑμεῖς ἀξιοῦτε εὐλόγως μοι ἐπιπλήττειν ἀλλ’ οὐ παρακαλεῖν; τί δὲ καὶ ἰσχυρὸν εἴρηται, ὅπερ δυσωπήσει με ὡς σιγᾶν καὶ ἡσυ‐ | |
χάζειν ἀφ’ ὑμῶν ὑποκειμένους λόγους φθεγγομένων; | 139 | |
140 | 22,1—2 Ὑπολαβὼν δὲ Ἐλιφὰτζ ὁ Θαιμανίτης λέγει· πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; καὶ κατασκηνώσει ἐπ’ ἐμὲ σύνεσιν. οὐχὶ ὁ θεός ἐστιν ὁ τὴν γνῶσιν ἡμῖν παρέχων τῶν πρὸς σὲ λεχθέντων; καὶ γὰρ παρ’ οὗ τὸ εἶναι ἔχομεν, παρ’ αὐτοῦ καὶ τὸ λαλεῖν ἔχομεν καὶ τὸ συνιέναι. ἐπὶ | |
5 | δὲ τῶν πραττομένων ἢ βούλεται ἢ συγχωρεῖ· βούλεται μὲν τὰ ἀγαθά, συγχωρεῖ δὲ τὰ ἐναντία. 22,3—4 τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ᾖς ἄμεμπτος τοῖς ἔργοις, ἢ ὠφέλεια αὐτῷ, ὅτι ἥπλωσας τὴν ὁδόν σου; ἢ λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνεισ‐ ελεύσεταί σοι εἰς κρίσιν; | |
10 | σὺ δὲ τί μέγα φρονεῖς ἐπὶ δικαιοσύνῃ; τί γὰρ αὐτῷ παρέσχες δίκαιος ὢν ἢ τί συντελεῖ αὐτῷ ἡ σὴ ὁσιότης; ἐὰν γὰρ παύσῃ τοῦ μεγάλα φθέγγεσθαι, ἐκεῖνον ἢ δυσωπήσεις ἢ παρὰ τὸ εὔλογον κάμψεις, εἰ μὴ κήδεταί σου τῆς φιλίας καὶ θελήσει δι’ ὧν πρὸς σὲ κρίνεται πεῖσαί σε; τί γὰρ εἶ σύ; 22,5α πότερον οὐχὶ ἡ κακία σού ἐστι πολλή; | |
15 | οὐκ ἀποφαινομένου ταῦτά ἐστιν ἀλλ’ ἀμφιβάλλοντος, ὡς ἂν εἴποι τις· ὡς σφό‐ δρα κακὸς ἴσως οὕτως ἀπέλαβες. καὶ τὰ λοιπὰ δὲ κἂν λυπηρά ἐστιν, ὅμως 〈ὡσ〉 πρὸς ἀμφιβόλου ἀκουστέον, εἰ καὶ οὕτω λέλεκται· 22,5β—9 ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι· ἠνεχυρίαζες γάρ σου τοὺς ἀδελφοὺς | |
διὰ κενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλω, οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πει‐ | 140 | |
141 | νῶντας ἐστέρησας ψωμῶν. ἐθαύμασας δέ τινων πρόσωπα, ἐκοίμισας δὲ πτωχοὺς ἐπὶ γῆς, χήρας δὲ ἐξαπέστειλας κενάς, καὶ ὀρφανοὺς ἐκάκωσας. ὅρα πῶς κεντεῖ ταῦτα καὶ ἀνιᾷ ὑπὲρ θεοῦ μὲν λεγόμενα, συκοφαντοῦντα δὲ τὸν δίκαιον, εἰ καὶ μὴ ἀποφαντικῶς λέγηται, ἀλλ’ ἀμφιβόλως· ‘ἥμαρτες γάρ, ἠδίκη‐ | |
5 | σας· θεὸς δίκαιός ἐστιν, ἀγαθός· οὐκ ἂν ἐπήνεγκέ σοι τοσαύτην ἀνάγκην· ἐνεχώ‐ ρει γὰρ ἄνθρωπον ὄντα σε περιπεσεῖν τοιούτοις πλημμελήμασιν, καὶ εἰκὸς τούτων ἐστιν δίκην εἰσπραχθῆναι.‘ ἐξ ὧν μὲν γὰρ οὐδὲν συνῄδεισαν κατηγορεῖν οὐκ ἐτόλ‐ μων· ἐξ ὧν δὲ τὴν πληγὴν ἑώρων οὕτω δεινήν, διὰ τὸ δίκαιον τοῦ θεοῦ ταῦτα λέ‐ γειν ἐπεχείρουν οὐκ ἀποφαντικῶς. ἐνέμενεν δὲ ὁ Ἰὼβ ἄτρεπτος οὐ συντιθέμενος, | |
10 | ὅτι ἠδίκησεν, ἵνα μὴ ἑαυτὸν συκοφαντήσῃ· εἰ μή ἐστι γάρ σοι ἁμαρτία, μὴ λέγε, σοφός τις παρεγγυᾷ. 22,10—11 τοιγαροῦν ἐκύκλωσάν σε παγίδες καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσι‐ ος. τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δέ σε ὕδωρ ἐκάλυψε. τοὺς συνεχεῖς πειρασμοὺς λέγει δεικνὺς αὐτῶν τὸ πολυσχιδές. ἐπειδὴ γὰρ ἡ | |
15 | ἀνάπαυλα παρέχει παραμυθίαν καὶ ἡ διάστασις τῶν πληγῶν λήθην τῶν πρώτων ποι‐ εῖται, σύ, φησίν, ἵνα μὴ ἀναπνεύσῃς οὐ μόνον τῇ ποιότητι τῶν μαστίγων, ἀλλὰ καὶ {ἐπὶ} τῇ συχνότητι τετιμώρησαι, καὶ οὐκ ἄν τις εἴποι ὅτι ἀδίκως· θεὸς γάρ ἐστιν 〈ὁ〉 ἐπάγων τὰς πληγάς, παρ’ ᾧ τὸ ἀναμάρτητον ἀτιμώρητόν ἐστιν· δίκαιος | |
γὰρ ὑπάρχει. | 141 | |
142 | 22,12 μὴ ὁ τὰ ὑψηλὰ ναίων {οἰκῶν} οὐκ ἐφορᾷ, τοὺς δὲ ὕβρει φερομένους ἐ‐ ταπείνωσεν; ναίων μὲν καὶ τὸ νήχεσθαι καὶ τὸ κολυμβᾶν λέγουσι, νῦν δὲ ναίειν φησὶ τὸν ἐν τοῖς ὑψίστοις κατοικοῦντα καὶ τὰ πάντα ἐφορῶντα καὶ τοὺς ἀλαζόνας ταπει‐ | |
5 | νοῦντα διὰ τὴν ὑπερηφανίαν αὐτῶν. 22,13—14 καὶ εἶπας· τί ἔγνω ὁ ἰσχυρός; ἦ κατὰ τοῦ γνόφου κρινεῖ; νεφέλη ἀποκρυφὴ αὐτοῦ καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ διαπορεύεται. τοῦτο μόνον ὡμολόγηταί σοι, ὅτι ἀφανὴς ὢν ἡμῖν πάντα ἐφορᾷ καὶ τὸ ἐκ τῆς κρίσεως ἀνταπόδομα ἑκάστῳ δικαίως ἐπάγει. πανταχοῦ γὰρ ὢν ὁ θεὸς καὶ τοῖς πᾶ‐ | |
10 | σι παρὼν τῶν πραττομένων λέλησται οὐδέν. 22,15—16 μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες δίκαιοι; οἳ συν‐ ελήφθησαν ἄωροι, ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν. μὴ σὺ ἔγνως τῆς προνοίας τὰς ὁδοὺς ἢ συμβούλῳ 〈σοι〉 ἐχρήσατο ὁ τόδε τὸ πᾶν διοικῶν, ἡνίκα ἐποίει τὰ πάντα; οἱ μὲν γὰρ δίκαιοι τιμῶν καὶ γερῶν ἀπολαύουσιν, | |
15 | οἱ δὲ ἀσεβεῖς ὀξεῖαν ὑφίστανται δίκην πρὸ ὥρας ἀναρπαστοὶ γινόμενοι· ἄστατοι γὰρ καὶ ἀβέβαιοι αἱ τῶν ἀσεβῶν γνῶμαι καὶ ἐπιπόλαιοι αἱ ἐλπίδες αὐτῶν ἐπ’ οὐ‐ δενὶ στερεμνίῳ ἱδρυμέναι. τί οὖν σὺ οὕτω μεγάλα πνέεις οὐ τὸν θεὸν ὁσιῶν, ἀλ‐ | |
λὰ τὴν σαυτοῦ δικαιοσύνην περιαγγέλλων; | 142 | |
143 | 22,17—18 οἱ λέγοντες· τί ποιήσει ἡμῖν ὁ κύριος ἢ τί ἐπάξει ἡμῖν ὁ παντο‐ κράτωρ; ὁ δέ γε ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ’ αὐτοῦ. οὗτοι οἱ ταῦτα λέγοντες ἔχουσι τοὺς θεμελίους αὐτῶν ὡς ὕδωρ παρασῦρον, ὁ δὲ | |
5 | θεὸς οὐδὲν αὐτοὺς τῶν ἀγαθῶν ἐστέρησεν, ἵνα μὴ πρόφασις αὐτοῖς ἡ ἀπορία τῆς κακίας γένηται. οὐδὲν δὲ ὧν οἱ πονηροὶ βουλεύονται ἔστι κατὰ γνώμην θεοῦ, ἀλλ’ ἀπεσχοινισμένον τῆς αὐτοῦ δικαιοσύνης. 22,19—20 ἰδόντες δὲ δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν αὐτούς. εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. | |
10 | ἐφ’ ᾗ γὰρ εὐημερίᾳ οἱ ἀσεβεῖς μέγα ἐφρόνουν, ἐπὶ ταύτῃ οἱ δίκαιοι προσέχον‐ τες ἐγέλων αὐτούς· ἀλλ’ αἰφνίδιον ἐπιστᾶσα ἡ δίκη ἠφάνισε τὴν ὕπαρξιν αὐτῶν καὶ κατενεμήσατο αὐτοὺς ὥσπερ νέμεται τὸ πῦρ τὰς ἀκάνθας. 22,21—22 γενοῦ δὲ σκληρός, ἐὰν ὑπομείνῃς, ἢ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς. ἐκλαβοῦ δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν σὺν ἐξομολογήσει καὶ ἀνάλαβε τὸ ῥῆμα | |
15 | αὐτοῦ ἐν τῇ καρδίᾳ σου. θέλησον δὲ ἀντειπεῖν, εἰ καρπώσῃ ἐκ τῆς ἀντιλογίας σου ἀγαθόν τι, δυνήθητι δὲ μὴ ἐκείνου βουλομένου ἀπόκρισιν παρ’ αὐτοῦ λαβεῖν, ἴσχυσον δὲ ἐπακοῦσαι τοὺς λόγους τῆς προνοίας, εἰ ἀρκέσῃς εἰς διήγησιν ἢ μνημονεύσῃς αὐτοὺς ἢ καὶ ἀκοῦσαι αὐτοὺς δυνηθῇς. ὁ οὖν μηδὲ ἀκροάσαθαι αὐτῶν σθένων διὰ τὸ μέγε‐ | |
20 | θος πῶς τηλικαῦτα φθέγγῃ; | 143 |
144 | 22,23—25 ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου καὶ πόρρω ποιήσῃς ἀπὸ διαίτης σου τὸ ἄδικον, θήσεις ἐπὶ χώματι ἐν πέτρᾳ καὶ ὥσπερ χει‐ μάρρους Σουφήρ. ἔσται σοι ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν καθαρὸν δὲ ἀποδώ‐ σει σε ὥσπερ ἀργύριον πεπυρωμένον. | |
5 | ἐὰν γὰρ ἴδῃς σε ταπεινωθέντα ἀπὸ ὕψους, ἐρεῖς· ἐπειδὴ ὑπερηφανευσάμην πέ‐ πονθα οὕτως. μαθήσῃ οὖν τοὺς τῆς προνοίας λόγους, ὅτι καὶ τοὺς ταπεινώσαντας ἑαυτοὺς ὑψοῖ ὁ θεὸς καὶ τὸ ἀνάπαλιν τοὺς ὑψαυχενοῦντας ταπεινοῖ· τὸ γὰρ ὑψηλὸν παρὰ ἀνθρώποις βδέλυγμα παρὰ θεῷ. ὅταν οὖν σμικρύνῃς σαυτόν, ἀσφαλεῖς ἕξεις τὰς ἐπὶ τῆς ζωῆς ἐλπίδας ὡς ἂν ἐπὶ πέτρας ἐστηριγμένος καὶ πλησθήσῃ ἀγαθῶν ὡς | |
10 | ὁ χειμάρρους Σουφὴρ ἐν καιρῷ ὑετοῦ καὶ λαμπρὸς ἀναφανήσῃ ὥσπερ ὁ ἄργυρος ἐν ἀκτῖνι σέλας ἀστράπτων. 22,26—30 εἶτα ἐν παρρησίᾳ ἔσῃ ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλα‐ ρῶς· εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, δώσει δὲ τὰς εὐχάς σου ἀπο‐ δοῦναι, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγ‐ | |
15 | γος, ὅτι ἐταπείνωσας σαυτὸν καὶ ἐρεῖς· ὑπερηφανευσάμην, κεκυφότα ὀφθαλμοῖς | |
σώσει, ῥύσεται 〈ἀθῷον〉 καὶ διασώσει τὸν ἐν καθαραῖς χερσίν. | 144 | |
145 | συνῳδὰ καὶ ταῦτα τοῖς προλαβοῦσι καὶ τῆς αὐτῆς ἐχόμενα διανοίας· καθαρὸς γὰρ ἀναδειχθεὶς ἐκ τῆς τοῦ θεοῦ κρίσεως ἀλλ’ οὐκ ἐκ τῆς ἰδίας μαρτυρίας τὸ τη‐ νικαῦτα μετὰ παρρησίας πρόσευξαι καὶ ὑπηκόου τεύξῃ. φιλοικτίρμων γάρ ἐστι καὶ τὸν κεκυφότα καὶ τοὺς ὀφθαλμοὺς συστέλλοντα καὶ μὴ τολμῶντα ἀντομματεῖν σωτη‐ | |
5 | ρίας ἀξιοῖ. ὥσπερ δὲ τοὺς ἐκδίκους τιμωρεῖται, οὕτω τοὺς ἀθῴους ῥύεται καὶ | |
εἰσακούσας διασῴζει τοὺς καθαραῖς χερσὶν ἐξευμενίζοντας αὐτόν. | 145 | |
146 | 23,1—2 Ὑπολαβὼν δὲ Ἰὼβ λέγει· καὶ δὴ οἶδα, ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐ‐ στιν, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ’ ἐμῷ στεναγμῷ. πρὸς τοὺς εἰπόντας· πότερον οὐχὶ ἡ κακία σού ἐστι πολλή; καὶ αὐτός φησιν· ἐξ ὧν εἰς χεῖρας φέρων ἔχω ἐλέγχομαι ὡς δικαίως πάσχων. καὶ προσ‐ | |
5 | έτι ὑμῖν πλέον σημαίνω· κἂν γὰρ στενάξω πλέον ὀδυνῶμαι, καὶ σιωπῶν οὐδὲν ἧττον καταπονοῦμαι. ὑμεῖς μὲν γὰρ ἐξ ὧν ὁρᾶτε κρίνετε, ἐγὼ δὲ καὶ ἐξ ὧν αἰσθάνομαι τῆς ὀδύνης τὸ μέγεθος ὑμῖν ταύτην σημαίνω. τί οὖν ἐκ τούτου ἀκριβοῦτε τὰ κατ’ ἐμέ; φέρε μᾶλλον ἐρευνήσωμεν, εἰ οὕτως ἔχει τὸ πρᾶγμα. 23,3—5 τίς γὰρ ἂν γνῴη, ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος; εἴποιμι | |
10 | δὲ ἐπ’ αὐτοῦ κρίσιν, τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων. γνοίην δὲ ῥήματα, ἅ μοι ἐρεῖ, ᾐσθόμην δὲ τίνα μοι ἀπαγγέλλει. τίς ἄρα δῴη αὐτὸν ἀκούοντά μου καὶ ἀποκρινόμενόν μοι, ἵνα γνῶ τὴν αἰτίαν, δι’ ἣν οὕτω πέπονθα; γνοίην δὲ ῥήματα ἅ μοι ἐρεῖ. ἡ γὰρ γινομένη μοι ἀπόκρισις τοῦ ζητουμένου ὑπ’ αὐτοῦ ἄκεσμα ἔσται τῆς συμφορᾶς μόνον εἰ καὶ τῶν ὑπ’ αὐτοῦ | |
15 | λεγομένων τὴν σύνεσιν ἔχω σαφῶν μοι γινομένων ἀλλὰ μὴ ἀσαφῶν. 23,6—7 καὶ εἰ πολλῇ ἰσχύι ἐπελεύσεταί μοι καὶ εἰ ἐν ἀπειλῇ οὐ χρήσεταί μοι· ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ’ αὐτῷ, ἐξάγει δὲ εἰς τέλος τὸ κρίμα μου. γνωρίσει μοι ἣν ζητῶ αἰτίαν, δι’ ἣν πέπονθα, οὐ τὰ παρόντα ἀλλὰ τὰ προσδο‐ | |
κώμενα. ὅθεν ἀντιβολῶ φανερωθῆναί μοι τὴν αἰτίαν, δι’ ἣν οὕτω τὰ κατ’ ἐμὲ ἔκρι‐ | 146 | |
147 | νεν· μόνον μὴ καταπληξάτω με αἰνίγματι· οὐ γὰρ ἔστιν ἐξ ὧν δηλοῖ ἄλλως τὸ ἀλη‐ θὲς ἐπικρίνασθαι. αἰτῶ οὖν αὐτὸν οὐκ αἰνιγματωδῶς εἰπεῖν· ἀλλὰ γὰρ γυμνὴν αὐ‐ τήν μοι σημάναι τὴν ἀκρίβειαν οἷον μὴ μόνον εἰπεῖν μοι ὅτι ‘ἥμαρτεσ‘, ἀλλὰ καὶ τὸ εἶδος αὐτὸ μηνῦσαι τῆς ἁμαρτίας. | |
5 | 23,8—9 ἐὰν γὰρ {καὶ} πορευθῶ εἰς τὰ πρῶτα, οὐκέτι εἰμί· τὰ δὲ ἐπ’ ἐσχάτοις 〈τί〉 οἶδα; ἀριστερὰ ποιήσαντος 〈αὐτοῦ〉 καὶ οὐ κατέσχον, περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι. μὴ φοβήσας με μόνον παύσει τοῦ λέγειν; τί γὰρ καί εἰμι, ἵνα με δόξῃ †κρύπ‐ τειν†; ἐὰν εἰς τὰ πρὸ ἐμοῦ θέλω σκοπεῖν, εὑρίσκω ὅτι οὐκ ὢν ἐγενόμην τῇ αὐτοῦ | |
10 | ἐξουσίᾳ, ἐὰν δὲ εἰς τὸ τέλος ἀπίδω, οὐκ οἶδα ἐν τίσιν εἶναι μέλλω. παρατηρητέον οὖν, ὅτι ἐπέπειστο καὶ ἠκριβοῦτο τὸν τῆς ἀναστάσεως λόγον. οὐ γὰρ εἶπεν, ὅτι μετὰ ταῦτα οὐκ εἰμί, ἀλλ’ ὅτι οὐκ οἶδα ἐν τίσιν ἔσομαι ἢ ποίᾳ διαγωγῇ. ὅτι μὲν γὰρ προνοεῖ ἐξ ὧν ὁρῶ πέπεισμαι, καὶ ὅτι μεταβάλλει τὰ ὄντα ὡς βούλεται πέπεισμαι. ὅπως δὲ ποιεῖ ταῦτα εἰπεῖν οὐκ ἔχω· οὐ γὰρ δημιουρ‐ | |
15 | γός εἰμι. τὰ δὲ ἐμὰ οὐκ ἐκ τῆς πείρας γινώσκει, ἀλλὰ πρὶν γενέσθαι ἐπίσταται· ἀόρατος γὰρ ὢν τὴν φύσιν ἀοράτως καὶ ἐνεργεῖ. 23,10—12 οἶδεν γὰρ ἤδη ὁδόν μου αὐτὸς καὶ διέκρινέν με ὡς χρυσίον· ἐξελεύ‐ σομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ· ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω, ἀπὸ ἐντολῶν αὐτοῦ οὐ μὴ παρέλθω ἵνα μὴ ἀποθάνω, ἐν δὲ κόλπῳ μου ἔκρυψα τὰ ῥήματα | |
20 | αὐτοῦ. | 147 |
148 | ἐπίσταται γάρ μου τὰς ὁδοὺς ὁ πάντα εἰδὼς πρὸ γενέσεως αὐτῶν καὶ οὐχ ὥσπερ οἱ ἄνθρωποι 〈οἳ〉 διακρίνουσί τι παρὰ τὸ χρυσίον. τὸ δὲ ἐξε‐ λεύσομαι ἐν ἐντάλμασιν αὐτοῦ τὸ ἐφ’ ἡμῖν καὶ τὸ οὐκ ἐφ’ ἡμῖν λέγει· τὸ γὰρ εἶναι ἡμᾶς οὐκ ἐφ’ ἡμῖν ἀλλ’ ἐπὶ τῷ πεποιηκότι ἡμᾶς, τὸ δὲ φυλάξαι τὰς | |
5 | ἐντολὰς ἐφ’ ἡμῖν καὶ τὸ μὴ καταπροδοῦναι τοὺς αὐτοῦ νόμους. 23,13—15Α εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντερῶν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν· διὰ τοῦτο ἐπ’ αὐτῷ ἐσπουδάκειν, νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. ἐπὶ τούτῳ ἐπὶ προσώπου αὐτοῦ κατασπουδασθῶ, κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. | |
10 | καίπερ οὕτω τούτων ἐχόντων, τίς τῷ βουλήματι αὐτοῦ ἀντιστήσεται ἢ ἐγκαλέ‐ σει αὐτῷ ἐφ’ οἷς ἐποίει; αὐτοῦ δὲ τῇ ἀγαθότητι πεποιθὼς παρ’ αὐτοῦ σπεύδω μα‐ θεῖν τὴν αἰτίαν. εἰ γὰρ μὴ ἐζήτησα, ἴσως ἂν ἀχθόμενος ἐνομίσθην καὶ ἀποστρε‐ φόμενος αὐτόν. ἀλλὰ τί ὑποτοπάζετε, ὅτι ἀποκριθείς μοι χείρονά μοι μηνύσει; δέχομαι τὴν κρίσιν, μόνον ἀξιωσάτω με τῆς αὐτοῦ λαλιᾶς καὶ τὸ δοκοῦν ποιείτω· | |
15 | στέργω γὰρ τὴν κρίσιν μαθὼν τὴν αἰτίαν, ὅτι δικαίως αἰκίζομαι. 23,16—17 κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου, ὁ δὲ παντοκράτωρ ἐσπούδασέν με. οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι γνόφος, πρόσωπον δέ μου καλύψει σκότος. ὁ θεὸς ἐπήγαγέ μοι τὴν πληγὴν καὶ ᾐκίσατό με ἐν σπουδῇ, ἐξ ὧν φυλαττόμενος ἐβίουν καὶ πολὺν χρόνον προσεδόκησα ζῆν καὶ λαμπρότερος ἔσεσθαι. εἶπα· ἡ | |
20 | ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος, πολὺν δὲ χρό‐ | 148 |
149 | νον βιώσω. νῦν δὲ ἡ τῶν κακῶν πεῖρα περιστοιχίσασά με οὐδὲ ἑαυτὸν ὁρᾶν συγχωρεῖ μοι, ἀλλ’ ὥσπερ ἐκ γνόφου τινὸς σκότῳ παραδέδομαι. 24,1—5β διὰ τί δέ, κύριε, ἔλαθον ὥρας ἀσεβεῖς ἄνδρες, ὅριον δὲ ὑπερέβησαν καὶ ποίμνιον σὺν ποιμένι ἥρπασαν; ὑποζύγιον δὲ ὀρφανῶν 〈ἀπήγαγον〉 καὶ βοῦν | |
5 | χήρας ἠνεχύρασαν· ἐξέκλιναν δὲ ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, ὁμοθυμαδὸν δὲ ἐκρύ‐ βησαν πραεῖς γῆς, καὶ ἀπέβησαν ὥσπερ ὄνοι ἄγριοι ἐν ἀγρῷ ὑπὲρ ἐμοῦ ἐξελθόντες τῇ ἑαυτῶν πράξει. ἐπειδὴ δὲ ὑμεῖς με ἄδικον ἐκρίνατε ἐξ ὧν τὴν πληγήν μου ἐθεάσασθε, ἐρωτήσω ὑμᾶς, διὰ τί ἔλαθον τὴν τοῦ θεοῦ πρόνοιαν ἀσεβεῖς ἄνδρες ὅριον ὑπερβάντες. | |
10 | ἆρ’ ἐκάθευδεν ὁ τῇ φύσει ἄυπνος ἢ ἠγνόει ἢ παρελογίσατο; ἦ προδήλως ἄτοπα ταῦ‐ τα ὑπολαμβάνειν. πῶς οὖν ὑμεῖς †προς με†, ὅτι ἀδελφοὺς ἠνεχύρασα, ἀμφιβάλλον‐ τες, ἐλέγξαι οὐκ ἔχοντες; ἐγὼ δὲ ὑμᾶς πείθω ἐξ ὧν οὐδ’ αὐτοὶ ἐνδοιάζετε, ἀλλά μοι συνομολογεῖτε· τί οὖν φατε; πῶς οἱ ἀσεβεῖς πατήσαντες τὸ δίκαιον ποίμνιον σὺν ποιμένι ἥρπασαν καὶ κτήνη ὀρφανῶν καὶ βοΐδιον χήρας; μὴ κύριον παρελογί‐ | |
15 | σαντο; ἀλλ’ ἄτοπον εἰπεῖν τοιοῦτο· ἀπαραλόγιστος γὰρ ὁ θεός. οὐκοῦν οὐδὲ ἐξ ὧν αὐτὸς ἐπλήγην ὀφείλω ὑφ’ ὑμῶν ἄδικος κρίνεσθαι. καὶ ἐξαριθμεῖται τὰ ἔργα τῶν ἀσεβῶν, ἐπειδὴ ἔμπροσθεν διαγράψας αὐτῶν τὴν εὐθηνίαν ἐμνημόνευσεν, ἐν οἷς ἐλογίσθησαν εἶναι ἀσεβεῖς. μετὰ γὰρ τὸν πολὺν αὐτῶν κόρον ἐξυβρίζοντες εἰς τὸν χορηγοῦντα θεὸν ἔλεγον· ἀπόστα ἀφ’ ἡμῶν, τὰς ὁδούς σου εἰδέναι | |
20 | οὐ βουλόμεθα· ἐξ ὧν πᾶσιν ἔκδηλοι τῆς ἀσεβείας ἐφάνησαν. οὐκ ἤρκεσαν δὲ | 149 |
150 | οἱ λόγοι μόνοι δεῖξαι αὐτοὺς τοιούτους, ἀλλὰ καὶ ἐκ τῶν ἔργων αὐτῶν ἐπιγνωσθή‐ σονται. ταῦτ’ εἰρηκὼς ἀντιπεριτρέπει τὸν λόγον εἰς αὐτοὺς 〈ὁ〉 δίκαιος εἰς τὸ ζητεῖν 〈αὐτοὺσ〉 τὴν αἰτίαν καὶ μὴ ὑπολήψει καὶ ἀποφάσει κυροῦν τὰ κατ’ αὐτοῦ. καὶ γὰρ καὶ αὐτοὶ συνῄδεισαν τῷ ἀνδρὶ οὐδέν, καὶ δέον τὴν αἰτίαν τῆς πληγῆς | |
5 | ζητεῖν, τοῦτο μὲν παρῆκαν, τοὐναντίον δὲ αὐτῷ ζητοῦντι ἐπετίμων. ἐπέδειξεν ὁ μακάριος, ὅτι οὐκ ἐξ ὧν ὁρᾷ τις κρίνειν ὀφείλει· ἐνταῦθα γὰρ δικαίοις καὶ ἀδίκοις κοινὸς ὁ βίος, κοινὰ τὰ συμβαίνοντα. ὅπως δὲ γίνεται, μόνος ἀκριβῶς οἶδεν ὁ τὴν ἐξουσίαν ἔχων τῶν γινομένων. τὸ δὲ ἀπέβησαν ὥσπερ ὄνοι ἄγριοι τοῦτό ἐστιν· 〈ὡσ〉 οἱ ὄνοι ἄγρι‐ | |
10 | οι εἰσελθόντες εἰς χώραν τὰ μὲν καταβόσκονται, τὰ δὲ καταπατοῦσι καὶ ἀπολλύ‐ ουσι, οὕτω καὶ οἱ ἀσεβεῖς τὰ τῆς χήρας καὶ τὰ τοῦ ὀρφανοῦ διατίθενται πράγμα‐ τα, καὶ ὡς ἐκεῖνοι δι’ ἀλογίαν ἀγνοοῦσι τὴν τοῦ θεοῦ δικαίαν κρίσιν, οὕτω καὶ οὗτοι ἐξοίστρησαν διὰ κακόνοιαν τοῦ θεοῦ ἐπιλαθόμενοι. καὶ τὸ ὑπὲρ ἐμοῦ ἐξελθόντες τῇ ἑαυτῶν πράξει τοιαύτην ἔχει | |
15 | τὴν ἔννοιαν· ὥσπερ ἐγώ, φησίν, ἐν τοῖς ἰδίοις ἐξηρχόμην ἀγροῖς, οὕτως οἱ ἀσε‐ βεῖς ἐν τοῖς ἐμοῖς χωρίοις εἰσιόντες τὰ ἐμὰ ἐπλεονέκτουν, καὶ δέον φοβηθέντας αὐτοὺς κἂν ἐκ τῆς ἐμῆς πληγῆς σωφρονισθῆναι καὶ λογισμῷ τινι χρησαμένους εἰ‐ πεῖν· ‘ἐκ τοῦ οἴκου ἐκείνου τοῦ ἀνδρὸς τοῦ ποτε εὐθηνουμένου ἐστὶν ἡ κτῆσις αὕτη· ἀναχωρήσωμεν, μήποτε καὶ αὐτοὶ τοῖς ὁμοίοις περιπέσωμεν‘, οἵδε τὴν ἐμὴν | |
20 | δυσπραγίαν ἐφόδιον τῆς ἑαυτῶν ἁρπαγῆς ἔθεντο τὰ ἐμὰ κείροντες καὶ φθείροντες. | 150 |
151 | 24,6α.5γ ἀγρὸν γὰρ πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν, ἠδυνήθη δὲ αὐτῷ ἄρ‐ τος εἰς νεωτέρους. καὶ τὰ μὴ αὐτῶν καρπούμενοι συμπόσια λῃστῶν ἐποιοῦντο, καὶ τοσαύτη αὐτοὺς εἶχεν ἡ πλεονεξία, ὡς μηδὲ περιμένειν τὴν ὥραν τοῦ θέρους, ἀλλ’ ὡς ἐξ ἐφόδου | |
5 | ἐπῄεσαν λαμβάνοντες τὰ οὐκ αὐτῶν. 24,6β—8 ἀδύνατοι δὲ ἀσεβῶν ἀμπελῶνας ἀσιτὶ καὶ ἀμισθὶ εἰργάσαντο, γυμνοὺς δὲ πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο· ἀπὸ ψε‐ κάδων ὀρέων ὑγραίνονται καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο. πολλὴν αὐτῶν τὴν ἀδικίαν δι’ ὧν λέγει μηνύει στέρησιν ποιουμένων τοῖς ταῖς | |
10 | χώραις αὐτῶν προσταλαιπωρουμένοις τροφῶν τε καὶ μισθαρνίας, ὥσπερ οὐχὶ τοῦ νό‐ μου φανεροῦ προκειμένου τοῦ διαρρήδην παρακελευομένου· οὐκ ἀποστερήσεις μισθὸν μισθωτοῦ. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἀφιμάτωσαν καὶ τοὺς εἰς γῆν κειμένους δι’ ἀπορίαν στρωμνῆς, καὶ τοῦτο οὐδ’ ὑποστέγους ἀλλ’ ὑπαίθρους καθεύδοντας καὶ τῇ δρόσῳ διαβρόχους γινομένους. | |
15 | 24,9—12β ἥρπασαν δὲ ὀρφανὸν ἀπὸ μαστοῦ καὶ ἐκπεπτωκότα ἐταπείνωσαν. γυμ‐ νοὺς δὲ ἐκοίμισαν ἀδίκως, 〈πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο, ἐν στενοῖς ἐνή‐ δρευσαν ἀδίκωσ〉, ὁδὸν δὲ δικαίων οὐκ ᾔδεισαν. ἐκ πόλεως καὶ ἐξ οἴκων ἰδίων ἐξέβαλον αὐτούς, ψυχαὶ δὲ νηπίων ἐστέναξαν μεγάλα. | |
ταῦτα πάντα περὶ τῶν ἀσεβῶν λέγει ὑπερβαλλόντως ἀδικίαν αὐτῶν κατηγορῶν, | 151 | |
152 | ὅτι μηδὲ τὴν νηπίων ᾤκτειραν ἡλικίαν, οἱ δ’ ἄτεγκτοι καὶ ἀνηλεεῖς καὶ τοῖς ἐκ‐ πεσοῦσιν ἐπενέβησαν καὶ τοὺς οὐδὲν αὐτοῖς διαφέροντας ἐγύμνωσαν καὶ τῶν πεινών‐ των ἀφείλοντο τὴν τροφήν, καὶ ἐν τοῖς στενωποῖς ἐφόνευον κρυπτόμενοι, ἀγνοοῦν‐ τες ἐκ μοχθηρίας ὅτι ποτέ ἐστι δικαιοσύνη. διὸ οὔτε τῶν ἐν ἄστει ἀπεῖχον οὔτε | |
5 | τῶν ἐν ἀγροῖς· κοινῇ πάντας ἠδίκουν οὐδὲ τῶν ὑποτιτθίων φειδῶ λαμβάνοντες οἷά τινες θῆρες ἀμείλικτοι καὶ δίκην πρὸ ὀφθαλμῶν οὐκ ἔχοντες δι’ ἑκούσιον παρα‐ νομίαν καὶ πονηρίας ὑπερβολήν. 24,12γ—14α αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται; ἔτι ὄντων αὐ‐ τῶν ἐπὶ γῆς καὶ οὐκ ἐπέγνωσαν, ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν οὐδὲ ἐπορεύθη‐ | |
10 | σαν ἀτραποὺς αὐτῆς. γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος. ἐπειδὴ οὖν ὑμεῖς ἄδικόν με ἐκρίνατε ἐξ ὧν πέπονθα, οἱ οὕτως ὄντες ἄδικοι πῶς συγχωροῦνται ζῆν; ἔθος γὰρ τῇ γραφῇ τὰ μηδέπω γενόμενα, ὀφείλοντα δὲ γε‐ νέσθαι ὡς παρόντα ἐκτίθεσθαι. οὐ γὰρ τὰ λεχθέντα γίνεται, ἀλλὰ τὰ ὀφείλοντα γενέσθαι διὰ τούτου λέγεται· ἐπειδὴ τοσαῦτα ἐπονηρεύσαντο οἱ ἀσεβεῖς νομίσαν‐ | |
15 | τες λανθάνειν, ὁ ἐφορῶν αὐτῶν τὰς πράξεις σκότῳ παρέδωκεν αὐτούς. 24,14β—18α καὶ νυκτὸς ἔσται ὡς κλέπτης, καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξεν σκό‐ τος λέγων· οὐ προσνοήσει με ὁ ὀφθαλμός, καὶ ἀποκρυβὴν προσώπου {σου} ἔθετο. δι‐ ώρυξεν ἐν σκότει οἰκίας, ἡμέρας δὲ ἐσφράγισαν ἑαυ〈τούς, οὐκ ἐπέγνωσαν φῶς, ὅ‐ τι ὁμοθυμαδὸν αὐ〉τοῖς τὸ πρωὶ σκιὰ θανάτου, 〈ὅτι ἐπιγνώσεται ταραχὰς σκιᾶς | |
20 | θανάτου〉. ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος. | 152 |
153 | διὰ τί οὖν ὡς κλέπτης, οὐχὶ δὲ κλέπτης; ὅτι τοὺς μὲν ἀνθρώπους ἔκλεπτε, τὸν δὲ θεὸν οὐκ ἐλάνθανεν· ὡς οὖν πρὸς αὐτὸν ὡς κλέπτης, ὡς δὲ πρὸς ἡμᾶς κλέπ‐ της. ὁ δὲ διορύττων ἀλλότριον γάμον καὶ διαλύων τὰ καλῶς εἰρμένα τῇ συναφείᾳ σκότος μὲν ἐφοβήθη, τὸν δὲ θεὸν οὐκ ἔδεισεν. ὡσαύτως καὶ ὁ λωποδύτης ἀλλοτρί‐ | |
5 | ους καμάτους ὑφαιρούμενος ἀνθρώπους μὲν ὑφορᾶται, τὸν δὲ θεὸν ἐφορῶντα οὐ φρίτ‐ τει, ἀλλὰ ἀποκρυβὴν προσώπου ἔθετο. καὶ τότε ἦν αὐτῷ φόβος· ὁ γὰρ τοῦ θεοῦ ἀποστὰς καὶ τὴν ἑαυτοῦ σκιὰν φοβηθή‐ σεται καὶ πᾶσα ἡ κτίσις τῷ τοιούτῳ ἐχθρανεῖ καὶ φοβερὰ 〈ἔσται〉 ἡ πρότερον τι‐ θήνη διὰ τὸ μὴ ἐκ θεοῦ ὑπάρχειν αὐτῷ ἐπιστασίαν. διὸ καὶ τὸ συνειδὸς τυπτόμε‐ | |
10 | νοι τὴν ἡμέραν ἀποκρύπτονται, ἐπειδὴ πᾶς ὁ τὰ φαῦλα πράττων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ αὐτοῦ τὰ ἔργα. διὸ καὶ κοῦφός ἐστι τοῖς τρόποις καὶ ψοφοδεὴς καὶ εὐάλωτος ὡς ἂν ὑπὸ θεοῦ γεγυμνωμένος. 24,18β—20 καταραθείη αὐτῶν ἡ μερὶς ἐπὶ γῆς, ἀναφανείη δὲ αὐτῶν ἐπὶ γῆς τὰ φυτὰ ξηρά· ἀγκαλίδας γὰρ ὀρφανῶν ἥρπασαν. εἶτα ἐμνήσθη αὐτοῦ ἡ ἁμαρτία καὶ | |
15 | ὥσπερ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο. ἀποδοθείη αὐτῷ καθὰ ἔπραξεν, συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ. ταῦτα πάντα δεικνύει τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὰς κατὰ τῶν ἀσεβῶν τι‐ μωρίας καὶ ὅτι οὐκ ἀδιαφορεῖ ὁ θεὸς περὶ τὰς τῶν ἀνθρώπων πράξεις, κἂν χρόνῳ | |
μετίῃ τοὺς πονηρούς. | 153 | |
154 | 24,21 στεῖραν γὰρ οὐκ ἐπῴκτειραν οὐδὲ ἀγύναιον {οὐκ} ἠλέησαν. καὶ γὰρ ἡ στεῖρα φειδοῦς ἀξία διὰ τὴν ἀτεκνίαν καὶ ὁ ἀγύναιος ἐλεεινὸς ὡς οὐκ ἔχων κατ’ οἶκον τὸν ὑπηρετησόμενον· οὗ, γάρ φησιν, οὐκ ἔστιν γυνή, στενάξει πλανώμενος. | |
5 | 24,22α θυμῷ δὲ κατέστρεψαν ἀδυνάτους. τοιοῦτοι γὰρ εἰς ὀργὴν 〈προσάγονται〉 οἱ μήτε θεὸν γινώσκοντες μήτε πρόνοι‐ αν ἐφεστάναι νομίζοντες μήτε δίκην, ἀλλὰ ἀλόγῳ φορᾷ τὰ καθ’ ἡμᾶς διοικεῖσθαι νομίζοντες. 24,22β24 ἀναστὰς τοιγαροῦν μὴ πιστευέτω ὑπὲρ τῆς ἑαυτοῦ ζωῆς, μαλακισ‐ | |
10 | θεὶς δὲ μὴ ἐλπιζέτω ὑγιᾶναι, ἀλλὰ πεσεῖται νόσῳ· πολλοὺς γὰρ ἐκάκωσε τὸ ὕψωμα αὐτοῦ, ἐμαράνθη δὲ ὥσπερ χλόη ἐν καύματι ἢ ὥσπερ στάχυς αὐτόματος ἀποπεσὼν ἀ‐ πὸ καλάμης. ὁ τοίνυν οὕτω λογιζόμενος ὑπερηφάνως μήτε ὑγιαίνων νομιζέτω ἐκφεύξεσθαι τὸν θάνατον (ἥξει γὰρ αὐτῷ ἀπροσδοκήτως) μήτε ἐν ἀρρωστίᾳ ἐξετασθεὶς ταύτης ἀπαλ‐ | |
15 | λαγὴν ἐλπιζέτω, ἀλλὰ μοχθηρὰν τελευτὴν προσδοκάτω διὰ τὸ πολλοὺς ἐκ τοῦ ὑψώμα‐ τος αὐτοῦ κεκακῶσθαι. ἐκ γὰρ τῆς ἄγαν εὐημερίας αὐτοῦ ἀφανήσει ὡς φυτὸν καὶ μαρανθήσεται ὡς χλόη ὑπὸ ἡλίου καὶ πεσεῖται αἰφνίδιον ὡς στάχυς ἀπὸ καλάμης ἄνευ θεριστοῦ τινος. 24,25 εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενός με ψευδῆ λέγειν καὶ θήσει εἰς οὐδὲν | |
20 | τὰ ῥήματά μου; τίς οὖν ὃς ἐρεῖ περὶ ἐμοῦ ψευδοδοξίαν καὶ τοὺς λόγους μου ἀνασκευάσων ὡς | |
οὐκ ἀληθεῖς ἐλέγξει με καὶ παύσει με τοῦ λέγειν; | 154 | |
155 | 25,1—2α Ὑπολαβὼν δὲ Βαλδὰς ὁ Σαυχίτης λέγει· τί γάρ ἐστιν ὁ φόβος προοί‐ μιον παρ’ αὐτῷ; οἱ Σύροι λέγουσιν· τί γὰρ ὁ φόβος προοιμιάζεται καὶ εἰς δειλίαν ἄγει τὸν μέλλοντα δικάζεσθαι ὡς οἱ παρ’ ἡμῖν δικασταί; ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· τί | |
5 | γὰρ οἴει σὺ φοβεῖν τὸν θεὸν δι’ ὧν λέγεις, ἵνα σοι ἀποκρίνηται; ἀλλ’ οὐ κατα‐ πλαγήσεταί σε. 25,2β ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ ἐστίν. μὴ νόμιζέ τι λεληθέναι τὸν θεόν, ἐπειδὴ αὐτὸς ἐν τῷ οὐρανῷ, σὺ δὲ ἐπὶ τῆς γῆς· οὐ γὰρ ἐν τόπῳ ὁ θεὸς οὐδὲ ἔξω τῶν ὄντων. | |
10 | 25,3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστι παρέλκυσις πειραταῖς· ἐπὶ τίνας δὲ αὐ‐ τῶν οὐκ ἐπελεύσεται ἔνεδρα παρ’ αὐτοῦ; οἰκείως τῇ ἐπωνυμίᾳ τῶν ἐνέδρων ἐχρήσατο ὁ σοφός· ὥσπερ αἰφνίδιον οἱ τὰ ἔνεδρα ποιοῦντες ἐξανίστανται, οὕτω καὶ ὁ θεὸς ἀθρόον τὴν δίκην ἐπαφίησι τοῖς ἀσεβέσι καὶ ἀδίκοις. | |
15 | 25,5 πως γάρ ἐστι δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυ‐ τὸν γεννητὸς γυναικός; εἰ τὸ εἶναι παρὰ τοῦ θεοῦ καὶ τὸ καλόν σε εἶναι παρ’ αὐτοῦ καὶ τὸ φαῦλον τοῖς τρόποις γνώμῃ μὲν σῇ, τῇ ἐκείνου δὲ συγχωρήσει, σὺ οὖν τί μέγα φρονεῖς | |
οὐδὲν ὤν; εἰ γὰρ μὴ βούλεταί σε εἶναι, οὐδὲ ὑπάρχεις. | 155 | |
156 | 25,4Α—5 οὐρανὸς οὐ καθαρός· ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, σελήνῃ δὲ συντάσσει καὶ οὐκ ἐπιφαύσκει. ἄστρα δὲ οὐκ ἄμεμπτα ἐνώπιον αὐτοῦ. εἰ τὴν ἐξουσίαν καὶ κατὰ τῶν αἰωνιζόντων ἔχει, τί μέγα, εἰ σοῦ βραχυτάτου ὄντος ὅσον πρὸς οὐρανὸν καὶ τὰ ἄστρα, ὁπότε οὐδὲ ταῦτά ἐστί τι πρὸς αὐτόν; τὰ | |
5 | μὲν γὰρ ἐγένετο, ὁ δὲ ἐποίησεν αὐτά· οὐ καθαρὰ οὖν οὐ τῷ τῆς πολιτείας λόγῳ, ἀλλ’ ὡς πρὸς τὴν ἀξίαν τοῦ πεποιηκότος. 25,6 ἔα δέ, πᾶς ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ. ταῦτα λέγει οὐ τὴν φύσιν φαυλίζων, ἀλλὰ τὸν θεὸν μεγαλύνων, ὅτι ὡς πρὸς αὐ‐ τὸν σαπρία καὶ σκώληξ ἐσμὲν ἐφήμεροί τινες ὄντες καὶ ὀλιγοχρόνιοι· ὁ δὲ ἀΐδιος | |
10 | καὶ ἀτελεύτητος. τίς οὖν ἐρεῖ αὐτῷ· ἵνα τί ἔκρινας οὕτως; ἢ τί ἐποίησας ὃ ἐ‐ | |
βούλου; | 156 | |
157 | 26,1—2α Ὑπολαβὼν δὲ Ἰὼβ λέγει· τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; εἰπόντος γὰρ τοῦ Βαλδάδ, ὅτι δίκαιος ὁ θεὸς καὶ οὐκ ἂν ἄλλως ἐποίησεν, καὶ μεγαλύνοντος τὸν θεὸν ὁ Ἰὼβ ἀρχόμενός φησιν· ὑπὲρ γὰρ τίνος σε δεῖ εἰπεῖν ἀλλ’ ἢ ὑπὲρ τοῦ ἰσχυροῦ, οὗ ἡ πνοὴ ἐν τῷ στόματί σού ἐστιν; ἐπειδὴ γὰρ ἰσχυ‐ | |
5 | ραῖς ἀποδείξεσιν ἀπεχρήσατο, ὡς πρὸς τὰ ἰσχυρὰ 〈ἰσχυρὰ〉 καὶ αὐτὸς ἀντιλέγειν βούλεται. τὰ μὲν τοῦ Βαλδὰδ ἦν ταῦτα, ὅτι οὐδὲ τὸ εἶναί σου ἐξ ἄλλου τινὸς οὐδὲ τὸ καλόν σου ἄλλοθεν ἀλλ’ ἢ παρὰ τοῦ θεοῦ καὶ τὸ πονηρὸν ἐκείνου συγχω‐ ροῦντος. καὶ δείξας ὡς οὐδέν ἐστι μὴ τοῦ θεοῦ βουλομένου, δίδωσι χώραν τῷ Ἰὼβ τοῖς αὐτοῖς οἷς εἴρηκεν καὶ αὐτὸν ἀποχρησάμενον εἰπεῖν ὅτι· εὐλόγως τοὺς | |
10 | λόγους πεποίησαι· οὐκοῦν οὐκ ἂν ὑπολειφθείη μοι χώρα τοῦ ἐγκαλεῖν σοι· καὶ γὰρ καὶ αὐτὸς παρὰ τοῦ κυρίου ἔχεις τὸ εἶναι καὶ τοῖς φωνητικοῖς ἀποχρήσασθαι ὀρ‐ γάνοις εἰς προφορὰν τῶν λόγων· εἰ γὰρ μὴ ἐβούλετο, οὐδὲ ἔζης ἢ ἐφθέγγου. διό φησι· τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; 26,2β—4 πότερον οὐχ ᾧ πολλὴ ἡ ἰσχὺς καὶ ὁ βραχίων κραταιός ἐστιν; τίνι | |
15 | συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία; ἢ τίνι ἐπακολουθήσεις; οὐχ ᾧ καὶ ἡ μεγίστη δύναμίς ἐστιν; τίνι ἀνήγγειλας ῥήματα, πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἀπὸ σοῦ; ἐκ γὰρ τούτου δείκνυσιν, ὡς οὐ τῷ εὐλόγῳ προσέσχεν ὁ Βαλδάδ, ἀλλὰ μόνῃ τῇ ἐξουσίᾳ τοῦ ἑνός. δι’ ὧν οὖν διαπορῆσαι λόγων ἠθέλησε τὸν Ἰώβ, διὰ τῶν αὐτῶν λόγων διαπορεῖται καὶ αὐτός· σοῦ, γάρ φησι, πόθεν ὁ λόγος; οὐχὶ παρὰ τοῦ θε‐ | |
20 | οῦ; 〈ἡ〉 δὲ ἀναπνοή σου ἐκ τίνος; οὐκ ἐκ τῆς τοῦ θεοῦ βουλῆς ὑπάρχει, καὶ ἡ | |
διαμονή σου παρ’ αὐτοῦ; | 157 | |
158 | 26,5 μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ; καὶ σὺ μὲν ἕως ἐμοῦ τὴν διαπόρησιν ἐποιήσω, ἐγὼ δέ σοι καὶ ἐκ μεγάλων τὴν ἀπόδειξιν τῆς ἐξουσίας τοῦ θεοῦ παρέξομαι. μὴ οὗτοι οἱ ὀνομαστοὶ μὴ ἐξ ἄλλης ἐξουσίας ἔσχον τὸ εἶναι; μὴ φύσις ὑδάτων ἢ ἄβυσσος αὐτοὺς ἔτεκεν; οὐχὶ δὲ καὶ | |
5 | αὐτοὶ καὶ ταῦτα τῇ τοῦ θεοῦ γνώμῃ ὑπέστησαν καὶ ἡ ἐξουσία αὐτοῦ τὸ διαμένειν αὐτοῖς παρέσχεν ἕως ὅτε βούλεται; οἱ δὲ Σύροι ἀντὶ τοῦ ‘μαιωθήσονται‘ ‘ματαιωθήσονται‘ ἐκδεδώκασι καί φασιν· οὐ γὰρ οἱ γίγαντες ἐματαιώθησαν, εἰ ἔμειναν ἀναμάρτητοι, οὐδὲ διὰ κενῆς ὑπο‐ κάτωθεν τοῦ ὕδατος ἐτιμωρήθησαν καὶ ἀπώλοντο, φασίν, οἱ μεγάλοι ἄνδρες ἐκεῖ‐ | |
10 | νοι, 〈ἀλλ’ ἐματαιώθησαν〉 ὑπὸ τὸ ὕδωρ διὰ τὴν ἀσέβειαν αὐτῶν καὶ διὰ τὴν εἰς ἀλλήλους ἀδικίαν. 26,6 γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ. οὐδὲν αὐτὸν λέληθεν οὐδέ ἐστιν {ἐν} αὐτῷ τι τῶν ὄντων κεκαλυμμένον, πάν‐ τα δὲ γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ. οἷς ἐπάγει λέγων· | |
15 | 26,7—9 ἐκτείνων βορέαν ἐπ’ οὐδέν, κρεμῶν γῆν ἐπ’ οὐδενός, δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, καὶ οὐκ ἐρράγη νέφος {αὐτοῦ} ὑποκάτωθεν αὐτοῦ· ὁ κρατῶν πρόσωπον θρόνου, σκέπων ἐπ’ αὐτὸν νέφος αὐτοῦ. ταῦτα καταριθμησάμενος ἀποδείκνυσιν, ὅτι κρατεῖ καὶ συνέχει τὰ πάντα ἡ τοῦ θεοῦ γνώμη. οὔτε γὰρ ἡ κίνησις τοῦ πνεύματος οὔτε ἡ μεταβολὴ τοῦ ἀέρος οὔτε τὸ ὁμα‐ | |
20 | λὸν τῶν νεφῶν οὔτε τὸ ὑγρὸν τοῦ ὕδατος οὔτε τὸ ὁλκὸν καὶ κατωφερὲς τῆς γῆς | 158 |
159 | οὔτε τὸ κοῦφον καὶ ἀνωφερὲς τοῦ πυρὸς οὔτε ἡ πρὸς ἄλληλα φιλία τούτων ἠδύνατο μεῖναι ἢ συσχεθῆναι, εἰ μὴ ἡ τοῦ θεοῦ γνώμη συνέδει ταῦτα καὶ τὰ τοσοῦτον ἀλ‐ λήλοις ἐναντία εἰς μίαν σύμπνοιαν ἐκίρνα, ὡς μήθ’ ὑπὸ τοῦ ὕδατος σβέννυσθαι τὸ ἄφατον πῦρ μήθ’ ὑπὸ τοῦ παμφάγου πυρὸς καταφλέγεσθαι τὰ καυστὰ μήτε μὴν | |
5 | τὸ βαρὺ στοιχεῖον τῆς γῆς κατωφερὲς ὂν ἐπὶ τὸ μὴ ὂν χωροῦν ἀνατρέπειν τὰ ὅλα, ἀλλ’ ἕδραν ἔχειν τὴν γῆν τὴν τοῦ θεοῦ βούλησιν ταύτῃ τε παρακεῖσθαι τὸν ἀέρα ζωτικὸν ὄντα καὶ πᾶσαν σῆψιν τὴν ἐν αὐτῇ τῇ συνεχεῖ κινήσει ἰώμενον· καὶ μήν, καὶ τῷ ἀέρι παράκειται τὸ πῦρ μὴ συγχωροῦν πάντα ἀποψύχεσθαι. ἡ δὲ τούτων, αὐτῶν φημι τῶν τεσσάρων στοιχείων, προσφυῶς εἰς ἄλληλα μετα‐ | |
10 | βολὴ καὶ ἐξ αὐτῶν ἡ τῶν ζῴων γένεσις οὐκ ἄλλως πως ἂν ἐγεγόνει μὴ τῆς τοῦ θε‐ οῦ δυνάμεως ἕκαστα δημιουργούσης καὶ διαπλαττούσης, ἣ καὶ αὐτὰ τὰ στοιχεῖα ἐ‐ ποιήσατο οὐκ ὄντα πρὸ γενέσεως αὐτῶν. πρόσωπον θρόνου κρατούμενον νοητέον τὸν οὐρανὸν αὐτόν, ὃν νεφέ‐ λαις ἀποκρύπτει τῇ αὐτοῦ σοφίᾳ, ὡς δὲ ἔνιοι ἔφασαν τὰς ἐξουσίας εἶναι, ἃς παρ‐ | |
15 | έχει τοῖς ἄρχουσιν. 26,10α πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος. τεῖχος γὰρ τῷ ὕδατι τὸ τοῦ θεοῦ θέλημα καὶ ἔρκος ἀσφαλέστατον κατὰ τὸ εἰρη‐ μένον· καὶ ὕδατα οὐ παρελεύσεται στόμα αὐτοῦ. τὸ μὲν γὰρ ὕδωρ ἐ‐ στιν ἐν θαλάσσῃ καὶ ποταμοῖς καὶ λίμναις καὶ πηγαῖς καὶ διώρυξι, τὸ δὲ καὶ ἐν | |
20 | 〈...〉 τὸ στερέωμα αὐτοῦ, καὶ ποτὲ μὲν ἐκ θαλάττης ὕων, ποτὲ δὲ ἐξ οὐρανοῦ· | 159 |
160 | ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς. καὶ πάλιν· συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσ‐ σης, ὁ τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. ποτὲ δὲ ἐξ οὐρανοῦ· ἀνοί‐ ξαι γάρ σοι, φησίν, ὁ κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, | |
5 | τὸν οὐράνιον, καὶ δώσει σοι τὸν ὑετὸν αὐτοῦ, ἐὰν φοβηθῇς κύριον τὸν θεόν σου. 26,10β μέχρι συντελείας φωτὸς μετὰ σκότους. ἡμέρα γὰρ καὶ νύξ, φῶς καὶ σκότος, ἥλιος καὶ σελήνη καὶ ἄστρα οὔποτε παύ‐ σονται τῆς ἰδίας τάξεως ἕως τῆς συντελείας τοῦ αἰῶνος, οὔτε δὲ χειμὼν ὑπερβή‐ | |
10 | σεται τὸ ἔαρ οὔτε τὸ θέρος τὸ φθινόπωρον τῆς τοῦ θεοῦ βουλήσεως ἐφεστηκυίας καὶ τὰς ἡνίας τῶν ὅλων ἀνειλημμένης. σὴ γάρ ἐστιν ἡ ἡμέρα καὶ σή ἐ‐ στιν ἡ νύξ, σὺ κατηρίσω φαῦσιν καὶ ἥλιον, 〈σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς,〉 θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. καὶ πάλιν· σπέρμα καὶ θερισμός, ψῦχος καὶ καῦμα, 〈θέρος καὶ ἔ‐ | |
15 | αρ,〉 ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσιν. πρόσταγμα, γάρ φησιν, ἔθετο καὶ οὐ παρελεύσεται καὶ οὐχ ὑπερβήσεται τὸν λόγον αὐτοῦ. 26,11 στῦλοι οὐρανοῦ ἐπετάσθησαν καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ. ὥσπερ γὰρ ποιῶν τὸν οὐρανὸν λέγει· ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν | |
οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην φαίνειν, οὕτω τὴν | 160 | |
161 | ἀναίρεσιν αὐτῶν πτῆσιν ἀποκαλεῖ· ὡς γὰρ στύλους τὴν ἕδραν λέγει, οὕτω πτῆσιν τούτων τὴν παρέλευσιν. εἴρηται δὲ καὶ ἐπὶ τῆς γῆς· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, ἀντὶ τοῦ· ἠσφαλισάμην. ὁ θεμελιῶν γὰρ τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | |
5 | 26,12 ἰσχύι αὐτοῦ κατέπαυσε τὴν θάλασσαν, ἐπιστήμῃ δὲ αὐτοῦ ἔστρωται τὸ κῆτος. τῇ αὐτοῦ δυνάμει καὶ αὕτη γέγονε καὶ τὰ ἐν αὐτῇ πάντα· αὕτη γὰρ ἡ θά‐ λασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀ‐ ριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. ἐν οἷς καὶ τὸ κῆτος, 〈ὃ〉 τῇ αὐτοῦ | |
10 | σοφίᾳ ἥπλωται ἐν τῇ ἀβύσσῳ. 26,13α κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν. ὥσπερ πύλας οὕτω καὶ κλεῖθρα τοῦ οὐρανοῦ νοητέον· τὴν γὰρ συνέχουσαν αὐτὸν δύναμιν κλεῖθρον ὀνομάζει τροπικῶς. 26,13β προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην. | |
15 | δράκοντα μὲν αὐτὸν ὀνομάζει ἀπὸ τῆς ἐπιχειρήσεως, ἀποστάτην δὲ ἐκ τῆς κακο‐ νοίας, δι’ ἧς ἐκστὰς τῆς εὐσεβείας ἀφηνιάζει τῆς δουλείας· δοῦλος μὲν ὢν ὡς δημιούργημα, ἀπαυθαδιζόμενος δὲ τῇ τοῦ δεσπότου προσηγορίᾳ ἑαυτὸν ἀποκαλεῖ. θάνατον δὲ λέγει τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρονα λῆξιν. | |
οἱ δὲ Σύροι φασὶν οὐ περὶ τοῦ διαβόλου τοῦτο λέγεσθαι, ἀλλὰ περὶ τοῦ αἰσθη‐ | 161 | |
162 | τοῦ δράκοντος, ἀποστάτην δὲ αὐτὸν λέγεσθαι διὰ τὸ ὀξυτάτῳ δρόμῳ κεχρῆσθαι πρὸς ἀποφυγήν· τὸν οὖν τοιοῦτον προστάγματι ἀνῃρῆσθαι, ἵνα μὴ ἀδικῇ διὰ τὸ τάχος. ἕως μὲν οὖν βούλεται αὐτὸν εἶναι ἔστιν, θελήσας δὲ αὐτὸν ἀνελεῖν ἀρκοῦν ἔχει τὸ βούλημα. ἡμεῖς μὲν γὰρ τὸ ποιούμενον ἐξ ἡμῶν τέχνῃ ποιοῦμεν ὡς | |
5 | φέρε εἰπεῖν οἰκίαν ἢ καὶ ἄλλο τι, οὐκ ἔχοντες τὴν φύσιν αὐτῶν ποιῆσαι ἀδιάλυ‐ τον· ὁ δὲ θεὸς καὶ αὐτὰς τὰς φύσεις εἰς ὅπερ βούλεται τρέπει δεικνὺς ἑαυτοῦ τὸ δυνατὸν τῆς ἐξουσίας, ὡς ἐπὶ τῶν τριῶν παίδων ἔτρεψε τοῦ πυρὸς τὴν δύνα‐ μιν τοὺς μὲν ἐν τῇ καμίνῳ ἀβλαβεῖς φυλάξας, τοὺς δὲ ἔξωθεν ἀναλώσας. 26,14 ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐ‐ | |
10 | τῷ· σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει; οὕτω τις λογιζόμενος ἀρχὴν δύναται ἔχειν τοῦ γνωρίζειν τὴν τοῦ θεοῦ ἐξου‐ σίαν, ὡς ἐξ ἀτμίδος ὕδατος 〈...〉 σθένος δὲ βροντῆς αὐτοῦ. ὁπότε δὲ φωνὴ ἀποτελεῖται τῆς βροντῆς, τίς οὐκ ἂν ἐκπλαγείη λογισάμενος; τίς δὲ ἐπαξί‐ ως νοήσεται τὴν δύναμιν τοῦ ἐπιστατοῦντος τοῖς ὅλοις, ὅπως μὲν ἕλκεται τὸ ὕ‐ | |
15 | δωρ, ὅπως νέφος ἀποτελεῖται καὶ δεσμῷ τινι κατεχόμενον οὐ ῥήγνυται ὑπὸ τοῦ πνεύματος ὠθούμενον, εἶτα ὅπως τὸ μὲν ἄνω πῦρ ἐκφυσώμενον ἀποτελεῖ τὴν ἀστρα‐ πήν, τὰ δὲ ὑποκείμενα νέφη τῷ δούπῳ τῷ πρὸς ἄλληλα ἐπηχοῦσι τὴν ἐξαίσιον βρον‐ | |
τὴν τοῦ θεοῦ τὴν ἀπειλὴν προσημαίνοντα καὶ τῇ ἀστραπῇ ταραχὴν ἐμποιοῦντα κατὰ | 162 | |
163 | τὸ εἰρημένον· ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς, προασφα‐ λιζόμενος δὲ καὶ οὕτω τῶν ἀνθρώπων τὴν ἀσθένειαν; πρὸ βροντῆς γὰρ κατα‐ σπεύδει ἀστραπή, ἵνα μὴ ἀθρόον· ὁ ψόφος ἀποπληξίαν ἐνεργάσηται τοῖς ἀκού‐ ουσιν· τῇ ἀστραπῇ δὲ προασφαλισάμενος ἐκλύει τὸ πλεῖστον τοῦ φόβου προνοίας | |
5 | λόγῳ, εἶτα ὥσπερ τονώσας τὴν φύσιν ἐπάγει τὴν βροντήν. φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. καὶ πάλιν· καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ κύρι‐ ος καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ. καταπαύσας ἐν τούτῳ τὸν λόγον καὶ δοὺς χώραν ἀποκρίνασθαι τῷ τρίτῳ φίλῳ (οὗτος δὲ ἦν Σωφὰρ ὁ Μιναῖος) καὶ θεωρήσας αὐτὸν ὑπὸ τῆς ἐνεργείας τῶν λόγων | |
10 | εἰς ἀφωνίαν καταπεσόντα, σὺν αὐτῷ δὲ καὶ 〈τοὺσ〉 ἄλλους φίλους καταπεπληγμέ‐ νους καὶ μηδὲν ἀποκρινομένους, αὐτὸς πάλιν ἀναλαβὼν πληροῖ τὰ μέρη τοῦ λόγου ἑτέρῳ τρόπῳ. ἐν γὰρ τοῖς ἔμπροσθεν ἐκθέμενος τοὺς τῆς προνοίας λόγους γενικῶς ἐν τούτοις εἰς εἴδη διαιρεῖ †οἳ καὶ αὐτοὶ† τούτων γένη πάλιν τυγχάνουσιν. τὸ καθολικὸν δὲ λόγον τῆς προνοίας ἐκθέμενος εἰς τὸν εἰδικὸν τὴν ἀμφιβολίαν ποι‐ | |
15 | εῖται. | 163 |
164 | 27,1—2 Ἔτι δὲ προσθεὶς Ἰὼβ τῷ προοιμίῳ εἶπεν· ζῇ κύριος ὃς οὕτω με κέ‐ κρικεν καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν. ποιούμενος δὲ τοὺς τῆς προνοίας λόγους ἄρχεται ὡς ἐξ ὅρκου. συνετῶς δὲ ταῦ‐ τα ποιεῖ δεικνύς, ὡς οὐδὲν διεψευσμένον προθήσεται, ἀλλὰ ἀληθῆ πάντα καὶ ἀρί‐ | |
5 | δηλα. ζῇ κύριος ὁ ἀληθῶς ζῶν, ὁ παρ’ οὐδενὸς τὸ ζῆν κεκτημένος, ἀλλὰ φύσει ζῶν καὶ πάσης ζωῆς χορηγός. μηνύει δὲ καὶ τὴν πρόνοιαν καὶ τρίτον τὴν αὐτοῦ διάθεσιν ἐνδείκνυται, ἣν εἶχε πρὸς τὸν θεόν. εἰδὼς γὰρ παρ’ αὐτοῦ ἐπῆχθαι αὐ‐ τῷ τὴν κρίσιν καὶ τὴν πικρίαν τοῦ πάθους οὐδὲν ἔλαττον εὐχαριστῶν καὶ παρρη‐ σιαζόμενος τὴν αἰτίαν ἀξιοῖ μαθεῖν. δι’ ὧν οὖν ἀλγῶν τῷ θεῷ εὐχαριστεῖ, διὰ | |
10 | τούτων τὸν διάβολον καταπολεμεῖ, καὶ ἐγίνοντο οἱ τῆς εὐχαριστίας λόγοι ὥσπερ βολίδες ἐκπεμπόμεναι κατὰ τοῦ ἀντικειμένου. 27,3—4 ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης ἐν ἐμοί, πνεῦμα δὲ θεῖον ἔτι περι‐ ὸν ἐν ῥισί μου, οὐ μὴ λαλήσῃ τὰ χείλη μου ἄνομα οὐδὲ ἡ ψυχή μου ἐν ἐμοὶ μελε‐ τήσει ἄδικα. | |
15 | ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἕως, φησίν, ἔστιν ἡ ψυχή μου ἐν ἐμοὶ καὶ μέχρις ὅτου ἐμπνέω καὶ σπῶ τὸν ἀέρα τοῦτον ζῶν καὶ κινούμενος, οὐκ ἂν ἄλλο τι νοήσω ἢ φθέγξομαι πλὴν τῷ θεῷ εὐχαριστεῖν πάντοτε, οὐδὲ ἄλλα μὲν νοήσω, ἕτερα δὲ φθέγξομαι· ἀδίκου γὰρ ἀνδρὸς ἴδιον ἄλλα μὲν διανοεῖσθαι, ἕτερα δὲ προφέρειν ἐκ στόματος. | |
20 | 27,5—6 μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω; οὐ γὰρ ἀπαλλάξω | 164 |
165 | τὴν ἀκακίαν μου ἀπ’ ἐμοῦ, δικαιοσύνῃ 〈δὲ〉 προσέχων οὐ μὴ προῶμαι· οὐ γὰρ σύν‐ οιδα ἐμαυτῷ ἄτοπα πράξας. λέγει δὲ ταῦτα ἐλέγχων αὐτούς, ὅτι 〈ἐπεὶ〉 οὐδὲν μὲν αὐτῷ συνῄδεισαν οὐ δικαί‐ ως τὴν ψῆφον κατ’ αὐτοῦ ἐξήνεγκαν. ἐπεὶ οὖν ἄλλα ἐν τῇ καρδίᾳ περὶ αὐτοῦ εἶχον | |
5 | ἕτερα δὲ ἔλεγον, εἰκότως ἀδίκους καὶ ὑποκριτὰς αὐτοὺς καλεῖ. οὐ μὴν ἐγώ, φησίν ὑμῖν προσφιλονεικῶν παύσομαι τοῦ εἶναι ἄκακος, οὐδ’ ἕτερα ἔχων ἐν διανοίᾳ παρηλ‐ λαγμένους φθέγξομαι λόγους, ἀλλὰ συνῳδοὺς προοίσω τοῖς τῆς ψυχῆς ἐνθυμήμασιν· ἀ‐ πλάστου γὰρ ἀνδρὸς τοῦτο καὶ ἀκακοήθους. εἶτα ὥσπερ ἄλλου ἀνθυπενέγκαντος ‘τί οὖν εἴ τις φθέγξοιτο τὸ παριστάμενον, οὗτος δόξει κακὸς εἶναι;‘ οὐχ οὗτος, 〈φησίν,〉 | |
10 | ἀλλ’ εἴ τις μὴ ἕτερα φρονῶν ἕτερα λέγει. ἐγὼ μὲν γὰρ οὐδὲν ἐμαυτῷ σύνοιδα, εἰ μή τι ἀγνοῶν ἔπραξα, ὅπερ οἶδεν ὁ θεός, κἀγὼ δὲ ἀντιβολῶ γνῶναι. 27,7 οὐ μὴν δὲ ἀλλ’ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν καὶ οἱ 〈ἐπ’ ἐμὲ〉 ἐπανιστάμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων. οἱ ὑποκριταί, φησίν, ὥσπερ οἱ ἀσεβεῖς δίκην εἰσπραχθήσονται· μετὰ γὰρ αὐτῶν | |
15 | τὴν μερίδα λήψονται. 27,8—10 ναὶ μήν· τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει; μὴ πεποιθὼς δὲ ἐ‐ πὶ κύριον εἰ ἆρα σωθήσεται; ἢ τὴν δέησιν αὐτοῦ ἀκούσῃ ὁ θεός, ἐπελθούσης δὲ αὐτῷ ἀνάγκης μὴ ἔχειν τινὰ παρρησίαν ἐνώπιον αὐτοῦ; ἢ πῶς ἐπικαλεσαμένου αὐ‐ | |
τοῦ εἰσακούσεται αὐτοῦ; | 165 | |
166 | ὃ λέγει τοιοῦτόν ἐστιν· {περὶ γὰρ αὐτοῦ ὁ λόγος} οὐδεμίαν ἐλπίδα ὁ ἀσεβὴς ἔχει τοῦ θεοῦ ἀποστάς· οὐδὲ γὰρ δεηθήσεται ὡς καταφρονῶν, κἂν ἀνάγκη τις αὐ‐ τὸν καταλάβοι. ἐπεὶ μὴ ἀπὸ εὐνοίας ἑκουσίου ποιεῖται τὴν ἔντευξιν, οὐκ εἰσα‐ κούσεται αὐτοῦ· οὗ γὰρ ἐν ἀγνοίᾳ ὑπῆρχεν, πῶς τούτου ἱκέτης καθίσταται. | |
5 | 27,11—13 ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν, τί ἐστιν ἐν χειρὶ κυρίου· ἅ ἐστι παρὰ παν‐ τοκράτορι οὐ ψεύσομαι. ἰδοὺ δὴ πάντες ὑμεῖς ἑωράκατε. διὰ τί δὲ κενὰ κενοῖς ἐπιβάλλετε; καὶ αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου, ὀργὴ δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος 〈ἐπ’ αὐτούσ〉. λέξω δή, φησίν, ὑμῖν τὴν τοῦ θεοῦ ἐξουσίαν καὶ εἴσεσθε μετ’ οὐ πολύ, ὡς | |
10 | οὐδὲ θεὸς ὑμᾶς ἐφ’ οἷς ἐφθέγξασθε κατ’ ἐμοῦ παρὰ τὸ δίκαιον ἀποδέξεται .. ἐπι‐ στάμενοι γάρ, ὡς οὐδὲν παρὰ τὸ δίκαιόν ποτε κατεπραξάμην, οὐκ εὐλόγως μοι καταπεφήνασθε. ἴστε δὲ πάντως, ὅτι ταῖς καταπράξεσι τοῦ πονηροῦ ἐφάμιλλος καὶ ἡ μισθαποδοσία· οὐ γὰρ δή, εἰ τὰ κατ’ ἐμὲ ἀγνοεῖτε, πάντως ὅτι καὶ τὸ δί‐ καιον οὐ συνορᾶτε. | |
15 | 27,14—15 ἐὰν πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρυνθῶσιν, προσαιτήσουσιν. οἱ δὲ περιόντες αὐτῶν κακῷ θανάτῳ τελευτήσουσι, καὶ χήρας αὐτῶν οὐδεὶς ἐλεήσει. πάντα οὖν τὰ τοιαῦτα εἰς τὸν ἀσεβῆ, φησίν, ἔσται· ἀτεκνία χηρεία ὀρφανία | |
πενία νόσος ἢ θάνατος. | 166 | |
167 | 27,16—17 ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ χρυσίον ἑτοιμάσῃ, ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. οὐχ ὅτι τῶν δικαίων γέρας ὁ τῶν ἀσεβῶν πλοῦτος ἔσται, ἀλλ’ ὅτι οὗτοι εἰς δέον τὴν τῶν χρημάτων ποιήσονται χρῆσιν· τοῦτο γάρ ἐστι κτήσασθαι τὸν ἐξ αὐ‐ | |
5 | τῶν καρπόν. οἱ μέντοι ἀσεβεῖς μόνον ἐπισωρεύοντες τὸ τῶν χρημάτων φορτίον βα‐ ρούμενοι μᾶλλον ἢ ἀπολαύοντες ὥσπερ οἱ μεθύοντες οὐκ εὐφραίνονται, ἀλλὰ καὶ κάκωσιν ὑπομένουσιν. 27,18 ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆς καὶ ὥσπερ ἀράχνη ὁ πλοῦτος αὐτοῦ. οὔτε γὰρ αὐτὸς ἐξ αὐτῶν οὐδὲν ὠφεληθήσεται οὔθ’ ἕτερός τις ὄνησιν λήψεται. | |
10 | σὴς δὲ καὶ φθορὰ κληρονομήσει τὰ αὐτοῦ καὶ ἀχρεῖα ἔσται, ὡσπεροῦν καὶ τῆς ἀ‐ ράχνης ὁ ἱστὸς οὐδενὶ ἑτέρῳ χρήσιμος. 27,19—23 πλούσιος κοιμηθεὶς οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξε καὶ οὐκ ἔστιν. κοιμηθέντι συναντήσονται αὐτῷ ὥσπερ ὕδωρ ὀδύναι, νυκτὶ δὲ ὑφείλετο αὐτὸν γνόφος· ἀναλήψεται αὐτὸν καύσων καὶ ἀπελεύσεται καὶ λικμήσει αὐτὸν ἐκ | |
15 | τοῦ τόπου αὐτοῦ καὶ ἀπορρίψει αὐτὸν καὶ οὐ φείσεται. ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύ‐ ξεται, κροτήσει ἐπ’ αὐτὸν χεῖρας αὐτοῦ καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου 〈αὐτοῦ〉. ὥσπερ οἱ ἐν τοῖς ὕπνοις φανταζόμενοι πλοῦτον συνάγειν, ὅθεν ἐδόκουν μὲν εὐ‐ φροσύνην ὑπάρξαι, ἐξεγειρόμενοι ἔγνωσαν ὡς κενὰς ἐλπίδας ἔβοσκον καθεύδοντες | |
(ἅμα γὰρ τῷ ὀνείρατι καὶ ἡ νομιζομένη περιουσία ἠφάνιστο), οὕτω καὶ οἱ ἐν τῷ | 167 | |
168 | κόσμῳ τούτῳ πλουτοῦντες ἐνθένδε μεταναστάντες οὐδὲν πλέον ἕξουσι τῶν ἐν ὀνεί‐ ρασι πλουτησάντων. τοῦτο δὲ μόνον καρπώσονται, πλῆθος ὀδυνῶν καὶ βασανιστῶν αἰκίαν ποινὴν αὐτοὺς εἰσπρασσομένων· ἐφ’ αἷς αἰκίαις οὐδεὶς αὐτῶν ἐπίκουρος, οὐ τῶν δορυφόρων, οὐ τῶν θησαυροφυλάκων, ἀλλὰ κενοὶ μὲν χρημάτων, γυμνοὶ δὲ | |
5 | πάσης θεραπείας παραστήσονται, παρεκτεταμένον δὲ αὐτοῖς ἔσται σκότος εἰς τι‐ μωρίαν. καὶ ὥσπερ θέρους ὥρᾳ καὶ μεσημβρίᾳ, ἐπὰν πυρετὸς προσγένηται, ἀνίατός ἐστι διὰ τὸ περιέχον θάλπος, εἰ μή τις προσγένηται βοήθεια, οὕτω καὶ αὐτοὶ ἑ‐ αυτοῖς ὥσπερ τιμωρίας ὄργανα ἔσονται· ἢ ὥσπερ αὐανθὲν ξύλον εὐρίπιστόν ἐστι παντὶ ἀνέμῳ διὰ τὸ μὴ ἔχειν αὐτὸ ἰκμάδα, οὕτω καὶ οὗτοι διὰ τὸ μὴ ἔχειν αὐ‐ | |
10 | τοὺς στάσιν βεβαίαν. καὶ οὐκ ἔσται αὐτοῖς κηδεμονία τις οὐδὲ μακροθυμία· ἕως γὰρ συνεχωροῦντο, ἐκράτουν τῇ τοῦ ἐνδιδόντος ἐξουσίᾳ, ὅτε μέντοι ἐπισχεθῶσι πληρώσαντες τὸ μέτρον τῆς κακίας, ἠφανίσθησαν καὶ οὐχ ὑπελείφθη αὐτῶν μνημό‐ συνον, ἐπεὶ μηδὲ χρηστόν τι κατεπράξαντο. διὸ ἐπιφέρει· 28,1—3β Ἔστι τόπος ἀργυρίῳ, ὅθεν γίνεται, τόπος δὲ χρυσίου, ὅθεν διηθεῖ‐ | |
15 | ται. σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. τάξιν ἔ‐ θετο σκότους καὶ καιρῶν αὐτὸς πέρας ἐξακριβάζεται. τὴν διάφορον χρῆσιν τῶν ἐκ τῆς γῆς ἀπαγγείλας καὶ τὸ χρήσιμον δείξας ἐποί‐ ησεν φανερόν, ὅτι πάντα κατὰ τάξιν διοικεῖται μέτρα ἔχοντα τεταγμένα· οὔτε γὰρ ἄργυρος ὁ λαμπρὸς οὔτε χρυσὸς ὁ φαιδρὸς οὔτε σίδηρος ὁ κραταιὸς οὔτε χαλ‐ | |
20 | κὸς ὁ †φαναὴς† ἄνευ τῆς γνώμης τοῦ θεοῦ γεγένηται. οὐδεὶς γὰρ τῶν ὄντων ἄλλος | 168 |
169 | δημιουργός, καθὼς αὐτός πού φησιν ὁ θεός· ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον. ἀλλὰ γὰρ καὶ τῷ σκότει τόπον ἐπέθηκεν, ὡς μὴ ὑπερβαίνειν τὸν τεθέντα ὅρον, καὶ τῇ ἡμέρᾳ μέτρον. πάντα γὰρ πέρας ἔχει τὸ βούλευμα τοῦ διοι‐ κοῦντος τόδε τὸ πᾶν· ἐγώ, γάρ φησιν ὁ θεός, ὁ ποιήσας φῶς καὶ σκότος. | |
5 | 28,3γ—4 λίθος σκοτία καὶ σκιᾶς θανάτου, διακοπὴ χειμάρρου ἀπὸ κονίας· οἱ δὲ ἐπιλανθανόμενοι ὁδοὺς δικαιοσύνης ἠσθένησαν ἐκ βροτῶν. καὶ ταῦτα ὑπὸ τὸν αὐτὸν κανόνα ἐστι τοῦ τάξαντος. καὶ γὰρ καὶ λίθος ἐν σκο‐ τίᾳ κείμενος, ἔνθα οὐ θάνατος ἀλλὰ σκιὰ θανάτου, καὶ τὸ μέτρον τοῦ χειμάρρου ἔγνωσται αὐτῷ. εἰ γὰρ ἠρίθμηνται αὐτῷ σταγόνες ὑετοῦ, πολλῷ μᾶλλον χειμάρρων | |
10 | φοραὶ μεμέτρηνται, κἂν ἐξαίφνης ἐπίωσι καὶ διακόπτωσι τὸν ὑποκείμενον χοῦν. εἰ οὖν ἐπὶ τῆς ἀναισθήτου ὕλης τοσαύτη ἀκριβὴς τάξις, πῶς οὐχὶ μᾶλλον ἐπὶ λο‐ γικῆς καὶ ἐμψύχου ἔσται; ὅσοι δὲ ἐπελάθοντο τῆς τοῦ θεοῦ δικαιοσύνης, καὶ πά‐ σῃ συμφορᾷ ὑπεύθυνοι ἐγένοντο. τὸ δὲ ἠσθένησαν ἀντὶ τοῦ· ἐσαλεύθησαν. 28,5α γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος. | |
15 | ἀνωτέρω διελὼν ὥσπερ εἰς γένη καὶ εἴδη τοὺς τῆς προνοίας λόγους νῦν ἐνταῦθα ὥσπερ γένος ὑποτίθεται τὴν γῆν καὶ τὰ εἴδη καταλέγει ταύτῃ δεικνὺς τὴν τοῦ θε‐ οῦ σοφίαν ἅμα καὶ πρόνοιαν καὶ τὴν δύναμιν αὐτοῦ τὴν τούτων ἐργάτιν. γῆν οὖν | |
ὀνομάσας δείκνυσι τὴν οἰκουμένην, ἔπειτα καὶ τὰ ἐν αὐτῇ ἤτοι πρὸς χρῆσιν ἤτοι | 169 | |
170 | πρὸς σύστασιν ἤτοι πρὸς ὑγεῖαν καὶ κόσμον ἢ τέρψιν δοθέντα καταλέγει καί φη‐ σιν· ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος· ἄρτος γὰρ καρδίαν ἀνθρώ‐ που στηρίζει. 28,5β ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ. | |
5 | ὅτι μέρος μὲν αὐτῆς ἐκβράσσει πῦρ, μέρος δὲ ἐκβλύζει θερμὸν καχλάζον πρὸς ἄκεσιν ἀρρωστημάτων παντοίων τοῦ θεοῦ οὕτω διαταξαμένου ὡς εἶναι τὸ πῦρ μὴ μόνον ἄνω που, ἀλλὰ καὶ περὶ αἰθέρα καὶ περὶ τὰ ἄστρα, ἔτι μὴν καὶ ἐν ταῖς †ἅπαις† ταύταις ὕλαις οἷον ἐν σιδήρῳ, ξύλῳ καὶ λίθῳ, καὶ ὑπὸ γῆν αὐτὴν πῇ μὲν τύφεσθαι πῇ δὲ ἐξάπτεσθαι καίτοι ἀνωφερὲς ὂν τῇ τοῦ θεοῦ γνώμῃ χαλινούμε‐ | |
10 | νον. 28,6 τόπος σαπφείρου οἱ λίθοι αὐτῆς καὶ χῶμα χρυσίον αὐτῷ. καὶ γὰρ τοὺς καλουμένους τιμίους λίθους καὶ τὸ χρυσίον αὐτὸ αὕτη γεννᾶν τέ‐ τακται, καὶ ἔστι τὰ μὲν βασιλέων δόξα, τὰ δὲ γυναικῶν φιλοκόσμων εὐπρέπεια. καὶ ἀποδείξας, ὡς πολλὰ καὶ διάφορα πεποίηκεν ἐν τῇ γῇ ὁ θεός, ἐπάγει διὰ τῶν | |
15 | ἑξῆς λέγων· 28,7—8 τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινὸν καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός, οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπ’ αὐτῆς λέων. | |
σημαίνει διὰ τούτων τινὰ μέρη γῆς ἀοίκητα καὶ ἄβατα καὶ ἄπειρα ἀνθρώποις | 170 | |
171 | καὶ ζῴοις, πτηνοῖς καὶ χερσαίοις, ὡς φέρε εἰπεῖν τὰς καλουμένας ζώνας κεκαυ‐ μένας καὶ τὴν ἔρημον αὐτὴν καὶ τοὺς κατεψυγμένους κατὰ βορρᾶν τόπους ἢ καὶ αὐτὸν τὸν καλούμενον Ὠκεανόν, ἐν ᾧ οὐ νῆσος, οὐ πόλις, οὐχ ἕτερόν τι ἔμπεδον ἀνθρώποις βατόν. ἅπαντα ἢ διὰ κρύους ἀμετρίαν ἢ διὰ θάλπος ὑπερβάλλον ἢ δι’ | |
5 | ἀτονίαν γῆς ἐστιν ἀοίκητα τοῦ θεοῦ μὴ μόνον πρὸς τὴν ἡμετέραν χρείαν ἀπιδόν‐ τος ἐν τῷ ποιεῖν, ἀλλὰ καὶ πρὸς τὴν ἑαυτοῦ σοφίαν. ὡς γὰρ ἄβατον γῆν πεποίη‐ κεν οὕτω καὶ οὐ πλωτὴν θάλασσαν, καὶ ὥσπερ σύμμετρον ἡμῖν παρέσχεν ὕδωρ, οὕτω καὶ ἄφατον ἐν αἰθέρι πεποίηκεν, ἀλλὰ καὶ ἐν στερεώματι· ὁ στεγάζων, γάρ φη‐ σιν, ἐν ὕδατι τὰ ὑπερῷα αὐτοῦ. διὸ εἴρηται ἐν εὐχαῖς ὑπὸ τῆς σοφωτά‐ | |
10 | της Ἰουδείθ· κτίστα τῶν ὑδάτων, βασιλεῦ πάσης τῆς κτίσεως. 28,9—10α ἐν ἀκροτόμῳ ἐξέτεινε χεῖρα αὐτοῦ, κατέστρεψε δὲ ἐκ ῥιζῶν ὄρη, δίνας δὲ ποταμῶν ἔρρηξεν. προειπὼν περὶ τῆς ἀοικήτου καὶ δείξας, ὡς οὐδὲ οἱ μεγάλοι καὶ δοξόσοφοι καὶ ὡσεὶ τὰ ἀνιστόρητα ἐξηγούμενοι ὑπὸ περιττῆς σοφίας ἴσχυσαν πέρας διανῦσαι τὸ | |
15 | τῆς γῆς πλάτος ἢ μῆκος οὐδὲ μὴν τὸ τῆς θαλάσσης πᾶν βάθος ἢ διάστημα διὰ τὸ μὴ δεδυνῆσθαι ἀνθρώπους περατοῦν τὰ ἔργα τοῦ θεοῦ, ἐπάγει ἑξῆς, ὅτι ταῦτα εἰ καὶ ὑπ’ αὐτοῦ γεγένηνται ὅμως οὐκ ἀνθίσταται τῇ τοῦ πεποιηκότος γνώμῃ, ἀλλὰ θέλον‐ τος μὲν αὐτοῦ εἰσὶ καὶ διαμένουσι, βουλομένου δὲ αὐτοῦ διαλύονται τὸ μέγεθος τῆς δυνάμεως αὐτοῦ δεικνύοντα. καὶ γὰρ καὶ τὰ ὑψηλὰ ὄρη ἐκ βάθρων ἀνεσπάσθη | |
20 | καὶ τὰς συστροφὰς τῶν ὑδάτων καὶ τοὺς ἰλίγγους τοὺς χαρυβδώδεις διέρρηξε· δύ‐ | |
ναμις γὰρ αὐτῷ βούλησις. | 171 | |
172 | 28,10β—11 πᾶν δὲ τίμιον εἶδεν αὐτοῦ ὁ ὀφθαλμός, καὶ βάθη ποταμῶν ἀνεκάλυ‐ ψεν, ἔδειξε δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς. οὐ τὴν ἑαυτοῦ δυσπραγίαν ἀπαγγέλλει, ἀλλὰ τὴν τῶν γενομένων ὑπὸ θεοῦ νόη‐ σιν. εὐφραινόμενός φησιν, ὅτι ἐξήρανε ποταμοὺς ἐν τῇ δυνάμει, καὶ λάμψαν τὸ | |
5 | φῶς ἔδειξεν αὐτῶν τὸ βάθος, ὥσπερ ἐν τῇ Αἰγύπτῳ τὴν θάλασσαν διελῶν εἰς τὸ βάθος αὐτῆς τὸν ἥλιον ἐλλάμψαι πεποίηκε, καὶ ἐν Παλαιστίνῃ τὸν Ἰορδάνην πο‐ ταμὸν διαρρήξας. ἀπειλῶν γὰρ θαλάσσῃ καὶ ξηραίνων αὐτὴν καὶ πάντας τοὺς ποταμοὺς {αὐτῆς} ἐξερημῶν. καὶ ἐν ἄλλοις· σὺ ἐξή‐ ρανας ποταμοὺς Ἠθάμ. καὶ πάλιν· ἔθετο ποταμοὺς εἰς ἔρημον | |
10 | καὶ γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. 28,12—13 ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν ἐπιστήμης; οὐκ οἶ‐ δε βροτὸς ὁδὸν αὐτῆς οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις. τὰ μὲν προλεχθέντα ἕκαστον ἐκ τόπου καὶ τῆς οἰκείας φύσεως ὥσπερ ὁ χρυσὸς | |
15 | καὶ τὰ λοιπά, τῆς δὲ σοφίας τόπος οὐδείς· οὐδὲ γὰρ ἐν τοῖς πέρασιν ἢ ἐξ ἑνὸς τόπου εὑρίσκεται, ἵνα ἐκεῖ τις προσδραμὼν ἐπιλάβηται αὐτῆς ἢ ἀνταλλάξηται αὐ‐ τήν τινος. οὐ γὰρ ἐν ἴσῳ τοῖς ἄλλοις τῆς σοφίας τὸ κτῆμα. εἰ γάρ τις εὔνοιαν κτήσηται πρὸς τὸν πάντα τὰ κατηριθμημένα τεκτηνάμενον, οὗτος οὐκ ἔσται αὐτῆς ξένος· ταύτῃ γὰρ προσδραμεῖται, ἐν ταύτῃ κατοικήσει καὶ σοφισθεὶς παρ’ αὐτῆς | |
20 | εἴσεται τὸν τῶν ὅλων δημιουργὸν καὶ κατανοήσει. ἔχει γὰρ δύναμιν ἡμῶν ἡ ψυχὴ | 172 |
173 | εἰς τὸ γνωρίζειν τὰ τοῦ θεοῦ οὕτως αὐτὴν δημιουργήσαντος, ὅθεν καὶ ὑπὸ τὴν ἐν‐ τολὴν ἐλθοῦσα ἢ κρίνεται μὴ δικαίως παρελθοῦσα ἢ ἀπολαύσει ἀσφαλῶς τῆς ἐπαγ‐ γελίας φυλάξασα τὸ νομοθετηθὲν αὐτῇ. 28,14—19 ἄβυσσος εἶπεν· οὐκ ἔστιν ἐν ἐμοί, καὶ θάλασσα εἶπεν· οὐκ ἔστιν | |
5 | μετ’ ἐμοῦ. οὐ δώσει συγκλεισμὸν ἀντ’ αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλ‐ λαγμα αὐτῆς, καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Σουφείρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπ‐ φείρῳ, καὶ οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον 〈καὶ〉 ὕελος, καὶ τὸ ἀντάλλαγμα αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ. μετέωρα καὶ βάθη οὐ μνησθήσονται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ | |
10 | συμβασταχθήσεται. οὐδὲν τούτων τῶν ἐπὶ γῆς καλλίστων ἢ τιμίων τῇ σοφίᾳ συγκριθῆναι δύναται· οὐκ ἄβυσσος, {οὐ πλῆθος,} οὐ θαλάσσης σεσωρευμένα πελάγη, οὐχ ὁ ταύτης ὄγκος περιγράψαι ταύτην 〈δύναται〉· οὐ στιλπνότης ἢ χρυσίου μαρμαρυγή, οὐ λίθων Ἰν‐ δικῶν ξένη θέα σέλας ἐκπέμπουσα εἰς τὰς τῶν ὁρώντων ὄψεις, οὐδὲ τὰ κάλλιστα | |
15 | τῶν ὄντων, οὐδὲ τὰ ἐκλελεγμένα, οὐχ ὕψος οὐρανοῦ, οὐ πλάτος γῆς ἀντιταλαντεύ‐ σει ποτὲ τῇ σοφίᾳ, οὐχ ὁ διειδὴς καὶ καθαρὸς ὕελος. πάντων γὰρ τούτων ἀσυγκρί‐ τως προὔχει ἡ σοφία. 28,20—23 ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν ἐπιστήμης, τίς | |
συνέσεως; λέληθε πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινῶν οὐρανοῦ ἐκρύβη. ἡ ἀπώλεια | 173 | |
174 | καὶ 〈ὁ〉 θάνατος εἶπαν· ἀκηκόαμεν αὐτῆς τὸ κλέος. ὁ κύριος 〈εὖ〉 συνέστησεν αὐ‐ τῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς. οὐ γὰρ αἰσθητή ἐστιν ἡ σοφία οὐδὲ χερσὶν ἢ ποσὶ καταληπτὴ οὐδ’ ἀνθρωπίνῃ συνέσει κατασχέτη, ἀλλ’ ὁ θεὸς ταύτην δίδωσιν, ὃς καὶ μόνος ἐξουσίαν ἔχει χα‐ | |
5 | ρίσασθαι αὐτὴν τοῖς ἀξίοις κατὰ τὸ εἰρημένον· αὐτὸς γάρ ἐστι καὶ τῆς σοφίας δοτὴρ καὶ τῶν σοφῶν διορθωτής. καὶ πάλιν· παρὰ σοῦ ἡ σοφία καὶ ἡ δύναμις καὶ ἡ σύνεσις. οὐ γὰρ ἐν τόπῳ εὑρίσκεται οὐδὲ ἐν λογισμοῖς δοξοσόφων, οὐκ 〈ἐν〉 ἀέρι ἵπταται, οὐχ ὑπὸ γῆν κρύπτεται, οὐ τῷ παντὶ συμπεριδινεῖται, ἀλλ’ ἐξ οὐρανοῦ ἐν ἀνθρώποις παρὰ θεοῦ χορηγεῖται τοῖς | |
10 | εὔνοιαν ἔχουσι περὶ τὸν διανομέα καὶ πόθον, οἳ σὺν φόβῳ μὲν ἀπέχονται πάσης κακίας, τῷ πόθῳ δὲ πράττουσι πᾶν ἀγαθόν, καὶ τῶν μὲν ἐκκλίνουσι δίκην, τῶν δὲ οἰκειοῦνται γέρας καὶ στεφάνους. 28,24 αὐτὸς γὰρ τὴν ὑπ’ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα ἃ ἐ‐ ποίησεν. | |
15 | οὐδὲν γὰρ αὐτὸν λέληθεν ποιητὴν ὄντα τῶν ὅλων γινώσκοντα τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστιν, τουτέστιν· τὰ ἀφανῆ καὶ τὰ φανερά. γνωστὰ γὰρ ἀπ’ αἰῶνος τὰ ἔργα αὐτοῦ. 28,25—27 ἐποίησε δὲ ἀνέμων σταθμὸν καὶ ὑδάτων μέτρα. ὅτε ἐποίησεν οὕτως, ἰδὼν ἠρίθμησεν καὶ ὁδὸν ἐν τινάγματι φωνῆς. τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο | |
20 | αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν. | 174 |
175 | ὁ γὰρ τὴν τῶν ὄντων πᾶσαν φύσιν τεκτηνάμενος, οὗτος πάντων ἔχει τὴν γνῶσιν, στάθμια καὶ μέτρα καὶ ἀριθμὸν ἐπιστήσας τοῖς ἑαυτοῦ ἔργοις. ὥσπερ δὲ ἡ φωνὴ πλήξασα τὸν ἀέρα αἴσθησιν τῇ ἀκοῇ παραπέμπει εἰς ἀκρόασιν, οὕτω καὶ τὰ πάντα τῇ γνώσει τὸν ποιητὴν αὐτὸν ὑπαγορεύει· καὶ γὰρ τὴν ἀκοὴν ἐγείρει εἰς αἴσθη‐ | |
5 | σιν διὰ μέσου πληττόμενος ὁ ἀήρ, καὶ τὰ κτίσματα διὰ μέσου ὑποδείκνυσι τὸν κτίστην τῶν ὅλων. οἱ οὐρανοί, γάρ φησι, διηγοῦνται δόξαν θεοῦ καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. θεὸς δὲ ὁ τῆς σο‐ φίας τὸ κράτος ἀνειλημμένος φανερὰν αὐτὴν τοῖς ἀξίοις πεποίηκεν εἰρηκώς, ὅτι τοῖς φοβουμένοις αὐτὸν εὔγνωστός ἐστι καὶ τοῖς ἀγαπῶσι σύνοικος· οὐ γὰρ ὡς τὰ | |
10 | ἄλλα εὑρίσκεται καὶ αὕτη. 28,28 εἶπεν δὲ ἀνθρώπῳ· ἰδοὺ θεοσέβειά ἐστιν {ἡ} σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη. ὁ γάρ τοι κατορθώσας τὴν θεοσέβειαν, οὗτος ἐγκρατὴς γέγονε τῆς σοφίας, καὶ ὁ τῶν ὄχλων τῶν κακῶν ἀποφυγών, οὗτος ἐπιστήμων ἀνήρ, οὗτος φίλος θεοῦ πιστὸς | |
15 | καὶ θεράπων ἀληθινός. καὶ πάλιν πέρας ἐπιτίθησι τῷ λόγῳ ἡγούμενός τινα τῶν φίλων ἀποκριθήσεσθαι αὐτῷ. ὡς δὲ οὐδένα ἑώρα λέγειν προθυμούμενον (καταπεπληγμένοι γὰρ τὰς νιφάδας τῶν τῆς προνοίας λόγων καὶ τὰς ἐναργεῖς ἀποδείξεις τὰ μὲν ὑφ’ ἡδονῆς, τὰ δὲ | |
ὑπὸ δέους ἥσυχοι ἠκροῶντο)· | 175 | |
176 | 29,1 Ἔτι προσθεὶς Ἰὼβ τῷ προοιμίῳ λέγει. οἱ φίλοι τοῦ μακαρίου Ἰὼβ ἁμαρτίαν αὐτοῦ κατεψηφίσαντο διὰ τὸ καινὸν τῆς συμβάσης αὐτῷ πληγῆς. διὰ πολλῆς οὖν ἀποδείξεως ὑπέδειξεν αὐτοῖς μὴ ἐκ τῶν ὁ‐ ρωμένων τὰ κατ’ αὐτὸν κρίνειν, ἀλλ’ ἢ ἄρα ἐξ ὧν αὐτοὶ συνοίδασιν. ἐπειδὴ δὲ | |
5 | οὐκ ἔπειθε δι’ ὧν ἀπεδείκνυεν, νῦν ἐν τῇ τοῦ λόγου ἀρχῇ αἰτεῖται τὸν θεὸν τῆς ἔμπροσθεν εὐημερίας κἂν μῆνα ἡμερῶν παρασχεθῆναι αὐτῷ εἰς ἔλεγχον τῶν κατα‐ ψηφισαμένων αὐτοῦ ἁμαρτίαν. εἰ γὰρ ἐξ ὧν ἔπαθεν ἄδικος παρ’ αὐτοῖς ἐκρίθη, ἐξ ὧν ἔμελλεν εὐπραγεῖν δίκαιος ἐγνωρίζετο. καὶ πῶς οὐκ αὐτόθεν ἔλεγχος αὐτῶν ἀκρισίας ἐγίνετο 〈τὸ〉 τὸν ἁμαρτωλὸν νομισθέντα αὖθις δίκαιον ἀποκαλεῖν; φη‐ | |
10 | σὶ γοῦν· 29,2 τίς ἄν με θείη μῆνα κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλατ‐ τεν; ὃ λέγει τοιοῦτόν ἐστιν· τίς ἂν δῴη μοι ἡμέρας ἢ μῆνα κατὰ τὴν προϋπάρξα‐ σάν μοι εὐπραγίαν, ἵνα πείσω τοὺς καταψηφισαμένους μου, ὅτι οὐκ ὀρθῶς ἐξ ὧν | |
15 | ἐπλήγην τὰ κατ’ ἐμὲ ἔκριναν, ἀλλ’ ἐχρῆν ἅμα ἐμοὶ ἀπορεῖν περὶ τῆς αἰτίας· ἦν γὰρ ἀσφαλὲς τοῦτο. 29,3—7 ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ 〈αὐτοῦ〉 ἐπορευόμην ἐν σκότει, ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς, ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποι‐ | |
εῖτο τοῦ οἴκου μου, ὅτε ἤμην {ἐπιβρίθων ὁδοῖς} ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ | 176 | |
177 | παῖδες, ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχεῖτο γάλακτι, 〈ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει,〉 ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. ὅτε, φησίν, ἤμην ἐπίδοξος καὶ ἐπιφανής, ὅτε κατηυοδούμην ἐν τοῖς ὁδοῖς μου καὶ οὐδέν μοι ἦν σκολιόν, ὅτε τὰ πράγματά μου βρῖθον ἤνυον, ὅτε ἐκοιμώμην ἐν | |
5 | περιουσίᾳ χρημάτων, ὅτε εἵπετό μοι πλῆθος ἀνδρῶν τῶν μὲν ἔμπροσθεν, τῶν δὲ ἐπ‐ ακολουθούντων, καὶ τῶν μὲν ἀστῶν, τῶν δὲ ἐγχωρίων, ὅτε πρόβατα τοσαῦτα ὑπῆρ‐ χε καὶ βοῶν πλῆθος πολύ, ὡς ἐκ τοῦ γάλακτος αὐτῶν χεῖσθαι τὰ ὄρη καὶ τὰς ὁ‐ δοὺς διαβρόχους γίνεσθαι. λέγεται δὲ καθ’ ὑπερβολὴν μὲν ὡς ἡ ἄμμος ἡ πα‐ ρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται· κατ’ ἀλήθει‐ | |
10 | αν δὲ διὰ τὸ ἐνδέχεσθαι τοὺς μετακομίζοντας ἐκ τῆς περιουσίας καὶ εἰς τὰ ὄρη καὶ εἰς τὰς ὁδοὺς καὶ ἄκοντας ἀποχέειν ἐκ τοῦ γάλακτος. προεκθέμενος δὲ τὴν τῶν χρημάτων περιουσίαν ἐν τοῖς ἑξῆς ἀναγκαίως μέμνηται καὶ τῆς τούτων οἰκο‐ νομίας δεικνὺς μὴ ἠμεληκέναι αὐτὸν τῆς τοῦ δικαίου φυλακῆς, ἀλλ’ ὄρθριος ἐκ‐ πορεύεσθαι καὶ ἐπαμύνειν τοῖς χρῄζουσιν ἐπικουρίας ἑσταμένου καὶ τοῦ πρὸς τὸ | |
15 | κρίνειν τοῖς δικαζομένοις θρόνου. 29,8—9 ἰδόντες με νεανίαι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν, ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες δάκτυλον θέντες ἐπὶ στόματι αὐτῶν. ἐπιστημόνως κἀνταῦθα τῆς τάξεως τῶν ἡλικιῶν καὶ τοῦ ἀξιώματος μέμνηται δεικ‐ νύς, ὡς ἐπιφανὴς ἐτύγχανεν καὶ τὰ πάντα βασιλικός. οἱ μὲν γὰρ ὡσανεὶ νέοι κατ‐ | |
20 | εκρύπτοντο ὑπὸ αἰδοῦς, οἱ δὲ προβεβηκότες οὐχ ὑπανεχώρουν μέν, ἐξανίσταντο δὲ | 177 |
178 | τὴν ἀξίαν τιμῶντες, οἱ δὲ τὴν μέσην λελαχότες ἡλικίαν τῇ σιωπῇ θεραπείαν ὑπ‐ έφαινον δάκτυλον θέντες ἐπὶ στόματι τοῦ τοὺς λοιποὺς καταστέλλειν. δείκνυσι δέ, ὡς ἐν τοσαύτῃ δορυφορίᾳ τυγχάνων ἀντιταλαντεύουσαν δικαιοσύνην ἐκέκτητο μηδὲν ἐξ εὐπραγίας εἰς τὸν νοῦν βλαβείς, οἷα οἱ πολλοὶ πάσχουσιν οὐ φέροντες | |
5 | τὸν κόρον, ἀλλ’ ἐξυβρίζοντες τὰ τελευταῖα 〈διὰ τὸ πλῆθοσ〉 τῶν ἀγαθῶν. σω‐ φρονεῖν γὰρ ἀνθρώποις ἐν εὐτυχίαις οὐ ῥᾴδιον· τίκτει τοιγαροῦν κόρος ὕβριν, ἐπὴν πολὺς ὄλβος ῥέῃ. 29,10—13 οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη, ὅτι οὖς ἤκουσεν καὶ ἐμακάρισέν με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν. | |
10 | διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ, ᾧ οὐχ ὑπῆρχε βοηθός, ἐβοή‐ θησα· εὐλογία ἀπολλυμένου ἐπ’ ἐμὲ ἔλθοι, στόμα δὲ χήρας εὐλόγησέν με. οὐκ εἶπεν, ὅτι ἐφοβοῦντο· εὐήνιος γὰρ ἦν τοῖς πᾶσιν ὡς μακάριος ἀποκαλεῖ‐ σθαι, καὶ διὰ τὴν πρὸς αὐτὸν αἰδῶ τὴν γλῶτταν αὐτῶν σιωπῇ ἐχαλίνουν μηδ’ ἀτε‐ νῶς αὐτῷ ἐνορᾶν θαρροῦντες διὰ τὴν ὑπερβολὴν τοῦ περὶ αὐτὸν θαύματος. διὰ γὰρ | |
15 | τὸ ἀντέχεσθαι τοῦ δικαίου ηὐλαβοῦντο αὐτόν· σκοπὸς γὰρ αὐτῷ ἦν οὐ τοῖς ἁρπαζο‐ μένοις τὴν περιουσίαν βοηθεῖν μόνον, ἀλλὰ καὶ τοῖς παντάπασιν ἐν ἀπορίᾳ καθε‐ στῶσιν ἐπαμύνειν, ἵνα μὴ νομισθῇ τῶν κτημάτων ἐρᾶν, ἀλλὰ καὶ τῆς δικαιοσύνης. οὗτος γὰρ αὐτῷ ἦν πόρος καὶ τὸ μέγιστον κέρδος ἀδυνάτῳ ἐπικουρεῖν καὶ χήρας | |
πρόνοιαν ποιεῖσθαι. | 178 | |
179 | 29,14 δικαιοσύνην {τούτους} ἐνεδεδύκειν, ἠμφιασάμην κρίμα ἴσα διπλοίδι. ἀντὶ πάσης τιμίας ἐσθῆτος δικαιοσύνῃ καὶ κρίματι ἐκαλλωπίζετο· τοιαῦτα γὰρ τῶν εὐσεβῶν τὰ ἐσθήματα σεμνά τινα καὶ εἰς κάλλος ἀπαράθετα. 29,15—17 ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δί‐ | |
5 | κην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα. συνέτριψα μύλας ἀδίκων, ἐκ δὲ μέσου ὀδόντων αὐ‐ τῶν ἅρπαγμα ἐξέσπασα. ἐπεκούρουν δὲ καὶ τούτοις οὕτως ὡς οἴεσθαι αὐτούς, ὅτι ἄρτιοι τὰ μέλη διά‐ κεινται, καὶ διὰ τῶν ἐμῶν μελῶν αὐτοὺς ἐνεργεῖν. ὃ δὲ πατὴρ τέκνοις, τοῦτο ἦν ἐγὼ ἀδυνάτοις σὺν πάσῃ μακροθυμίᾳ τῶν δικαίων ἐπακούων καὶ τοὺς διαφερομένους | |
10 | πράως εἰς φιλίαν καταλλάσσων. συνέτριβον δὲ τὰς μύλας τῶν ἀδίκων οὐ τύπτων, ἀλλ’ ἐναργῆ τὸν ἔλεγχον παρέχων· ὃ γὰρ ἐδόκουν καταπεπωκέναι, τοῦτο ἐγὼ λαβὼν ἀπεδίδουν. 29,18—19 εἶπον· ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος, πολὺν δὲ χρό‐ νον βιώσω· ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος καὶ δρόσος αὐλισθήσεται ἐπὶ τῷ | |
15 | θερισμῷ μου. τοῦτ’ ἐλογισάμην τὸν θεόν μοι ἀποκεχαρίσθαι εἰς διακονίαν τῶν ὑπ’ ἐμοὶ γι‐ νομένων καὶ παρέχειν μοι μακρότητα χρόνου. τοσαύτη δέ μου ἦν ἡ εὐθηνία, ὡς καὶ | |
ἄνωθέν με δρόσῳ ῥαίνεσθαι καὶ κάτωθέν με παραδέχεσθαι τὰ ἀγαθά. | 179 | |
180 | 29,20α ἡ δόξα μου κενὴ μετ’ ἐμοῦ. ἀντὶ 〈τοῦ〉· τοὐναντίον ἢ προσεδόκων ἀπήντησέ μοι· ἀντὶ πολυχρονίου ἐφήμε‐ ρος γέγονα καὶ ἀντὶ εὐημέρου δυσπραγὴς οὕτω τοῦ θεοῦ κρίναντος. 29,20β καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύσεται. | |
5 | τὸ ἀμυντήριόν μου παρὰ θεοῦ ὑπῆρχεν. ἐὰν δὲ καθ’ ὑπερβατὸν ᾖ, τὸ τόξον αὐτοῦ ἐν χειρί μου πορεύσεται, ἔσται οὕτως· ἡ ὀργὴ αὐτοῦ πᾶσα εἰς ἐμὲ κινηθήσεται. 29,21—24 πρεσβύτεροι ἀκούσαντές μου προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ, ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, καὶ περιχαρεῖς ἐγίνοντο, ὁπότε αὐ‐ | |
10 | τοῖς ἐλάλουν. ὥσπερ γῆ διψῶσα προσδεχομένη ὑετόν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιὰν προσεδέχοντο· 〈εἰ〉 ἐγέλων πρὸς αὐτούς, {καὶ} οὐκ ἐπίστευον, καὶ φῶς τοῦ προσ‐ ώπου μου οὐκ ἀπέπιπτεν. οἱ προβεβηκότες, φησί, τῇ ἡλικίᾳ ἐνωτίζοντό μου τοὺς λόγους οὐ πρὸς νέον ἀποβλέποντες, ἀλλὰ πρὸς τὴν σύνεσιν τῶν λεγομένων, καὶ ἠρκοῦντο τούτοις μη‐ | |
15 | δὲν αὐτοὶ προστιθέντες. μέγα δὲ ἐφρόνουν εἴ ποτε αὐτοῖς προσωμίλουν καὶ ἐδέ‐ χοντο τὴν ἐμὴν λαλιὰν ὥσπερ ἡ διψῶσα γῆ τὸν ὑετόν. εἰ δέ ποτε πρὸς αὐτοὺς ἐ‐ μειδίασα, ἀμφέβαλλον λέγοντες· κατηξίωσεν γελάσαι; οὕτως αὐστηρὸς ἤμην ἐγὼ καίτοι μὴ διαχεόμενος μηδὲ τὸ σκυθρωπὸν ἐπιτηδεύων· τὸ μὲν γὰρ κουφότητος ση‐ | |
μεῖον, τὸ δὲ ἀμιξίας. | 180 | |
181 | 29,25 ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡς βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον συμπαθὴς παρεκάλουν. ὃ λέγει τοιοῦτόν ἐστιν· ἐξεζήτησα πράγματα καὶ ἐδικαίωσα ὡς ἄρχων καὶ κατ‐ έσχον τῶν πραγμάτων ὥσπερ τις τοπάρχης ἄριστος. οὕτω δ’ ἐμοῦ ἀσπαστὴ ἡ ἀρχὴ | |
5 | πρὸς αὐτοὺς ὡς ἂν παρακλήτωρ τις πάσχοντα παραμυθούμενος. 30,1 νῦν δὲ κατεγέλασάν μου, ἐλάχιστοι νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξ‐ ουδένουν τοὺς πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην ἀξίους εἶναι κυνῶν τῶν ἐμῶν νο‐ μάδων. οὐ δι’ ὑπερηφανίαν 〈τοῦτο λέγει〉, ἀλλ’ ἐπειδὴ ἀσύνετοι ἦσαν καὶ τοσοῦτον ἀ‐ | |
10 | λόγιστοι, ὡς μηδὲ κύνας πιστευθῆναι ποιμενικούς. 30,2—4 καί γε ἰσχὺς χειρῶν 〈αὐτῶν ἵνα τί μοι〉; ἐπ’ αὐτοὺς ἀπώλετο συντέ‐ λεια ἐν ἐνδείᾳ 〈καὶ λιμῷ ἄγονοσ〉. οἱ ἄνυδρον φεύγοντες χθὲς συνοχὴν καὶ ταλαι‐ πωρίαν, οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, ὧν ἄλιμα ἦν αὐτῶν τὰ σῖτα, οἱ ἄτι‐ μοί τε καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο | |
15 | ὑπὸ λιμοῦ μεγάλου. ἄνευ γὰρ συνέσεως ἰσχὺς βλάβη μᾶλλον ἢ ὠφέλεια. οὔτε θάνατος ἐπ’ αὐτῶν γί‐ νεται οὐ χρησίμων ὄντων οὔτε λιμὸς οὔτε ἡ τούτων ἐπιστροφὴ τὴν ψυχὴν αὐτῶν ἐ‐ φρένωσεν. καὶ τοσοῦτόν εἰσιν ἀχρεῖοι ὡς διὰ τὴν αὑτῶν ἄνοιαν μηδὲ ἑαυτοῖς ἐπι‐ | |
κουρεῖν δύνασθαι, ἀλλὰ δίκην κηφήνων ἀργῶν καὶ ἀκέντρων ἀλλοτρίους πόνους κατ‐ | 181 | |
182 | εσθίουσιν. ἄλιμα δὲ φυτόν ἐστιν ἐν φραγμοῖς καὶ ἐν ὄρεσι, ἐδώδιμον δὲ τυγχάνει καὶ κορεστικόν, ἁλμυρὸν ποσῶς, ὃπερ δι’ ἀνάγκην λιμοῦ λαχανευόμενον ἐσθίεται νεαρόν. αὐτοὶ δὲ εἰς τοσαύτην ἤλασαν λιμὸν μεγίστην ὑπ’ ἀργίας, ὡς καὶ ξηρὸν ὑπὸ ἀνέμου ἐκ τῆς ἐρήμου ἐνεχθὲν καὶ τῆς ἀφίξεως αἴσθησιν ἐμποιῆσαν παρορμῆ‐ | |
5 | σαι ἕκαστον ἁρπάζοντα ἐσθίειν. παρεκτεινομένου δὲ αὐτοῖς τοῦ λιμοῦ ῥίζας ξύ‐ λων ἐμασῶντο. τούτους δὲ ἀσυνέτους εἶπεν καὶ διὰ χειρῶν ἀργίας ἐνδεεῖς παντὸς ἀγαθοῦ. 30,5—8 ἐπανέστησάν μοι κλέπται, ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι τῶν πετρῶν· ἀνὰ μέσον εὐήχων βοήσονται, ὑπὸ φρύγανα 〈ἄγρια〉 διῃτῶντο, ἀφρόνων γε υἱοὶ καὶ | |
10 | ἀτίμων ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. συμπεράνας οὖν τὰ κατὰ τοὺς μισέργους καὶ ἀσυνέτους ἑτέρων λῃστρικῶν μνη‐ μονεύει λωποδυτῶν τινων καὶ ἐν ἐρήμῳ τὴν δίαιταν ποιουμένων ἐν ὀπαῖς πετρῶν καὶ σκιαῖς φρυγάνων, ἀσήμων τινῶν καὶ ἀγενῶν τυγχανόντων. 30,9—10 νυνὶ δὲ κιθάρα αὐτῶν ἐγώ εἰμι καὶ ἐμὲ θρύλημα ἔχουσι καὶ ἐβδελύ‐ | |
15 | ξαντό με ἀποστάντες μακράν, ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτυέλου. τούτων οὖν τῶν ἀσυνέτων ἐγὼ τραγῳδία τις καὶ διήγημά εἰμι καὶ ἄχθος τι ἐμ‐ πτυόμενον μίσους καὶ βδελυγμίας ἀνάπλεως. 30,11 ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέν με καὶ χαλινὸν τῷ προσώπῳ μου | |
ἐξαπέστειλεν. | 182 | |
183 | ἐπαφῆκεν ἐπ’ ἐμὲ τὰ πειρατήρια καὶ κημόν τινα ἐνέβαλεν εἰς τὸ στόμα μου. τὰ γὰρ συμβαίνοντα ἐπὶ τὸν θεὸν ἀνήνεγκεν ὡς ἐκείνου συγχωροῦντος. 30,12—13α ἐπὶ δεξιῶν τοῦ βλαστοῦ ἐπανέστησαν, πόδα αὐτῶν ἐξέτεινον καὶ ὡδοποίησαν ἐπ’ ἐμὲ τρίβους ἀπωλείας αὐτῶν· ἐξετρίβησαν τρίβοι μου. | |
5 | πάντοθεν οἱ κακοῦντές με ἀναβρύουσιν· ὁδὸν γὰρ ἐξέτεινε τοῖς ἀδικοῦσί με ὁ πρὸ τούτου τειχίσας με φρουρᾷ. καὶ οὕτως εἰσὶ συνεχεῖς οἱ κακοῦντές με, ὡς ἐκ‐ τριβῆναι αὐτῶν κατ’ ἐμοῦ τὰς φερούσας ὁδούς. 30,13β—15α ἐξέδυσε γάρ με τὴν στολήν, βέλεσιν αὐτοῦ κατηκόντισέ με, κέ‐ χρηται δέ μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι, ἐπιστρέφονται δέ μου αἱ ὀδύ‐ | |
10 | ναι. καὶ γὰρ ἀπέδυσέν με τὴν δόξαν καὶ ὀδύνας ἐπαφῆκέ μοι οὐκ ἀβουλήτως, καὶ οὕτως ἐν αὐταῖς φύρομαι, ὡς ἑκάστης ἐπανακαινίζεσθαι αὐτὰς ἐπ’ ἐμέ. 30,15β—γ ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου παρ‐ ῆλθεν. | |
15 | {η} ἀντὶ τοῦ· παρέδραμέ με, ὥσπερ τὸ ἐν ταῖς νεφέλαις διατρέχον πνεῦμα πάρ‐ εισιν ὀξέως. 30,16—17 καὶ νῦν ἐπ’ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, ἔχουσι δέ με ἡμέραι ὀδυ‐ | |
νῶν, νύκτες δέ μου τὰ ὀστᾶ συνέθλασαν καὶ τὰ νεῦρά μου διαλέλυται. | 183 | |
184 | ἐπεὶ οὖν ὥσπερ παρατρέχον νέφος ἐνομίσθην τοῖς κακουργοῦσι καὶ διὰ τοῦτο θαρσήσαντες ἐπανέστησάν μοι. εἰκότως εἰς ἐμαυτὸν ἐγὼ τοὺς διαλογισμοὺς ἀνα‐ τρέψω, ἡμέρας μὲν ἀλγῶν, νυκτὶ δὲ συντριβόμενος οὐχ ἕν τι μέλος ἀλλὰ πάντα, ὡς ἐκ τῆς συμφυίας διαλύεσθαι τὰ νεῦρα. | |
5 | 30,18—19 πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με. ἥγηται δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ ἡ μερίς μου. ἰσχυρῶς, φησί, τὴν δόξαν μου ἀφείλετο, καὶ συνέσχεν με ὁμοθυμαδὸν τὰ κακὰ ὥσπερ ἡ ᾤα τοῦ ἐνδύματος περιέχει τὸν τράχηλον· καὶ ὡς μηδὲ αἰσθομένου τῶν ἀλγεινῶν οὕτως μοι ἐχρήσατο. δίκην ἀψύχου πηλοῦ ἐλογίσθην παρ’ αὐτοῦ, οὔτ’ ἐπ‐ | |
10 | ακούειν μου θέλει οὔτε τὴν αἰτίαν τῆς πληγῆς μου σημαίνει. διὸ ἐπιφέρει λέγων· 30,20 〈κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούεις μου,〉 ἔστησαν καὶ κατενόη‐ σάν με. φανερὸς τοῖς ὁρῶσιν ἐκ τῆς πληγῆς γεγένημαι, ὅτι κατ’ ὀργὴν τετιμώρημαι. 30,21α ἐπέβη δέ μοι ἀνελεημόνως. | |
15 | τὰς ἑαυτοῦ πληγὰς τῷ θεῷ ἀνατίθεται ὡς αὐτοῦ συγχωροῦντος, καί φησιν ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν εἶναι τὰς ἀλγηδόνας. 30,21β—22 ἐν χειρὶ κραταιᾷ 〈με〉 ἐμαστίγωσας, ἔταξας δέ με ἐν ὀδύναις | |
καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας. | 184 | |
185 | ἐξουσίᾳ μεγάλῃ με ᾐκίσω· ὡς ἐν φύσει πάντα ἐποίησας οἷον τὴν ὑγρὰν οὐσίαν καὶ τὴν ξηράν, οὕτω κἀμὲ εἰς τὸ πάσχειν καὶ πόρρω ἐποίησας ἀπὸ σοῦ. 30,23 οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει· οἰκία γὰρ παντὶ θνητῷ γῆ. οἶδα γὰρ ὅτι θνητόν με ἐσκεύασας ἐκ γῆς ποιήσας καὶ πάλιν με διαλύεις εἰς | |
5 | γῆν κατὰ τὸ εἰρημένον· γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. οὐκοῦν εἰς γῆν ἕξω τὴν καταμονήν, καθὰ καὶ πᾶς ἄνθρωπος γηγενὴς οἰκεῖός ἐστι τῇ γῇ. 30,24 εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι ἢ δεηθῆναι ἑτέρου καὶ ποιήσει μοι τοῦτο. ἀλλ’ οὐδὲ τοῦτο δύναμαι ἐμαυτῷ παρασχεῖν διὰ τὸν φόβον σου· ὃ γὰρ αὐτὸς ἔ‐ | |
10 | δησας, ἄλλος ἐὰν λύσῃ, ὑπεύθυνος ἔσται τῇ τιμωρίᾳ. 30,25—26 ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγ‐ καις, καὶ ἐπεῖχον ἐγὼ ἐν ἀγαθοῖς, καὶ ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. πᾶσιν ἐνδεέσιν ἐπεκούρουν πρὸς ὃ ἕκαστος ἔχρῃζεν ἢ διὰ τροφὰς ἢ δι’ ἐνδύ‐ ματα ἢ καὶ ἄλλην θεραπείαν ἣν ἐδυνάμην, κοινὰ τὰ πάθη καὶ τὰς συμφορὰς κρίνων | |
15 | παντὸς ἀνθρώπου. εἰ δέ τις τῶν παρ’ ἐμοῦ οὐκ ἔχρῃζεν, ὠδυνᾶτο δὲ ἢ διὰ πάθος ἢ διά τι ἄλλο ἀλγεινόν, συνεθλιβόμην δακρύων ἐπαλγῶν ἀπορῶν. εἰς τὴν θεραπεί‐ αν ἐποίουν ταῦτα, καὶ ἐπ’ ἐμαυτοῦ νῦν ὁρῶν στένω· ἐκαραδόκουν δὲ ἐκ τῶν τοι‐ | |
ούτων μακροβιώτατός τις γενηθῆναι καὶ πλήρης παντὸς ἀγαθοῦ, οὐκ ἀντιμισθίαν | 185 | |
186 | τὴν ἐνταῦθα διαγωγὴν τιθέμενος, ἀλλ’ ὡς διάκονος τῶν δοθεισῶν μοι χρειῶν. ὧν οὖν προσεδόκων ἐναντία μοι συνέβη. 30,27 ἡ κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσομαι· προέφθασάν με ἡμέραι πτω‐ χείας. | |
5 | ἐκ τῆς θερμότητος τοῦ πάθους οὐ δύναμαι παύσασθαι κλαίων· οὕτω γὰρ εἴωθεν ἀνθρώποις γίνεσθαι. καὶ δύο, φησί, κακοῖς συνέχομαι, ὀδύναις καὶ πενίᾳ· τοι‐ αῦται γάρ μοι ἡμέραι παρεσχέθησαν πλήρεις πάσης πικρίας. 30,28α στένων πεπόρευμαι ἄνευ θυμοῦ. οὐ δύναμαι, φησί, κρύψαι τὸ ἄλγος, ἀλλὰ καὶ ἄκοντά με κράζειν τὸ πάθος ἐκ‐ | |
10 | βιάζεται καὶ θέλοντα καρτερεῖν οὐ συγχωρεῖ αἰκιζόμενόν με. 30,28β ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. ὁπουδάν ἐστιν ὄχλος συνήρχετο συντρέχοντες ὡς ἐν ἐκκλησίᾳ. 30,29 ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν. οἱ μὲν μυθολόγοι τὰς σειρῆνάς φασι θηλυπρόσωπά τινα ὀρνύφια εἶναι ἀπατῶντα | |
15 | τοὺς παραπλέοντας ᾄσμασί τισι πορνικοῖς καὶ κηλοῦντα τὰς ἀκοὰς τῶν ἀκροωμέ‐ | |
νων, καὶ τέλος ἔχει τῆς ἡδονῆς ἡ ᾠδὴ ἕτερον μὲν οὐδὲν χρηστόν, θάνατον δὲ | 186 | |
187 | μόνον. ὁ δὲ ἀληθὴς λόγος τοῦτο βούλεται, εἶναι τόπους τινὰς θαλασσίους ὄρεσί τισιν ἐστενωμένους, ἐν οἷς θλιβόμενον τὸ ῥεῖθρον λιγυράν τινα φωνὴν ἀποδίδω‐ σιν· ἧς ἐπακούοντες οἱ παραπλέοντες ἐμπιστεύουσι τὰς ἑαυτῶν ψυχὰς τῷ ῥεύματι καὶ αὔτανδροι σὺν ταῖς ναυσὶν ἀπόλλυνται. ἐὰν δὲ παρὰ τῷ Ἠσαίᾳ εὕρωμεν σει‐ | |
5 | ρῆνας καὶ ὀνοκενταύρους, δαίμονάς τινας νοοῦμεν οὕτω σχηματιζομένους ἐπ’ ἐρη‐ μίᾳ πόλεως, ἥτις χόλῳ θεοῦ γίνεται. οἱ δὲ Σύροι τοὺς κύκνους φασὶν εἶναι· καὶ γὰρ οὗτοι λουσάμενοι καὶ ἀναπτάν‐ τες ἐκ τοῦ ὕδατος καὶ τοῦ ἀέρος ἡδύ τι μέλος ᾄδουσιν. στρουθὸν δὲ λέγει, ὃν ἡμεῖς στρουθοκάμηλον καλοῦμεν, ὄρνεον μὲν ὄντα μέγα, πόδας δὲ καὶ τράχηλον κα‐ | |
10 | μήλου κεκτημένον. ᾄδω, οὖν φησιν ὁ μακάριος, τὰς ἐμαυτοῦ συμφορὰς ὥσπερ σει‐ ρῆνες καὶ φιλέρημός εἰμι ὥσπερ ὁ στρουθός. 30,30 τὸ δέρμα μου μεμελάνωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος συν‐ εφρύγη. τοῖς ἕλκεσι καὶ τῷ ἰχῶρι ἡ σάρξ μου μέλαινα γέγονεν, τῷ δὲ φλογμῷ τοῦ ἡλί‐ | |
15 | ου καὶ τῷ παγετῷ τῆς νυκτὸς τὰ ὀστᾶ μου κραῦρα. 30,31 ἀπέβη εἰς πένθος ἡ κιθάρα μου, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. ἡ εὐφροσύνη μου, ἡ εὐημερία μου εἰς τοὐναντίον μετέπεσεν ἢ {οὐ} προσεδόκων. | |
31,1 διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ παρθένων. | 187 | |
188 | ὥσπερ τινὸς εἰπόντος ‘διὰ τοῦτο δίκην εἰσεπράχθησάν σου οἱ ὀφθαλμοί, διότι ἐμπαθῶς καὶ ἀκολάστως προσεῖχον‘, ὡς οὖν πρὸς τὸν ὑποκρούσαντα ‘διεθέμην‘, ἔφη, ‘τοῖς ὀφθαλμοῖς μου διαθήκην τοῦ ἐπὶ παρθένων μὴ συνταθῆναί με εἰς αἰσ‐ χρὰν μίξιν ἀξίας ἕνεκεν καὶ σωφροσύνης.‘ | |
5 | 31,2 καὶ ἐπεμέρισεν ὁ θεὸς ἄνωθεν καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστου. ἑκάστῳ ὁ θεὸς ἰδίαν μερίδα ἀπένειμεν· ταύτην δὲ ἀθετεῖν οὐ θέμις, ἵνα μὴ γνώμην δόξῃ θεοῦ διαστρέφειν ὁ τοιοῦτος. διὸ λέγει· 31,3 οὐαὶ καὶ ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀλλοτρίωσις τοῖς ποιοῦσιν τὴν ἀνοίαν. τοῦτό ἐστιν· τοῖς μὴ ἀρκεσθεῖσι τῇ ἰδίᾳ μερίδι, ἀλλὰ καὶ τῇ τοῦ πέλας ἐπ‐ | |
10 | ερχομένοις, τῇ δὲ ἰδίᾳ μὴ ἀρκουμένοις οἷον κτήσει ἢ γυναίῳ ἢ θεραπαινίδι ἢ οἴκῳ ἤ τινι ἑτέρῳ, ἅπερ ἅπαντα ἐξήρτηται τῆς ἐντολῆς τῆς λεγούσης· οὐκ ἐπι‐ θυμήσεις τὰ τοῦ πλησίον σου. 31,4 οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται; ἐπ’ αὐτῷ γὰρ μάρτυρι ἔπραττον ὡς παρόντος. καὶ γὰρ καὶ τὰ τῆς ψυχῆς μου γι‐ | |
15 | νώσκει· ὥσπερ γὰρ ἠρεμοῦντος τοῦ σώματος ἀργεῖ ἡ αἴσθησις, οὕτω καὶ ἡ ψυχή, ὅταν ἠρεμῇ, εἰς ἑαυτὴν συνέσταλται, ὁπόταν κειμένου τοῦ σώματος δοκῇ ἐνεργεῖν τὰς κινήσεις τὰς οἰκείας. ὡς οὖν τινος ἐξετάσαντος τὰ κατ’ αὐτὸν οὕτως ἔπρατ‐ | |
τεν ὡς λόγον ἀποδώσων θεῷ. διό φησιν· | 188 | |
189 | 31,5α εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν. οὐδέν, φησίν, ὧν νοῶ ἢ πράττω τὸν θεὸν λέληθεν. διὰ οὖν τὸν αὐτοῦ φόβον τοὺς γελωτοποιοὺς ἀπεστράφην καὶ συνεσταλμένος ἤμην ἐγὼ καθά που καὶ ὁ Ἰερε‐ μίας φησίν· οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ’ | |
5 | ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου. καὶ ὁ Σολομὼν λέγει· τῷ γέ‐ λωτι εἶπον περιφορὰν καὶ τῇ ἀφροσύνῃ· τί τοῦτο ποιεῖς; διὰ οὖν τὸ εἰδέναι, φησίν, ὅτι πάρεστιν ὁ ἐφορῶν, οὐδὲ μετὰ γελοιαστῶν πεπόρευμαι. 31,5β—6α εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον, ἵσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ. | |
10 | ἀντεταλάντευσεν ἡ παρρησία μου καὶ τὸ συνειδός, καὶ ὡς ἐπὶ πλαστίγγων διε‐ τέλουν ἀληθεύων ἐν μὲν τῇ δίκῃ ἑαυτὸν βαρῶν, τῷ δὲ θεῷ δικαιοσύνην μαρτυρῶν. οὐδὲν τοίνυν ὕπουλον ἐν καρδίᾳ ἐκεκτήμην οὐδὲ συνειδὼς παρέβλαψά τί τινα. 31,6β—8 οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου. εἰ ἐξέκλινεν ὁ πούς μου ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ μου ἐπηκολούθησεν ἡ καρδία μου καὶ 〈εἰ〉 | |
15 | ἐν ταῖς χερσί μου ἡψάμην δώρων, σπείραιμι ἄρα καὶ ἄλλοι φάγονται, ἄρριζος δὲ γενοίμην ἐπὶ τῆς γῆς. οὐκ ἀγνοεῖ δὲ ὁ θεὸς τὸ ἀκέραιον τῆς ψυχῆς μου· οὕτω γὰρ ἀκριβῶς καὶ λελο‐ γισμένως ἀνεστρεφόμην ὡς μηδέποτε διαπεσεῖν με ἔν τινι καὶ διὰ μετανοίας ἀνα‐ | |
καλέσασθαι τὸ σφάλμα. οὐδὲ γὰρ τὰ τῶν πέλας ὁρῶν διάθεσιν περὶ αὐτῶν τῇ καρ‐ | 189 | |
190 | δίᾳ ἐποίουν· οὔτε γὰρ χωρίῳ ἢ γυναίῳ, οὐ βοϊδίῳ, οὐκ ἄλλῳ τινὶ κτήματι προσεσ‐ χηκὼς ἡττήθην τῇ ἐπιθυμίᾳ. τὸ γὰρ τῆς ψυχῆς ἡγεμονικὸν ἐκράτει μᾶλλον, ὡς εἴ ποτε πάροδον δώσω ταῖς τοιαύταις ἐπιθυμίαις, τὰ μὲν ἐμὰ ἀποίσονται ἕτεροι, ἄρ‐ ριζος τε καὶ ἀνέστιος τελευτήσαιμι. | |
5 | 31,9—12 εἰ ἠκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ δὲ καὶ ἐγ‐ κάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἄλλῳ, τὰ δὲ νή‐ πιά μου ταπεινωθείη· θυμὸς γὰρ ὀργῆς ἀκάθεκτος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα· πῦρ γάρ ἐστι καιόμενον ἐκ πάντων τῶν μελῶν, οὗ δ’ ἂν εἰσέλθῃ ἐκ ῥιζῶν ἀπώλεσεν. ἀλλὰ γὰρ καὶ τῆς μοιχείας τὸ ἄγος ἀπεστράφην καὶ τὰς ἀκαίρους πρὸς γυναῖ‐ | |
10 | κας συντυχίας ἐκώλυσα ἐμαυτῷ παραινῶν, ὅτι ἃ ἕτερον διάθοιμι, ταῦτα καὶ αὐτὸς πείσομαι. ὁ γὰρ διορύττων ἀλλότριον γάμον φλόγα μεγάλην ἐξάπτει κακῶν· ἀδικεῖ γὰρ ἄνδρα, μιαίνει γυναῖκα, ὑπόπτους ποιεῖ τοὺς παῖδας, μάχεται τῇ προνοίᾳ, διαιρεῖ τὸ ἓν τῇ σχέσει εἰς δύο, ἀνάπαλιν μεθίστησι τὴν προαίρεσιν καὶ τὴν διάθεσιν τῆς γυναικὸς εἰς ἑαυτόν, ἐπιβουλὰς ἀρτύει κατὰ τοῦ ἀνδρός. τοσοῦτος | |
15 | κακῶν ἑσμὸς ἐκ τῆς ἀκολάστου φύεται μοιχείας. 31,13—15 εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτῶν πρός με, τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσηται ὁ κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; πότερον οὐχ ὡς ἐγὼ ἐν γαστρὶ ἐγενόμην καὶ | |
ἐκεῖνοι γεγόνασιν; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. | 190 | |
191 | ὢ τῆς δικαιοσύνης τοῦ θαυμασίου ἀνδρός· οὐδὲ τῶν οἰκετῶν, φησί, κατεφρόνη‐ σα ἀκοῦσαι καὶ συμβιβάσαι αὐτοὺς εἰς φιλίαν. εἰ δὲ καὶ πρὸς 〈ἐμὲ〉 ἔλεγχον ἐποιοῦντο, πράως ἀνεχόμενος ἔστεργον τὸν ἔλεγχον· ὑπετιθέμην ἐμαυτῷ, ὅτι ὡς ἐγὼ τοῦ δικαίου θέλω τυγχάνειν παρὰ τοῦ θεοῦ, ὁμοίως ὀφείλω κἀγὼ τοῖς ὑπ’ ἐμοὶ | |
5 | βραβεῦσαι τὸ δίκαιον, καὶ πολλῷ μᾶλλον ἐγὼ ἅτε ἄνθρωπος καὶ ἀνθρώποις ὁμοιο‐ παθέσι διέπων· ἐξ ὧν γὰρ πάσχω ἔγνων τὸν πλησίον ἐλεεῖν. ὁ γὰρ θεὸς χάριτι παρέχει, ἡμεῖς δὲ χρεωστοῦμεν ἀλλήλοις καὶ παρέχοντες ᾡτινιοῦν ἀμοιβὴν παρ’ ἀλλήλων κομιζόμεθα διὰ τὸ ὁμότιμον τῆς φύσεως, καὶ οἰκέται παρὰ δεσποτῶν καὶ δεσπόται παρὰ οἰκετῶν. οὐ γὰρ ἡ φύσις διάφορος ἢ ἡ γένεσις ἢ ὁ τρόπος τῆς γε‐ | |
10 | νέσεως, ἀλλ’ ὁ περὶ τῶν ἐλευθέρων καὶ δούλων νόμος. οὐκοῦν πρὸς τὴν κοινὴν φύ‐ σιν ἀφορῶντας χρὴ τὸ ἴσον ἀπονέμειν. 31,16—18 ἀδύνατοι δὲ ἥν ποτ’ ἔσχον χρείαν οὐκ ἀπέτυχον καὶ χήρας τὸν ὀφ‐ θαλμὸν οὐκ ἐξέτηξα. εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ μετέδωκα ὀρ‐ φανῷ ἐξ αὐτοῦ, καὶ ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ καὶ ἐκ γαστρὸς μητρός | |
15 | μου ὡδήγησα. οὐκ ἀδύνατον παρεῖδον, οὐ χήραν †βράδιον† ἐκτήξας ἀπέλυσα, οὐ τὰ ἐκ τῶν ἀποθηκῶν ὡς ἂν εἴποι τις ἐδίδουν μόνον, ἀλλὰ καὶ τὸν ἴδιον ἄρτον διέθρυπτον τοῖς πεινῶσι καὶ τὰ μικρὰ τῶν βρεφῶν εὑρίσκων ὡς πατὴρ ἐξέτρεφον καὶ τὰ ἐκ γα‐ στρὸς ὡς μήτηρ ἔθαλπον τιθηνούμενος κατὰ τὸ εἰρημένον· γίνεσθε ὀρφανῶν | |
20 | πατέρες. | 191 |
192 | 31,19—20 εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα μὴ ἔχοντα περιβόλαιον, ἀδύνατοι {γὰρ} δὲ εἰ μὴ ηὐλόγουν με, ἀπὸ δὲ κουρᾶς ἀρνῶν μου ἐθερ‐ μάνθησαν οἱ ὦμοι αὐτῶν. καὶ ἐκ τῶν προθυμίαν ἐχόντων ἐργάζεσθαι, μὴ δυναμένων δὲ μισθὸν περιεποιη‐ | |
5 | σάμην ἑαυτῷ· ἐπεκούφισα γὰρ αὐτοὺς τοῦ ἐργάζεσθαι καὶ πρὸς τούτοις ἠμφίασα. ὅθεν ηὐλογούμην ὑπ’ αὐτῶν. 31,21—22 εἰ δὲ καὶ ἐπῆρα ἐπὶ ὀρφανῷ χεῖρά μου πεποιθώς, ὅτι πολλή μοι βο‐ ήθεια περίεστιν, ἀποσταίη ἄρα ἀπὸ τῆς κλειδὸς ὁ ὦμός μου, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνός μου συντριβείη. | |
10 | ἔλεγον γάρ, ὅτι δύναται ὁ θεὸς ἐπαμύνασθαι τοῖς ὀρφανοῖς, ἐκκόψαι τοὺς ἀ‐ δικοῦντας αὐτοὺς καὶ τοὺς βραχίονας συντρῖψαι μισοπόνηρος ὤν. τίνος δὲ ἕνεκα ἐλογισάμην; 31,23 φόβος γὰρ κυρίου, φησί, συνέσχεν με καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. | |
15 | ἐπὶ γὰρ τῷ μάρτυρι τούτῳ ἔπραττον συνεχόμενος τῷ φόβῳ αὐτοῦ καὶ ἀπὸ τῆς ἀποφάσεως αὐτοῦ ἐδεδίειν. 31,24—25 εἰ ἔταξα χρυσίον εἰς χοῦν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποί‐ θειν, εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου γενομένου μοι καὶ εἰ ἐπ’ ἀναριθμήτοις | |
ἐθέμην χεῖρά μου. | 192 | |
193 | οὔτε γὰρ κατώρυξα, φησί, τὸ χρυσίον οὔτε τῶν λίθων τὸ περίβλεπτον περὶ πολ‐ λοῦ ἐποιησάμην οὔτε χαίρων ἐπὶ τοῖς χρήμασι διάπλουτον ἑαυτὸν ἀνεκήρυττον οὔτ’ ἀριθμοῦ κρείττονα ἔχων χρήματα ἡγούμην τι κεκτῆσθαι. σκοπὸς γάρ μοι οὐκ ἐπὶ τούτοις πεποιθέναι, ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ χορηγῷ παντὸς ἀγαθοῦ κατὰ τὸ εἰρημένον· | |
5 | πλοῦτος ἐὰν ῥέῃ μὴ προστίθεσθε καρδίαν. σὴς γὰρ καὶ βρῶσις τοῦ‐ τον ἀφανίζει κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν. 31,26 ἦ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιφαύσκοντα 〈ἐκλείποντα〉, σελήνην δὲ φθί‐ νουσαν; οὐ γὰρ ἐπ’ αὐτοῖς ἐστιν. εἰ δὲ τὰ διαιωνίζοντα τῶν στοιχείων καὶ τοσοῦτον φαιδρὰ καὶ δόξῃ πλεονεκ‐ | |
10 | τοῦντα τοὺς λοιποὺς ἀστέρας οὐχ ἑαυτὰ διοικεῖ, πῶς ἂν ἐγὼ ἐπαρκέσοιμι σμικρὸς ὡς πρὸς αὐτὰ τυγχάνων καὶ εὐτελὲς ζῷον καὶ βραχύβιον; 31,27α καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου. οὔτε γάρ, φησίν, ἔργῳ ποτὲ προέταξα χείρονα τῶν κρειττόνων οὔτε κατ’ ἔννοι‐ αν οὕτω ποτὲ διεθέμην. | |
15 | 31,27β—28 εἰ δὲ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματι ἐφίλησα, καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἐναντίον κυρίου τοῦ ὑψίστου. κατὰ μὲν Σύρους· οὐ προσεκύνησα τῇ χειρί μου 〈θεοῦ〉 ἐπιλαθόμενος τὸν ἥλι‐ ον ἢ τὴν σελήνην ἢ τοὺς λοιποὺς ἀστέρας ἀνατέλλοντας τὸ κῦρος αὐτοῖς ἀνατιθεὶς | |
καθάπερ οἱ ἀσεβεῖς. | 193 | |
194 | ἕτεροι δέ· οὐκ ἐφρόνησα, φησί, μέγα ἐπὶ χρήμασι κατέχων τῇ χειρὶ καὶ κατα‐ φιλῶν αὐτὰ οἷα οἱ ἀσύνετοι τῇ ξανθότητι τοῦ χρυσίου γανύμενοι, ἀλλ’ ἐπὶ τῷ θε‐ ῷ μόνῳ ἐπεποίθειν καὶ αὐτὸν περὶ πολλοῦ ἐποιούμην. ἡ δὲ ἀλήθεια· φησίν, ὅτι οὐδέποτε ἐφίλησα τὴν ἐμαυτοῦ χεῖρα, ὡς τῇ ἐνεργεί‐ | |
5 | ᾳ ταύτης ἡ κτῆσίς μοι προσεγένετο. οὐ γὰρ ἑαυτὸν ᾔδειν ἐμαυτῷ ἐπαρκεῖν, ἀλλὰ τὸν θεὸν τὸν χεῖρας ἐνεργοὺς καὶ χρήματα πρὸς χρῆσιν καλοῦ μόνον ποιήσαντα καὶ δωρησάμενον ἀνθρώποις. 31,29—30 εἰ δὲ καὶ περιχαρὴς ἐγενόμην ἐπὶ πτώματι ἐχθροῦ μου καὶ εἶπον τῇ καρδίᾳ μου· εὖγε εὖγε, ἀκούσαι ἄρα τὸ οὖς μοῦ τὴν κατάραν μου, θρυληθείην δὲ | |
10 | ὑπὸ λαοῦ κακουχούμενος. τοῦτο γὰρ 〈ἂν〉 ἦν τῆς τοῦ θεοῦ μου καταφρονήσεως 〈ὡσ〉 μὴ δυναμένου αὐτοῦ μοι ἐπαμῦναι πρὸς τὸν ἐχθρόν. ἐπεποίθειν γὰρ ἐγὼ ἐπὶ τῷ θεῷ καὶ ὑπετιθέμην ἐ‐ μαυτῷ, ὅτι τῇ τοιᾷδε περιχαρείᾳ ἑλκύσαιμι κατάραν ἐξάκουστον καὶ θρυληθήσομαι ἐν τῇ ἰδίᾳ γῇ, ὅτι ποινὴν εἰσεπράχθην ὑπὲρ ὧν κειμένοις ἐπανέβην. | |
15 | 31,31 εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου· ‘τίς ἂν δῴη ἡμῖν τῶν σαρ‐ κῶν αὐτοῦ ἐμπλησθῆναι‘, λίαν μου χρηστοῦ ὄντος. μετὰ σωφροσύνης φιλανθρωπίαν ὑπ’ αὐτοῦ ἀσκηθεῖσαι μᾶλλον αὐτὸν ἠγάπων. ὅτι | |
δὲ οὕτως ἔχει λέγει· | 194 | |
195 | 31,32 ἔξω δὲ οὐκ ηὐλίζετο ξένος καὶ ἡ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο. οὕτω γὰρ ἦσαν ἀσκηθεῖσαι αἱ παιδίσκαι καὶ ἕρμαιον ἡγεῖσθαι τὸν ξένον συνα‐ γαγεῖν χαριζόμεναι τῷ δεσπότῃ ὡς εὐφραινομένῳ. τύπος γὰρ ἦν θεοφιλὴς φιλανθρω‐ πίας οὐ μόνον ἐκτός, ἀλλὰ καὶ τοῦ ἰδίου οἴκου, ὡς καὶ ὁ ἅγιος Ἀβραάμ. | |
5 | 31,33—34α εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου· οὐ γὰρ δι‐ ετράπην πολυοχλίαν λαοῦ μου τοῦ μὴ ἐξαγορεῦσαι ἐναντίον αὐτῶν. εἰκὸς γὰρ ἦν αὐτὸν ἀφορῶντα εἰς τοὺς ἀκροατὰς εἰκόνα τινὰ ζῶσαν αὐτοῖς ἑ‐ αυτὸν παρασχεῖν, δι’ ὧν ἐξήγγειλε τὴν ἁμαρτίαν κατὰ τὸ εἰρημένον· λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτον, ἵνα δικαιωθῇς. καὶ πάλιν· δίκαιος ἑ‐ | |
10 | αυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· ὡς δ’ ἂν ἐπιβάλῃ ὁ ἀντίδι‐ κος, ἐλέγχεται. οὐκοῦν ἑκὼν 〈οὐδέν τι〉 κατεπράξατό ποτε ἁμάρτημα· ἄμεμπτος γὰρ ὁ ἀνὴρ καὶ ὁ μαρτυρήσας αὐτῷ ἀπροσωπόληπτος. διὸ λέγει ὁ θαυμάσιος οὗτος καὶ ἀληθινὸς ἄνθρωπος ὅτι· ἐξ ἐννοίας μὲν οὐδὲν ἐμαυτῷ ἁμάρτημα συγγινώσκω· εἰ μὴ γὰρ ἔστι σοί, φησίν, ἁμαρτία μὴ λέγε. εἰ δέ τι μὴ κατὰ γνώ‐ | |
15 | μην ἐπράχθη, οὕτω σφοδρῶς ἑαυτὸν ἐξελέγχει, ὡς μηδ’ ἐφ’ ἑνὸς ἢ δυεῖν ἀρκεῖσθαι, ἀλλ’ ἐφ’ ὅλης πόλεως ἐξαγγέλλειν τὸ ἁμάρτημα. 31,34β—35β εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν τὴν θύραν μου κόλπῳ κενῷ, τίς δῴη μοι ἀκούοντά μου, χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν. ἐξηγουμένου τοῦ μακαρίου Ἰὼβ οἱ φίλοι διὰ τὸ πλῆθος τῶν λεχθέντων ἀποκνή‐ | |
20 | σαντες ἀηδέστερον ἤκουον καὶ διὰ τὸν ἔλεγχον δακνόμενοι τὸ συνειδὸς ἀπεστρέ‐ | 195 |
196 | φοντο. λέγει οὖν αὐτὸς πρὸς αὐτούς· τίς δῴη ἀκούοντά μου, ἐπειδὴ ὑμεῖς ἀπο‐ στρέφεσθέ με; οὐκοῦν ἐκεῖνό φημι, ὅτι φιλάνθρωπος ὣν καὶ πρὸς εὐποιΐαν ἕτοι‐ μος πάντα τὰ προκατηριθμημένα ἐπετέλουν τὴν ἐξουσίαν τοῦ θεοῦ δεδοικώς, ἣν ἐ‐ πιστάμην ἀγανακτεῖν κατὰ τῶν μὴ φιλανθρωπευομένων τὸν πέλας. ὃς φράσσει | |
5 | γὰρ τὰ ὦτα αὐτοῦ 〈τοῦ〉 μὴ εἰσακοῦσαι τοῦ δεομένου, καὶ αὐ‐ τὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων αὐτοῦ. τὸν δὲ συνιόντα ἐπὶ πτωχὸν καὶ πένητα ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐ‐ τὸν ὁ κύριος. διὸ λέγει· 31,35γ—37 συγγραφὴν δὲ ἣν εἶχον κατά τινος 〈ἐπ’ ὤμοις περιθέμενοσ〉 ὡς στέ‐ | |
10 | φανον ἀνεγίνωσκον· καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα οὐδὲν λαβὼν παρὰ χρεοφειλετῶν. οὐ μέγα τι ἐφρόνουν ἐπὶ συγγραφῇ, ἀλλὰ χιώσας ἀπέδωκα χρεωλυτήσας αὐτοὺς καὶ προῖκα παραχωρήσας τοῖς δανεισαμένοις τὸ δάνειον φιλανθρωπίας ἕνεκα. 31,38—40β εἰ ἐπ’ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔ‐ κλαυσαν ὁμοθυμαδόν, εἰ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ καὶ ψυ‐ | |
15 | χὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα, ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κρι‐ θῆς βάτος. ταῦτα δὲ λέγει οὐχ ὅτι αἴσθησίν τινα ἔχει ἡ γῆ ἄψυχος οὖσα, ἀλλ’ ὅτι· οὐ‐ δένα, φησί, κτήτορα τοῦ ἰδίου γεωργίου ἐξέωσα, ἵνα μὴ κλαύσας καὶ ὥσπερ τῷ πλή‐ | |
θει τῶν δακρύων τοὺς αὔλακας πληρώσας ἐπ’ ἐμοὶ στενάξῃ, οὐδὲ ἄνευ τιμῆς τινος | 196 | |
197 | τὴν ἰσχὺν αὐτῆς ἐκαρπωσάμην οὐδὲ ἐπλεονέκτησα μισθὸν μισθωτοῦ τὸ δίκαιον περὶ πολλοῦ ποιούμενος. οὕτω γὰρ προετιθέμην ἐμαυτῷ παραινῶν, ὡς εἴ τι τοιοῦτο δρά‐ σοιμι ὀργισθεὶς ὁ θεὸς στρέψει τὰ καταβληθέντα μοι εἰς τὴν γῆν καὶ φύσει ἀντὶ μὲν πυροῦ κνίδην, ἀντὶ δὲ κριθῆς βάτον· μισοπόνηρος γὰρ οὗτος καὶ τῶν ἀδικούν‐ | |
5 | των ἐχθρὸς ἅμα καὶ τιμωρός. ταῦτα πάντα ἀπαριθμεῖται ὁ ἅγιος οὐχ ὡς περίαυτός τις καὶ φανητιῶν, ἀλλ’ ἵνα ἐκείνους ἐλέγξῃ τοὺς συκοφαντήσαντας αὐτὸν καὶ πέραν αὐτὸν τοῦ εἰκότος 〈διαβάλλοντασ〉 εἰρηκότας ὅτι· ἠνεχύρασας τοὺς ἀδελφούς σου διὰ κενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλω οὐδὲ ὕδωρ διψῶντας ἐπότι‐ | |
10 | σας, 〈ἀλλὰ〉 πεινώντων ἀφήρπασας ψωμόν, γυμνὸν δὲ ἐκοίμισας ἄνευ ἱματίων. πότερον οὐχ ἡ κακία σου πολλή, ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι; διὸ καὶ αὐτὸς κατὰ μέρος παρατίθεται πάντα τὰ κατ‐ ορθώματα αὐτοῦ κἀκείνους μὲν εἰς ἀφωνίαν περιιστᾷ, αὐτὸς δὲ τῆς νίκης ἀναδεῖ‐ ται τὸ κράτος δείξας καὶ ἑαυτὸν ἄνευ ἁμαρτίας καὶ τὸν θεὸν ἔξωθεν ἀδικίας, λαν‐ | |
15 | θάνειν δὲ τὴν αἰτίαν κἀκείνους καὶ ἑαυτόν, δι’ ἣν συνεχώρησεν αὐτὸν περιπεσεῖν πειρασμοῖς· εἶναι γὰρ ταῦτα κοινὰ ἐν τῷ βίῳ καὶ ἀσεβεῖς εὐθηνεῖν καὶ εὐσεβεῖς δυσπραγεῖν καὶ ἀνάπαλιν ἀσεβεῖς δυσημερεῖν καὶ εὐσεβεῖς εὐημερεῖν, καὶ οὐ πάν‐ τως τὸν θεὸν ἀδικεῖν δίκαιον ὄντα καὶ τὰς ἐπὶ τούτοις αἰτίας ἐπιστάμενον μό‐ νον, ἡμᾶς δὲ λανθάνειν ὡς ἀνθρώπους, οὔτε δὲ τὸν εὐπραγοῦντα πάντως καὶ ὅσιον | |
20 | εἶναι οὔτε τὸν δυσπραγοῦντα ἐνάμαρτον καὶ τὸ ἀνάπαλιν οὔτε τὸν εὐημεροῦντα | 197 |
198 | 〈ἁμαρτωλὸν οὔτε τὸν δυσημεροῦντα〉 ἀναμάρτητον (ἀδιάφορον γὰρ τοῦτο ἐν τῇ κατα‐ στάσει τοῦ βίου τούτου), εἶναι δὲ ἑτέραν λῆξιν, καθ’ ἣν ἕκαστος ἀποτίσει τὸ πρὸς ἀξίαν οὐκ ἀδιαφοροῦντος τοῦ θεοῦ, ἀλλὰ τῇ αὐτοῦ δικαιοσύνῃ τοῖς μὲν κατ‐ ορθώσασι γέρα χαριζομένου, τοῖς δὲ παραβᾶσι πρὸς τὸ κατ’ ἀξίαν ἑκάστῳ τὴν τι‐ | |
5 | μωρίαν ἐπάγοντος. 31,40γ—32,1 καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν. ἡσύχησαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐ‐ τοῦ ἔτι ἀντειπεῖν Ἰώβ· ἦν γὰρ δίκαιος ἐναντίον αὐτῶν Ἰώβ. ἐκ τῆς τῶν συμβάντων τῷ μακαρίῳ Ἰὼβ πείρας οἱ φίλοι ἁμαρτίαν αὐτοῦ κατε‐ ψηφίσαντο· ὅθεν ἐδέησε πολλαῖς ἀποδείξεσι χρησάμενον αὐτὸν τῆς ψευδοῦς ὑπο‐ | |
10 | νοίας ἀπηλλάχθαι· οὐδὲ γὰρ πρὸς τοὺς τυχόντας αὐτῷ ἦν ἡ τῶν λόγων ἅμιλλα, ἀλ‐ λὰ πρὸς ἄνδρας ἐναρέτους καὶ τὴν τοῦ θεοῦ πρόνοιαν ἐπισταμένους καὶ τὴν δικαι‐ οσύνην αὐτοῦ οὐκ ἀγνοοῦντας. φαίνεται γάρ, ὡς οὐκ ἦσαν ἄμοιροι τῆς θεογνωσί‐ ας, ἐξ ὧν ἠπίσταντο καὶ τὸ ἀδέκαστον τοῦ θεοῦ. θεωροῦντες δὲ καὶ τὴν τοῦ φί‐ λου πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην ἐνόμισαν δι’ ἁμαρτίαν τινὰ αὐτὸν πεπονθέ‐ | |
15 | ναι πρὸς τὸ τοῦ θεοῦ δίκαιον ἀπιδόντες· ὅθεν ἐχρῆν τὸν Ἰὼβ ἐναργέσι καὶ τρα‐ νοτέραις ἀποδείξεσι χρησάμενον τῆς τῶν καταψηφισαμένων γνώμης ἀπηλλάχθαι. ἀρ‐ χόμενος οὖν τῆς πρὸς αὐτοὺς ἀποδείξεως οὐχ ἑνὶ τρόπῳ μόνον ἐπιχειρεῖ, ἀλλὰ διαφόρῳ. καὶ πρώτῃ μὲν κέχρηται ᾗπερ καὶ αὐτοὶ πρῶτοι τῆς κατηγορίας ἤρξαντο φάσκοντες ἐναργῆ ἔχειν ἀπόδειξιν τῆς ἁμαρτίας 〈αὐτοῦ τὴν δυσπραγίαν. ...〉 ἐ‐ | |
20 | ποιοῦντο, αὐτὸς τίθησι τῷ λόγῳ ὁμολογούμενον ἀσεβῆ τινα καὶ ἄδικον καὶ τὴν | |
τούτου εὐημερίαν καὶ ἀνάπαλιν εὐσεβῆ ὁμολογούμενον καὶ δίκαιον καὶ τὴν | 198 | |
199 | τούτου εὐπραγίαν. καὶ τοῦτο δείξας φησί· ἆρά γε μὴ ἄδικος ὁ θεὸς ἢ μὴ ταὐτὸν αὐτῷ λελόγισται εὐσέβεια καὶ ἀσέβεια, δικαιοσύνη καὶ ἀδικία; ἢ ἀγνοεῖ ἢ ἀδια‐ φορεῖ; ἀλλὰ τοῦτο νοεῖν περὶ θεοῦ δύσνοιά ἐστι μᾶλλον ἢ εὔνοια. οὔτε γὰρ ἀγνο‐ εῖ αὐτογνῶσις ὢν οὔτε ἀδιαφορεῖ αὐτοδικαιοσύνη ὑπάρχων. πῶς οὖν ὑμεῖς ἐτίθεσθε | |
5 | μισθὸν εὐσεβείας εἶναι τὴν εὐημερίαν; ἴδωμεν δὲ καὶ τὸ ἐναντίον τούτων· καὶ ἄδικον εἰσπραττόμενον δίκην καὶ δυσ‐ ημεροῦντα καὶ εὐσεβῆ καὶ δίκαιον αἰκιζόμενον μὲν τὸ σῶμα διαφόρως, πενίαν δὲ καὶ ἀδοξίαν περιβεβλημένον, ἄστεγον ἄοικον ἀνέστιον ἄρριζον ὄντα. τί ἂν εἴποι‐ τε πάλιν ὑμεῖς οἱ καταψηφιζόμενοί μου ἁμαρτίας; ἆρα μὴ μισθὸς δικαιοσύνης ἡ | |
10 | τιμωρία; ὁ μὲν ἄδικος, ὁ δὲ δίκαιος, ἀμφότεροι δὲ δυσπραγοῦσιν. οὐκοῦν ἀλόγι‐ στον, φίλοι, ἐκ τῶν ὁρωμένων κρίνειν τὰ τοιαῦτα καὶ τοῦ θεοῦ ἀδικίαν ἑτέρως κατηγορεῖν καὶ τοῦ δικαίου ἀνομίαν καταψηφίζεσθαι. ἀλλ’ ἀπορεῖν τούτων ἕνεκα συμβουλεύω καὶ τοῦ θεοῦ δεῖσθαι τὴν αἰτίαν ἐπιδεῖξαι καὶ μὴ τῆς ἀληθείας ἀπο‐ στάντας τῷ θεῷ συνηγορεῖν. ἐξῆν γὰρ ἐξ ὧν μηδὲν φαῦλόν μοι συγγινώσκετε ἀπο‐ | |
15 | ρῆσαι ἀφορῶντας εἰς τὴν πληγὴν καὶ μὴ καταστοχάσασθαί μου ἁμαρτίας. ἀφέμενοι δὲ τῆς τοιαύτης ἀμφιβολίας ὑμεῖς ἀντὶ τοῦ παρακαλεῖν κατηγορεῖτέ μου νομίσαντες ἀ‐ ρέσκεσθαι τὸν θεόν, εἰ αὐτῷ παρὰ τὸ δίκαιον χαρίσεσθέ τι· εἰ γὰρ καὶ τὰ πάντα αὐτῷ προστεθήσεσθε, ὅμως ἐλέγξει ὑμᾶς παρὰ τὸ δίκαιον φρονήσαντας καὶ παρ’ ὃ ἔχετε ἐν τῇ ἰδίᾳ συνειδήσει. ἐξ ὧν γὰρ οὐ τολμᾶτε εἰ‐ | |
20 | πεῖν ὅτι ‘πολλή σου ἡ κακία‘, ἀλλὰ τὸ ‘πότερον‘ προτάξαντες εἰρήκατε ἐκ τοῦ | |
ἀμφιβόλου, μηδέν μοι συνεγνωκέναι 〈ὁμολογεῖτε〉 ἄτοπον, μὴ μικρόν, μὴ μέγα. | 199 | |
200 | ταῦτα λέγοντος τοῦ Ἰὼβ καὶ τῶν φίλων οὐκ ἐχόντων ὅτι ἀποκρίνωνται 32,2—3 ὠργίσθη θυμῷ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ τοῦ Βουζὶ ἐκ τῆς συγγενείας Ῥαμὰ τῆς Αὐσίτιδος χώρας. καὶ ὠργίσθη τῷ Ἰὼβ σφόδρα, 〈διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἔναντι κυρίου, καὶ κατὰ τῶν τριῶν δὲ φίλων αὐτοῦ ὠργίσθη σφόδρα,〉 δι‐ | |
5 | ότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ καὶ ἔθεντο αὐτὸν εἶναι εὐσεβῆ. πείσας οὖν ὁ μακάριος Ἰὼβ διὰ τῶν ἀποδείξεων μὴ τοῖς ὁρωμένοις κρίνειν τὰ τοιαῦτα ἀπεστέρησεν αὐτοὺς τῆς κατ’ αὐτοῦ κατηγορίας. μετὰ οὖν τῆς σιωπῆς τὴν ἧτταν ὡμολόγησαν καὶ ψηφίσασθαι αὐτῷ δικαιοσύνην ἐσπούδασαν. ἐπιφανεὶς 〈δὲ〉 ὁ Ἐλιοὺς δικαίως μὲν τούτους ὡς προδότας τῆς τοῦ θεοῦ δικαιοσύνης ἀποδεικνὺς | |
10 | φαίνεται καὶ τὸν Ἰὼβ εὐλόγως αἰτιᾶται, πῶς καὶ τίνα τρόπον ἑαυτὸν δίκαιον εἶπεν. οἱ μὲν γὰρ ὡς τῷ θεῷ συνηγοροῦντες ἄδικον τὸν Ἰὼβ ἀπεφήναντο, ὕστερον δὲ κατακλυσθέντες ὑπὸ τῶν ἀποδείξεων καὶ σιωπῇ τὴν ἧτταν ὁμολογήσαντες, τούτῳ δὲ δικαιοσύνην ψηφισάμενοι δηλονότι τὴν ἀδικίαν ἐπὶ τὸν θεὸν ἔτρεψαν. τούτους μὲν οὖν οὕτως ἤλεγξεν· εἰ γὰρ τὸ πρῶτον ἀντέλεγον μὴ ἂν παθεῖν αὐτὸν ἃ ἐπεπόν‐ | |
15 | θει λέγοντες, εἰ μὴ ἠδικήκει, μετὰ δὲ ταῦτα μεταθέμενοι δίκαιον αὐτὸν μετὰ τῆς σιωπῆς ἀπεφήναντο, δικαίως αὐτοὺς καταμέμφεται, οὐχ ὅτι συνέθεντο τὸν Ἰὼβ δίκαιον εἶναι, ἀλλ’ ὅτι θεοῦ ἀγνωσίαν 〈...〉 εἶναι γὰρ τὸν Ἰὼβ δίκαιον καὶ τὸν θεὸν συγχωρῆσαι τὸ πειρασθῆναι. εὐθύνει δὲ καὶ τὸν Ἰὼβ προπετείας μεγί‐ στην μὲν αὐτῷ δικαιοσύνην προσμαρτυρῶν, αἰτιώμενος δὲ οὐχ ὡς ἁμαρτόντα, ἀλλ’ | |
20 | ὡς πρὸ καιροῦ γνώμην θεοῦ καταμαθεῖν βουλόμενον. ἐπαινέσας γοῦν αὐτὸν ἐπὶ τῇ καρτερίᾳ ἐπὶ τῇ προπετείᾳ μέμφεται, ὅτι ὅλως ἐτόλμησεν ἑαυτὸν ὡς πρὸς τὸν θε‐ | |
ὸν δίκαιον ἀποφήνασθαι. | 200 | |
201 | 32,4—5 Ἐλιοὺς δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν τῷ Ἰὼβ ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις. καὶ εἶδεν Ἐλιοὺς ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ. κατ’ ἐκείνων δὲ δικαίαν ποιησάμενος ἀγανάκτησίν φησιν· πῶς ὁ παρ’ ὑμῖν ἄ‐ | |
5 | δικος κριθεὶς δίκαιος αὖθις ἀποδείκνυται; ποῦ οὖν ἡ ἀδικία αὐτοῦ, ἥν ποτε αὐ‐ τοῦ κατεψηφίσασθε, εἰ μὴ τῷ ὑμετέρῳ λόγῳ τῷ θεῷ αὐτὴν προσάπτετε; ὅθεν κατ’ αὐτῶν δικαίως ἀγανακτῶν φαίνεται, ὅτι τῷ ἀτόπῳ τῆς προδοσίας ἑαυτοὺς φέροντες ὑπέ‐ θεσαν οὐ τὸ συνηγορεῖν ὑπὲρ θεοῦ ἀναδεξάμενοι. αὐτὸς δὲ πρὸς τὸν Ἰὼβ τὸν λό‐ γον τρέπει, καὶ πρὶν ἄρξασθαι τῶν λόγων τῶν πρὸς αὐτὸν ἐδικαίωσε πρῶτον εἰπεῖν | |
10 | τὸν λόγον, δι’ ὃν ἀναβαλλόμενος οὐδὲν ἀπεκρίνατο συνὼν τῷ ἀκροατηρίῳ. νέος γὰρ ὢν διὰ τὴν τῶν φίλων παλαιότητα σιωπῶν καὶ τιμῶν τοὺς ἄνδρας οὐδὲν ἐφθέγγετο· ἐπεὶ δὲ ἀπορίᾳ λόγων ἐσιώπησαν, προτιμᾷ τὸν λόγον τῆς πρεσβυτικῆς αἰδοῦς. οὐ λήψῃ, γάρ φησι, πρόσωπον ἐν κρίσει. 32,6 Ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ τοῦ Βουζὶ λέγει· νεώτερος μέν | |
15 | εἰμι τῷ χρόνῳ, ὑμεῖς δὲ πρεσβύτεροι· διὸ ἡσύχασα φοβηθεὶς τοῦ ἀναγγεῖλαι ὑ‐ μῖν τὴν ἐμὴν ἐπιστήμην. νομίσας γὰρ καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν πεῖραν τὴν ἐκ τοῦ χρόνου λέγειν ὑμᾶς τι ἠνεσχόμην ἅμα τε τιμῶν καὶ αἰδούμενος. ὡς δὲ ἀπὸ τῆς ἐκβάσεως ἔγνων οὐ λελογῶσθαι ὑμᾶς, πρὸς δὲ καὶ ἀπείρως τῇ ζητήσει προσεληλυθέναι, ἐξ αὐτῶν | |
20 | τῶν ὑφ’ ὑμῶν εἰρημένων ἠναγκάσθην εἰπεῖν αὐτός, ὅτι οὐδὲν ποιεῖ χρόνος λόγου | |
μὴ παρόντος. | 201 | |
202 | 32,7—9 εἶπον δὲ ὅτι οὐχ ὁ χρόνος ἐστιν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασι σοφίαν. καὶ οὐχ οὕτως, ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ παντο‐ κράτορος ἡ διδάσκουσά με· οὐ γὰρ οἱ πολυχρόνιοί εἰσι σοφοὶ οὐδὲ οἱ γέροντες οἴδασι κρίσιν. | |
5 | οὔτε γὰρ χρόνος ἐστὶν ὁ διδάσκων τεταγμένως λαλεῖν οὔτε πλῆθος ἐτῶν σοφίαν παρέχει, ἀλλὰ χάρισμά ἐστι τὸ γινώσκειν τοὺς λόγους τοὺς ὑπὲρ εὐσεβείας ποι‐ εῖσθαι, οἵτινες παρὰ θεοῦ ἀνθρώποις δίδονται· οὐ χρόνῳ καὶ παλαιότητι δωροῦν‐ ται, ἀλλὰ πρὸς τὴν εὔνοιαν τοῦ 〈ζητοῦντος καὶ τὴν ἀξίαν τοῦ〉 ζητουμένου καὶ τὸ μέτρον τῆς ἐπιχορηγίας. εἰμὶ δ’ αὐτὸς ἐγὼ ἔτι τῆς παρὰ θεοῦ σοφίας δεόμε‐ | |
10 | νος· αὐτὸς γάρ ἐστιν καὶ τῆς σοφίας δοτὴρ καὶ τῶν σοφῶν δι‐ ορθωτής, παρ’ αὐτοῦ λόγος καὶ νοῦς καὶ τὸ κρίνειν ὑγιῶς. 32,10—11α διὸ εἶπον· ἀκούσατέ 〈μου〉 καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα, ἐνωτίζεσθε τὰ ῥήματά μου· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων. ὑμᾶς αὐτοὺς κριτὰς ποιοῦμαι τῶν λόγων, ἀναμένω δὲ ἕως ἂν δοκιμάσητε αὐτούς· | |
15 | μόνον μὴ παρέργως αὐτοὺς ἀκροάσησθε, ἀλλὰ προσηκόντως. 32,11Α—12α ἰδοὺ ἤκουσα τοὺς λόγους ὑμῶν, ἠνωτισάμην μέχρι συνέσεως ὑμῶν, 〈ἄχρις οὗ ἐτάσητε τοὺς λόγους ὑμῶν καὶ ἕως ὑμῶν〉 συνήσω. ἤκουσα γὰρ ὑμῶν τοὺς λόγους καὶ αὐτὸς οὐ παρέργως, ἀλλὰ νουνεχῶς· τοιγαροῦν καὶ ὑμεῖς συνετῶς ἀκούσατε καὶ βασανίσατε τὰ λεγόμενα. τάχα γὰρ οὐχ ὑπερβήσε‐ | |
20 | ται ὑμῶν τὴν δύναμιν. | 202 |
203 | 32,12βγ καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων, ἀνταποκρινόμενος ῥήμασιν αὐτοῦ ἐξ ὑμῶν. καὶ οὐδεὶς ὑμῶν ἔγνω ἀποκρίνασθαι τῷ Ἰὼβ ἀπορίᾳ λόγων ἐλεγκτικῶν. 32,13 ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν προσθέμενοι κυρίῳ. | |
5 | οὐδὲ γὰρ πρόφασις ὑμῖν καταλειφθήσεται τὸ ὑπὲρ θεοῦ εἰπεῖν τι· προδεδώκατε γὰρ καὶ τοῦτο τῇ σιωπῇ. 32,14—16 ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα. ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους. ὑπέμειναν, οὐ γὰρ ἐλάλησαν, ὅτι ἔστησαν καὶ οὐκ ἀπεκρίθησαν. | |
10 | φόβος ὑμᾶς ἐκ τοῦ γενομένου ἐλέγχου ἔλαβε καὶ ἐσιωπήσατε, ὡς συνήγοροι πρεσβεῖα δεδώκατε τοῖς τοῦ Ἰὼβ λόγοις· συνεκλείσθητε γὰρ καὶ συνήχθητε, ὅθεν οὐδ’ ἀποκριθῆναι ἰσχύσατε. ταῦτ’ εἰπὼν ἡσυχάζει ἐνδιδοὺς τῷ βουλομένῳ ἀποκρίνασθαι πρὸς αὐτόν. ὡς δ’ | |
οὐδεὶς ἀντεῖπεν αὐτοῦ τῷ λόγῳ, λέγει· | 203 | |
204 | 32,17—18α Ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥη‐ μάτων. πεπλήρωμαι, φησί, λόγων ὑποκένων ὧν παρ’ ὑμῶν ἀκήκοα, καὶ νῦν κινούμενος ὑπ’ αὐτῶν πάλιν ἀναγκάζομαι λαλεῖν. ταῦτα δὲ λέγει πρὸς τοὺς φίλους τοῦ Ἰώβ. | |
5 | 32,18β—19 ὀλέκει δέ με τὸ πνεῦμα τῆς γαστρὸς καὶ ἡ γαστήρ μου ὥσπερ ἀσ‐ κὸς γλεύκους ζέων δεδεμένος {καὶ ζέων}, ἢ ὥσπερ φυσητὴρ χαλκέως δεδεμένος 〈καὶ〉 κατερρωγώς. τοιοῦτον γὰρ πάθος συμβαίνει τοῖς ἀπὸ εὐνοίας κινουμένοις, τὴν ψυχὴν μὲν τοῖς λογισμοῖς κατατρύχοντες, ἀνοιδούμενοι δὲ ὡς ἂν εἴποι τις τὰ σπλάγχνα καὶ | |
10 | ζέοντες τῷ θυμῷ δίκην γλεύκους καὶ τὴν καρδίαν αὐτὴν θερμαινόμενοι ὡς ἂν ὑπὸ φυσητῆρος, μέχρις ἂν {τι} ἀπορρήξωσιν. 32,20 λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. στέγειν γὰρ οὐκέτι οἷός εἰμι ὑπὸ τῆς προδοσίας ὑμῶν τὸν λογισμὸν καιόμενος· οὐ γὰρ διὰ σοφίαν σιγᾶτε, ἀλλὰ δι’ ἀπορίαν ἀληθῶν λόγων. | |
15 | 32,21—22α ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντρα‐ πῶ· οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. φίλη γὰρ ἡ ἀλήθεια καὶ αὕτη οὑτινοσοῦν ἐμοὶ προτιμοτέρα· οὐ γὰρ ὡς ὑμεῖς | |
ταύτην παριδὼν πρόσωπον θαυμάζω ἢ αἰσχυνθεὶς ἄκαιρον αἰσχύνην προδότης γίνομαι | 204 | |
205 | τοῦ δικαίου. οὐ γὰρ τοιαῦτα εἴωθα χαρίζεσθαι τοῖς φίλοις· ἐπισφαλεῖς γὰρ αἱ τοιαῦται δωρεαὶ καὶ τοῖς διδοῦσι καὶ τοῖς δεχομένοις. 32,22β εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται. δίκην γὰρ ταύτην εἰσπραχθείην, εἰ πρὸ τῆς ἀληθείας ἄνθρωπον τιμήσαιμι. | |
5 | ταῦτα εἰρηκὼς πρὸς τοὺς φίλους τρέπει τὸν λόγον πρὸς τὸν Ἰὼβ καί φησιν· 33,1—2α οὐ μὴν δὲ ἀλλὰ ἄκουσον, Ἰώβ, τὰ ῥήματά μου καὶ τὴν λαλιάν μου ἐνωτίζου· ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου ἐν τῷ λάρυγγί μου. οὐ παρέργως, φησίν, ἀκούσῃς μου τῶν λόγων καὶ οὐ μεταγνώσῃ· καὶ γὰρ ἀπὸ προ‐ θυμίας καὶ εὐνοίας τῆς περὶ ἐκεῖνον ἠρξάμην τὴν γλῶτταν κινεῖν καὶ λόγων κατ‐ | |
10 | άρχεσθαι. 33,3 καθαρὰ ἡ καρδία μου ἐν ῥήμασιν, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. οὐ γάρ, φησί, σοὶ διάφορος καθέστηκα οὐδ’ ὕπουλόν τι ἐν τῇ ψυχῇ τρέφω, ἀλλ’ ἁπλῆς καὶ καθαρᾶς διανοίας ποιοῦμαι τοὺς λόγους. 33,4 πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με. | |
15 | οὐ τὸ ἅγιον πνεῦμα λέγει, ὡς ἐνόμισαν οἱ κενοφωνίᾳ τὴν σοφίαν τὸ πνεῦμα τι‐ θέμενοι· οὐ γὰρ δημιουργὸς τὸ πνεῦμα· εἷς γὰρ θεὸς 〈ὁ πατήρ〉, ἐξ οὗ | |
τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς χριστός, δι’ οὗ τὰ πάντα. | 205 | |
206 | ἀλλὰ παρὰ τοῦ θεοῦ, φησί, χάρισμα ἑκάστῳ δίδοται· παρ’ οὗ γὰρ τὸ εἶναι κεκτή‐ μεθα, 〈παρὰ τούτου καὶ τὴν σοφίαν〉. σοῦ γάρ, φησίν, ἔστιν ἡ σοφία καὶ σοῦ ἐ‐ στιν ἡ σύνεσις. 33,5—7 ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν, πρὸς ταῦτα ὑπόμεινον, καὶ στῆθι σὺ | |
5 | κατ’ ἐμὲ καὶ ἐγὼ κατὰ σέ. ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ, ἐκ τοῦ αὐτοῦ δι‐ ηρτίσμεθα πηλοῦ. οὐχ ὁ φόβος 〈μου〉 στροβήσει σε οὐδὲ ἡ χείρ μου βαρεῖα ἐπὶ σὲ ἔσται. εἴ τι νομίζεις ἔχειν δίκαιον, ἀπόκριναί μοι καὶ μή με δεδίττου· ὁμοιοπα‐ θὴς γάρ σοί εἰμι ἄνθρωπος, ἐκ τῶν αὐτῶν γεγονὼς στοιχείων καὶ ὑπὸ τοῦ αὐτοῦ | |
10 | πεποιημένος θεοῦ. τὰ κατὰ σεαυτὸν δεῖξόν μοι, ἢ ἐγὼ σοὶ ἀποδείξω, ὡς οὐ πρε‐ πόντως σὺ ἀπεκρίνω. ὁ αὐτός σοί εἰμι τὴν κατασκευήν· οὐκ ἔχεις εἰπεῖν, ὅτι εὐ‐ λαβῇ με ἢ ὅτι ἐκπλήττῃ ἀπ’ ἐμοῦ· οὐδὲν γάρ σου παραλλάττω. 33,8—11 πλὴν εἶπας ἐν ὠσίν μου, φωνὴν δὲ ῥημάτων σου ἀκήκοα, διότι λέγεις· καθαρός εἰμι, οὐχ ἥμαρτον τοῖς ἔργοις· ἄμεμπτος γάρ εἰμι, οὐ γὰρ ἠνόμησα· μέμ‐ | |
15 | ψιν δὲ κατ’ ἐμοῦ εὗρεν καὶ ἡγεῖταί με ὥσπερ ὑπεναντίον ἑαυτῷ· ἔθετο δὲ ἐν ξύ‐ λῳ τὸν πόδα μου καὶ ἐφύλαξέν μου πάσας τὰς ὁδούς. εἰς ἐπήκοόν μου, φησί, ταῦτα ἐφθέγξω, ἅπερ ἦν βαρέα καὶ οὐ σοὶ ἁρμόζοντα. τίς γὰρ ὡς πρὸς τὸν θεὸν καθαρὸς εἶναι δύναται, ὁπότε οὐδὲ οἱ οὐρανοὶ οὐδὲ τὰ | |
ἄστρα; σὺ δὲ πῶς μεγάλα ἐφθέγξω; τί γὰρ εἶ σύ, ἵνα ὡς ἐχθρὸς νομισθῇς θεῷ; ἢ | 206 | |
207 | τίς ἡ ὑπόστασίς σου, ἵνα ὡς πρὸς ἐναντίον ἀντιπαρατάξηταί σοι; ἄνθρωπος ἐφήμε‐ ρος, βραχύτατον μέρος στοιχείων, τὴν ψυχὴν παρὰ θεοῦ λαβών, οὐκ ὢν πρὸ γενέσε‐ ως καὶ γενόμενος λαβὼν παρ’ αὐτοῦ λόγον καὶ γνῶσιν τῶν ὄντων. πῶς ἂν οὖν ἄρη‐ ται πρὸς σὲ μάχην, ὃν αὐτὸς ἤγαγεν εἰς φῶς; | |
5 | 33,12—13 πῶς γὰρ λέγεις· δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέν μου; αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. λέγεις γάρ· διὰ τί τῆς δικαιοσύνης μου οὐκ ἐπακήκοεν ἐν παντὶ ῥήματι; τοιαῦτα ἐφθέγξω τραχέα ταχῦναι σπουδάζων τὴν ἀπόκρισιν παρ’ αὐτοῦ. συγγνοὺς ὅτι καιρὸν αὐτὸς οἶδεν, ὑπὸ δὲ πολλῆς παρρησίας ἐξαφθεὶς σὺ πρὸ καιροῦ τοῦ δέ‐ | |
10 | οντος ᾔτησας γνωρισθῆναί σοι 〈τὴν〉 αἰτίαν, ἣν αὐτὸς οὔπω σοι δεῖξαι ἐβεβούλη‐ το. 〈ἐπεὶ〉 ἐπὶ τοιαύτης οὖν ἀκαιρίας ἐποιοῦ τὴν ζήτησιν, εἰκότως οἱ παρόντες καὶ ἀκροώμενοί σου τῶν λόγων κατεμέμφοντό σου, ὅτι ἐπέταττες θεῷ ἀποκρίνασθαί σοι ὡς ἄνθρωπος ἀνθρώπῳ, ὡσπερανεὶ δικάσασθαι πρὸς αὐτὸν προθυμούμενος, ἀγνοῶν τὰ σαυτοῦ μέτρα, ἐπὶ δὲ τῇ δικαιοσύνῃ σου μόνῃ †ἐκριπτόμενος†. | |
15 | 33,14—18 ἐν δὲ τῷ ἅπαξ λαλήσαι ὁ κύριος, ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον, ὡς φάσμα ἐν μελέτῃ νυκτερινῇ, ὡς ὅταν ἐπιπίπτῃ φόβος δεινὸς ἐπ’ ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης· τότε ἀποκαλύπτει νοῦν ἀνθρώπων, ἐν εἴδεσι φόβου τοιού‐ τοις αὐτοὺς ἐξεφόβησεν ἀποστρέψαι ἄνθρωπον ἀπὸ ἀδικίας αὐτοῦ, τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο, καὶ ἐφείσατο ψυχῆς αὐτοῦ ἀπὸ θανάτου 〈τοῦ〉 μὴ πεσεῖν | |
20 | αὐτὸν ἐν πολέμῳ. | 207 |
208 | ἅπαξ δὲ ὁ θεὸς ἔταξεν καὶ κατὰ τάξιν ὁδεύει τὰ ὑπ’ αὐτοῦ ὁρισθέντα. ἔταξε δὲ καὶ δι’ ὕπνων ἐπιφανείας, δι’ ὧν ἀνθρώπους ὑπομιμνήσκει. καὶ δὴ φιλάνθρωπος ὢν {ὑπομιμνήσκει} κἀν ταῖς τοῦ βίου περιστάσεσιν ἐξ ἀπόρων πορίζει μηχανὰς καὶ βο‐ ηθεῖ τοῖς οὐκ ἐν δίκῃ ἀδικουμένοις καὶ συναίσθησιν ἐμποιεῖ τοῖς εὐεργετουμέ‐ | |
5 | νοις. ἐπάγει δὲ καὶ δείματα καταπλήττοντα τὴν διάνοιαν, ἵνα ἐπὶ τὸν θεὸν διε‐ γείρῃ τὴν ψυχὴν παρακαλοῦσαν αὐτὸν ἀρωγὸν γενέσθαι τῶν περιεχόντων δυσχερῶν. καὶ ἐν τοῖς τοιούτοις γὰρ ὡς σοφὸς οἰκονόμος εὐεργετεῖν προαιρεῖται ἀνθρώπους τὴν ἑαυτοῦ πρόνοιαν ἐπιδεικνύς, ἵνα καὶ τὴν ψυχὴν ἀπαλλάξῃ κακίας καὶ παντὸς ἡμῖν ἐπιβουλεύειν προαιρουμένου ἐπίσχῃ τὴν ὁρμὴν δυνάμει καὶ ἐξουσίᾳ. | |
10 | 33,19—22 πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆθος ὀστέων αὐτοῦ ἐνάρκησεν, πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι καὶ ἡ ψυχὴ αὐ‐ τοῦ βρῶσιν ἐπιθυμήσει, ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐ‐ τοῦ 〈κενά〉· ἤγγισεν δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ἡ δὲ ζωὴ αὐτοῦ ἐν τῷ ᾅδῃ. καὶ διὰ τοιούτων τὴν πρόνοιαν ποιούμενος ὁ θεὸς κηδεμὼν δείκνυται κατὰ τὸ | |
15 | εἰρημένον· ὃν ἀγαπᾷ κύριος καὶ παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. ὅταν οὖν εἰς ἔσχατον ἀσθενείας ἐλάσῃ ἄνθρωπος καὶ εἰς ἔννοιαν ἔλθῃ τοῦ θεοῦ καὶ ἐξ εὐνοίας αὐτὸν ἐπικαλέσηται, εὐθὺς καὶ τὴν ἴα‐ σιν καρποῦται, ἐπειδὴ αὐτὸς ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστη‐ σιν. ἰατρὸς γὰρ ὢν ψυχῶν καὶ σωμάτων ἰᾶται ἐκ λοιμοῦ, σῴζει ἐκ θανάτου, ῥύε‐ | |
20 | ται ἀπηλπισμένους, ἀσθενεῖς περιποιεῖται, νενεκρωμένους ζωοποιεῖ. | 208 |
209 | 33,23 ἐὰν ὦσιν χίλιοι ἄγγελοι θανατηφόροι, οὐκ ἀποκρίνεται, καὶ εἷς ἐξ αὐ‐ τῶν οὐ μὴ τρώσῃ αὐτόν. ἐὰν ἐννοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς κύριον, ἀναγγεί‐ λῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν καὶ τὴν διάνοιαν αὐτοῦ δείξῃ. ἰστέον δέ, ὡς καθ’ ὑπερβατὸν εἴρηται, ἡ γὰρ ἀκολουθία οὕτως ἀπαιτεῖ· ἐὰν | |
5 | ἐννοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς κύριον καὶ τὰ ἑξῆς, ἐὰν ὦ‐ σιν χίλιοι ἄγγελοι θανατηφόροι, οὐκ ἀποκρίνεται καὶ τὰ ἀκόλου‐ θα. ὅταν γὰρ ἐγγὺς θανάτου γένηται ἄνθρωπος κατ’ ὀργὴν θεοῦ ἐπαχθέντος, ἐὰν ὑ‐ πομνησθῇ καὶ ἱκέτης μετ’ εὐνοίας γένηται τοῦ ἀγανακτήσαντος, παραυτίκα ἀντιλή‐ ψεως τεύξεται· δι’ ὧν γὰρ ὁμολογεῖ τὸ ἁμάρτημα, τὸ πειθήνιον αὐτοῦ πρὸς τὸν | |
10 | θεὸν ἀποδείκνυσιν. οὐκοῦν οὐκέτι εὐάλωτος ἔσται οὐκ ἀνθρώποις πολεμίοις, οὐ δαίμοσιν ἐπιβούλοις, οὐκ ἀγγέλοις θανατηφόροις· ὥσπερ γὰρ ὀργιζομένου θεοῦ πᾶ‐ σιν ἦν τούτοις εὐάλωτος, οὕτως εὐμενοῦς ὄντος αὐτοῦ ἀκαταμάχητος πᾶσιν ὑπάρχει καὶ ἀκαταγώνιστος. θεοῦ γὰρ ὑπερασπίζοντος τίς ἂν πρὸς αὐτὸν μάχην ἄρασθαι κα‐ ταδέξηται; ἀσθενὴς γὰρ πᾶσα κακία ἐνεργεῖν τι ἀντιστατούσης αὐτῇ τῆς ἐκ θεοῦ | |
15 | προνοίας. ἀγγέλους δὲ θανατηφόρους ἢ πονηροὺς ἡ γραφὴ οὐκ ἀπὸ τῆς φύσεως λέγει, ἀλλ’ ἀπὸ τοῦ προστάγματος ὡς τό· ἀπέστειλεν ἀποστολὴν δι’ ἀγγέλων πονη‐ ρῶν. ὥσπερ γὰρ οἱ τὰ ἀγαθὰ εὐαγγελιζόμενοι ἢ καὶ φρουροὶ ἀνθρώπων γινόμενοι ὡς ἐπὶ Ἠλιοὺ καὶ Ἐλισσαιὲ (παρεμβαλεῖ γὰρ ἄγγελος κυρίου κύκλῳ | |
20 | τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς) τὴν τοιαύτην ἐφέλκονται | |
προσηγορίαν, οὕτω καὶ οἱ τὰ δυσχερῆ καὶ λυπηρὰ ἐμπιστευόμενοι ἢ ἀπαγγεῖλαι ἢ | 209 | |
210 | ἐνεργῆσαι πονηροὶ καὶ θανατηφόροι λέγονται οὐκ ἀπὸ τῆς οὐσίας, ἀλλ’ ἀπὸ τοῦ ἐπιτάγματος. 33,24—25 〈ἀνθέξεται αὐτοῦ τοῦ μὴ πεσεῖν αὐτὸν εἰς θάνατον,〉 ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου καὶ τὰ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ· ἁ‐ | |
5 | παλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου καὶ ἀποκαταστήσει αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις. ὃ λέγει τοιοῦτόν ἐστιν· ὅτι ὁ δίκην εἰσπραττόμενος ἁμαρτημάτων, ἐὰν ἐπ’ εὐ‐ νοίᾳ ἐπικάμψῃ τὸν θεόν, τοσοῦτον αὐτὸν εὐμενῆ καὶ εὔεικτον καὶ πρὸς ἔλεον ἕ‐ τοιμον ποιήσει, ὥστε μὴ μόνον ἀπαλλάξαι αὐτὸν τῶν περιστοιχισάντων αὐτὸν κα‐ | |
10 | κῶν, ἀλλὰ καὶ τὸ νεκρωθὲν αὐτοῦ σῶμα ὥσπερ ἐκ παλιγγενεσίας ἀναζωῶσαι καὶ οὕ‐ τως ἐπικοσμῆσαι ὥσπερ ἀλοιφὴν ἐπὶ γεγηρακότος τοίχου· καὶ τὰ πολλῷ χρόνῳ νε‐ νεκρωμένα ὀστέα ἐμπλήσει μυελοῦ καὶ τὰς σάρκας αὐτοῦ ἁπαλυνεῖ ὥσπερ ἀρτιτόκου νηπίου καὶ πάλιν αὐτὸν ἀνδρώσας εἰς τὴν προτέραν ἐπανάξει τάξιν. 33,26 εὔξεται πρὸς κύριον καὶ δεκτὰ αὐτῷ ἔσται, προσελεύσεται προσώπῳ κα‐ | |
15 | θαρῷ σὺν ἐξηγορίᾳ, ἀποδώσει δὲ τὴν δικαιοσύνην αὐτοῦ ἀνθρώπῳ. τότε δὴ ἕξει παρρησίαν ἱκέτης εἶναι θεοῦ καὶ δεηθεὶς ἐπακουσθήσεται· τὸ συνειδὸς δὲ ἔχων καθαρὸν προσελεύσεται θεῷ ὑπὲρ μὲν τῶν φθασάντων ἀνθομολο‐ γούμενος, ὑπὲρ δὲ τῶν ἐν χερσὶν εὐχαριστῶν καὶ δικαιῶν αὐτὸν ἐνώπιον παντὸς | |
ἀνθρώπου. | 210 | |
211 | 33,27 εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων· οἷα συνετέλουν καὶ οὐκ ἄξια ἤτασέν με ὧν ἥμαρτον. ὅταν οὖν ὁ τοιοῦτος γνῷ, οἵων κακῶν ἐρρύσθη, τηνικαῦτα ἑαυτοῦ κατήγορος γε‐ νήσεται καὶ ὁμολογήσει, ὡς κοῦφος αὐτῷ ὁ πόνος τῶν ἐπενεχθέντων γεγένηται κα‐ | |
5 | τὰ τὸ εἰρημένον· οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι. οἱ γάρ τοι πόνοι πρόσκαιροι, αἱ δὲ ἀπολαύσεις αἰώνιοι. 33,28 σῶσον ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν, καὶ ἡ ζωή μου φῶς ὄψεται. νῦν γὰρ εἰς αἴσθησιν ἐληλυθὼς ἀντιβολῶ ῥυσθῆναι τῶν ἐκεῖ βασανιστηρίων· | |
10 | ὀλίγα γὰρ ἐπιστραφεὶς ἐνταῦθα ὄψομαι ἐκεῖσε φῶς, ὅπερ οὐ διαδέξεται νύξ, καὶ ζωήν, ἣν οὐδέποτε διακόπτει θάνατος. 33,29 ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός. οὕτω, φησίν, ὁ θεὸς τὰ κατὰ τοὺς ἀνθρώπους διοικεῖται· παρέχει τὸ εἶναι, ὑφ‐ ηγεῖται τὰ δέοντα καὶ ἢ μισθὸν δίδωσι τῶν κατορθωθέντων ἢ δίκην εἰσπράττεται τῶν | |
15 | παραβαθέντων. 33,30 καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν. μικρὰ γάρ με ἐπιστρέψας ἐρύσατο κολάσεως, ἵνα ἡ ψυχή μου αἰνῇ αὐτὸν ἐν τάξει τῶν ὁσίων, ἐν χώρᾳ ζώντων. καὶ ταῦτ’ εἰρηκὼς ἡσυχάζει χώραν ἐνδιδοὺς τῷ βουλομένῳ ἀποκρίνασθαι· ἐπεὶ | |
20 | δὲ οὐδεὶς προσαντεῖπεν, πάλιν αὐτὸς κατήρξατο λόγου. | 211 |
212 | 33,30Α Ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· ἀκούσατέ μου, σοφοί, ἐπιστάμενοι ἐν‐ ωτίζεσθε τὸ καλόν. τρέπει πρὸς τοὺς φίλους τὸν λόγον, ἵνα μὴ δόξῃ προσάντης εἶναι τῷ Ἰώβ. ἀ‐ κούσατε γάρ μου, φησί, τῶν λόγων, ὦ οὗτοι, καὶ κρίνατε τὰ λεχθέντα (ἐπιστήμο‐ | |
5 | νες γάρ ἐστε καὶ σοφοί), πότερον ἂν καλῶς λέλεκται ἢ τοὐναντίον τὰ προειρημένα. 33,30Α ὅτι εἴρηκεν· {ὧδε ζητεῖ} ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρὸς τοῦ ἐπιστρέψαι ψυχὴν αὐτοῦ ἐκ διαφθορᾶς τοῦ φωτίσαι αὐτὸν ἐν φωτὶ ζώντων. εἴρηκα, φησί, διὰ τῶν προλαβόντων, ὅτι ταῦτα οἰκονομεῖ θεὸς ὡς σοφὸς καὶ | |
10 | δυνατός. καὶ γὰρ τὸ εἶναι ἡμῖν παρέσχεν ὡς ἰσχυρός, οὐ χρέος ἀποτιννὺς οὐ μὴν οὐδὲ χρείαν πληρῶν, ἀλλ’ ἀγαθότητι τὸ εἶναι τοῖς οὖσι κεχάρισται, νόμους τε ὑπηγόρευσε τὰ μὲν προστάττοντας βασιλικῶς, τὰ δὲ ἀπαγορεύοντας δεσποτικῶς πρὸς τὸ ζῆν ἐμφρόνως καὶ τεταγμένως, σοφῶς τὰ καθ’ ἡμᾶς διοικήσας. ναὶ μὴν καὶ τού‐ των ἐξέτασιν ποιεῖται ὡς δίκαιος κριτής, ἵνα τὰ ἀμοιβαῖα ἑκάστῳ παράσχηται. | |
15 | 33,31—33 πρόσεχε, Ἰώβ, καὶ ἄκουσόν μου· κώφευσον, ἵνα λαλήσω. εἰ ἔστι λόγος, ἀποκρίθητί μοι, λάλησον· θέλω γάρ σε δικαιωθῆναι. εἰ δὲ μή, σὺ ἄκουσόν μου· κώ‐ φευσον καὶ διδάξω σε σοφίαν. | |
πάλιν τὸν λόγον τρέπει πρὸς τὸν μακάριον Ἰὼβ καί φησιν· ἐγὼ ἤμην ὁ τιμῶν | 212 | |
213 | σε καὶ αἰδούμενός σε, εἴ τι ἔχεις εἰπεῖν. θαρσῶν λέγε· εὐχῆς γὰρ ἔργον ἀνα‐ δειχθῆναί σε δίκαιον ψήφῳ καὶ μαρτυρίᾳ θεοῦ ἀλλ’ οὐκ οἰκείᾳ ἀποφάσει. εἰ δ’ οὐκ ἔχοις ὅτι εἴπῃς, ἄκουσόν μου λέγοντος καὶ παιδεύου σοφίας ἔργα. παντὸς γὰρ πράγματος ἰδιαζόντως σοφία λέγεται, λόγου καὶ ἔργου. | |
5 | ταῦτα εἰπὼν ἐσιώπησε περιμένων τὸν ἀποκρινόμενον· ὡς δ’ ἑώρα οὐδένα οὐδὲν | |
λέγοντα, φησὶ πάλιν αὐτός· | 213 | |
214 | 34,1—2 Ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· ἀκούσατέ μου, σοφοί, ῥήματα, ἐπιστάμε‐ νοι ἐνωτίζεσθε τὸ καλόν. ἐκμειλισσόμενος τοὺς ἀκροατὰς ἄρχεται τῶν λόγων· διὰ γὰρ τῶν προλαβάντων τὴν μέμψιν ποιησάμενος ἀμφοτέροις, τῷ μὲν Ἰὼβ καὶ τοῖς φίλοις, νῦν ἀπὸ ἑτέ‐ | |
5 | ρας ἀρχῆς τοὺς μὲν φίλους ἀξιοῖ ἀκούειν καὶ κρίνειν ὑγιῶς τὰ λεγόμενα, τῷ δὲ Ἰὼβ διαλέγεται, ἵνα μὴ κοινοποιεῖν αὐτὸν τοῖς παροῦσι νομισθείη. διὸ λέγει· 34,3 ὅτι νοῦς δοκιμάζει λόγους, λάρυγξ δὲ γεύεται βρῶσιν. ὥσπερ γὰρ τὰ ἐδώδιμα οὐ μίαν ἔχει τὴν ποιότητα, οὕτως οὐδὲ τὰ ῥήματα ἐπὶ μιᾶς ἐννοίας λέγεται. | |
10 | 34,4 κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν τὸ καλόν. καθεσθῶμεν εἰς τὸ ζητῆσαι τὸ χρήσιμον, ἀλλὰ κρίσει καὶ μὴ παρέργως, μήτε ἀπεχθείᾳ τινὶ μήτε προσπαθείᾳ. 34,5—6 ὅτι εἴρηκεν Ἰώβ· δίκαιός εἰμι, ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα καὶ ἐψεύσατο τῷ κρίματι μου· βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας. | |
15 | ἴδωμεν, εἰ πρεπόντως ἐλάλησεν, εἰ ὡς ἥρμοζεν αὐτῷ οὕτως ἀπεφθέγξατο, πρὸ καιροῦ ἑαυτὸν ἀνακηρύττων καὶ παρὰ τὰ πεπραγμένα αὐτῷ τετιμωρῆσθαι διισχυρι‐ ζόμενος καὶ ἀποτετεῦχθαι τῶν ἐλπίδων, ὧν οἱ κατωρθωκότες ἀρετὴν ἐκδέχονται, | |
ἀλλὰ βιαίως τετρῶσθαι ὑπὸ τοῦ δυνατοῦ βέλει πικροτάτῳ. | 214 | |
215 | 34,7—8 τίς ἀνὴρ ὥσπερ Ἰὼβ πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας οὐδὲ κοινωνήσας ὁδοῦ μετὰ ποιούντων ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν. ταῦτα γὰρ λέγων, ὦ σοφώτατε, ἄξια μυκτηρισμοῦ λέγειν ἀξιοῖς· οὕτω γὰρ ἐπι‐ λέλησαι τῆς οἰκείας ἀρετῆς, ὡς ἐπιρρίψαι ἑαυτὸν εἰς τὸ μυκτηρίζεσθαι. ὥσπερ | |
5 | γὰρ ὁ διψῶν οὕτω καὶ αὐτὸς †λήθη† πέπωκας ὀνείδη. καίτοι μηδὲν μήτε εἰς θεὸν ἀσεβήσας μήτε εἰς ἀνθρώπους ἁμαρτήσας μήτε συνευδοκήσας τισὶν ἀτόποις μήτε δραμὼν ὁδόν τινα πονηρὰν εἵλου μυκτηρίζεσθαι τὰ μὴ πρέποντά σοι φθεγγόμενος. ἀλλ’ ὥσπερ ὑποκρούσαντος τοῦ Ἰώβ ‘τί οὖν, ὅτι μνείαν μου οὐ ποιεῖτε;‘ φησίν· 34,9 μὴ γὰρ εἴπῃς ὅτι· οὐκ ἔστιν ἐπισκοπὴ ἀνδρός, καὶ ἐπισκοπὴ αὐτῷ παρὰ | |
10 | κυρίου. ὁ γὰρ τοῦτο λέγων ἀγνοεῖ τὸ δίκαιον τοῦ θεοῦ καὶ ὑπερόπτην αὑτὸν τῶν τῇδε πραγμάτων φαντάζεται. 34,10—11 διό, συνετοὶ τῇ καρδίᾳ, ἀκούσατέ μου· μή μοι εἴη ἔναντι κυρίου ἀσεβῆσαι, ἔναντι δὲ παντοκράτορος ταράξαι τὸ δίκαιον· ἀλλὰ γὰρ ἀποδίδωσιν ἀν‐ | |
15 | θρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν. ὑμῖν δὲ λέγω τοῖς σύνεσιν κεκτημένοις· μὴ γένοιτό μοι ἕτερα ἔχοντι ἐν καρ‐ δίᾳ, ἕτερα δὲ διὰ στόματος προφέρειν· ἐπὶ γὰρ τῷ θεῷ μάρτυρι τοὺς λόγους ποι‐ ούμεθα. οὐ γὰρ ὡς οἱ περὶ τὸν Ἐλιφάτζ, 〈οἳ〉 ἄλλα ἔχοντες ἐν καρδίᾳ ἕτερα διὰ | |
στόματος προφέρουσιν καὶ ἕτερα φθέγγονται χείλεσιν, οὕτω κἀγώ· ὃν γὰρ ἐπίστα‐ | 215 | |
216 | μαι δίκαιον, τοῦτον οὐκ ἂν εἴποιμι ἁμαρτωλόν. πέπεισμαι γάρ, ὡς μέλλει ὁ θεὸς κρῖναι τοὺς ὑπούλως τι λέγειν προθυμουμένους· διόπερ οὐκ ἂν ἐναντία τοῦ νοὸς φθέγξομαι. ἀσεβῆ τοίνυν ἐγὼ ἡγοῦμαι ἄνδρα ἤτοι κατὰ προφορὰν ἤτοι κατ’ ἔννοι‐ αν δοξάζοντα μὴ εἶναι ἐπισκοπὴν ἀνθρώπου παρὰ θεοῦ ἢ τοῦ κατορθοῦντος ἢ τοῦ | |
5 | παρανομοῦντος· ἐν οἷς γὰρ ἂν εὑρεθῇ, ἐν τούτοις παραληφθήσεται καὶ ὑπὲρ αὐτῶν γέρας ἢ κόλασιν λήψεται ἐν ἡμέρᾳ δίκης. 34,12—15 οἴει δὲ τὸν κύριον τὰ ἄτοπα ποιήσειν; ἢ ὁ παντοκράτωρ ταράξει τὸ δίκαιον, ὃς ἐποίησεν τὴν γῆν; τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ’ οὐρανὸν καὶ τὰ ἐν‐ όντα πάντα; εἰ γὰρ βούλοιτο συσχεῖν καὶ τὸ πνεῦμα παρ’ αὐτῷ κατασχεῖν, τελευ‐ | |
10 | τήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, βροτὸς δὲ εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη. τίς γὰρ οὕτω παῖς παντελῶς τὴν διάνοιαν, ὃς περὶ θεοῦ ἄδικον κρίσιν ἐννοή‐ σει τοῦ ποιήσαντος τοιαῦτα στοιχεῖα, φημὶ δὴ τὴν γῆν καὶ τὰ ὑπ’ οὐρανὸν σύμ‐ παντα· οὗτος γάρ ἐστιν ὁ καὶ τὴν ἄψυχον φύσιν τὴν μὲν ἐκτείνας θαυμασίως, τὴν δὲ στηρίξας μεγαλοπρεπῶς. 〈πῶσ〉 ἂν οὖν οὗτος τὸ καλλιστεῦον κτῆμα ἀφανίσῃ τὴν | |
15 | δικαιοσύνην; ἢ τίς ἂν γένοιτο ἀνθρώπων ἐπιστάτης οὐκ οὔσης ταύτης; καὶ ὅρα μοι τὸ σοφὸν τοῦ Ἐλιούς, ὅπως ἐκ τοῦ λεπτομεροῦς καὶ καιρίου ἀρξά‐ μενος τὸ δυνατὸν τοῦ θεοῦ ἀποδείκνυσιν· οὐ γὰρ διὰ πυρὸς οὐδὲ δι’ ὕδατος εἶ‐ πεν μόνον δύνασθαι ἐπάγειν τὴν τιμωρίαν, ἀλλὰ δεῖξαι θέλων, ὅτι γνώμῃ αὐτοῦ κρατεῖται τὰ πάντα καὶ συνέχεται, φησίν· ἐὰν συσχῇ τὸν ἀέρα, διάλυσιν ὑπομε‐ | |
20 | νεῖ πᾶν ζῷον. ἦ γὰρ τὸ φαγεῖν ἢ πιεῖν τεταγμένοις καιροῖς ὥρισται, τὸ δ’ ἀνα‐ | 216 |
217 | πνεῖν καὶ ἕλκειν τὸ πνεῦμα ἀδιαστάτως ἐγρηγορότες καὶ καθεύδοντες 〈ἐκτελοῦ‐ μεν〉. ἐπὰν τοῦτο συσχῇ κατ’ ὀργὴν θεός, τελευτήσει πᾶσα σὰρξ ζῴου οὐκ ἔχουσα διὰ τῶν ἑλκτικῶν πόρων τὸ πνεῦμα τὸ καταψῦχον τὸ ἐν τῇ φύσει ἐναποκείμενον θερμόν. | |
5 | 34,16—17 εἰ μὴ νουθετῇ, ἄκουε ταῦτα, Ἰώβ· ἐνωτίζου φωνὴν ῥημάτων μου, εἰ δὲ σὺ οὐκ οἴει τὸν μισοῦντα τὰ ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώ‐ νιον εἶναι δίκαιον. εἰ γὰρ μισεῖ τοὺς ἀνόμους καὶ τοὺς πονηροὺς ἐξόλλυσιν αἰώνιος ὢν καὶ τὰ πάντα ἐφορῶν, πῶς οὐχὶ δίκαιος εἶναι ὡμολόγηται καὶ ἀδεκάστως ποιούμενος τὰς | |
10 | περὶ τῶν παραβαθέντων ἐξετάσεις; 34,18—19 ἀσεβὴς ὁ λέγων βασιλεῖ· παρανομεῖς, ἀσεβέστατος τοῖς ἄρχουσιν, ὃς οὐκ ᾐσχύνθη πρόσωπον ἐντίμου, οὐκ ἔδωκεν δὲ τιμὴν θέσθαι ἁδροῖς τοῦ θαυ‐ μασθῆναι πρόσωπον αὐτῶν. εἰ οὖν βασιλεῖ τῷ κατὰ γνώμην θεοῦ κρατοῦντι ὁ ἀντιλέγων παρανομεῖ ὡς τὴν | |
15 | κοινὴν εὐνομίαν καὶ εἰρήνην ἀναιρῶν, καὶ εἰ ὁ τοὺς ὑπ’ αὐτῷ ἄρχοντας οὕτω λοι‐ δορῶν ἄδικος ὡς τὰ ἐξ ἀναρχίας κακὰ μηχανώμενος, ὁ θεὸν ἐπιμεμφόμενος τίνος ἂν εἴη ἄξιος ὀνόματος ἐπιψόγου; οὐ μόνον ὁ βασιλεῖ καὶ ἄρχουσιν ἐπαρώμενος ἁμαρ‐ τάνει, ἀλλὰ καὶ ὁ τὸν ἔντιμον μὴ αἰδούμενος μηδὲ περὶ πολλοῦ ποιούμενος τοὺς ἐνδόξους ὥστε θαυμάσαι πρόσωπα μεγιστάνων· τούτους γὰρ καὶ ἁδροὺς ὀνομάζει κα‐ | |
20 | τὰ τὸ εἰρημένον· ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόβον τὸν φό‐ | 217 |
218 | βον, τῷ τὴν τιμὴν τὴν τιμήν. καὶ πάλιν· φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα καὶ μηδετέρῳ αὐτῶν ἀπειθήσῃς· ἐξαπίνης γὰρ τί‐ σονται τοὺς ἐχθροὺς αὐτῶν, τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς ὑποίσει; συνῳδὸν δὲ τούτοις πρὸς τὸ αἰσχύνεσθαι ἡμᾶς τοὺς ἐντιμοτέρους τὸ | |
5 | ὑπὸ Μωυσέως εἰρημένον· ἐκ προσώπου πολιοῦ ἐξαναστήσῃ καὶ τιμή‐ σεις πρόσωπον πρεσβύτου. εἰ δὲ τούτοις τοῖς μὲν ἐξανίστασθαι χρή, τοῖς δὲ ὑπανίστασθαι, πόσῳ μᾶλλον θεῷ τῷ πάντων ἀσυγκρίτως κρείττονι οὔτε καταμέμ‐ φεσθαι οὔτ’ ἐπεγκαλεῖν ὅσιον ἢ δίκης ἐκτός. 34,20 κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαν‐ | |
10 | το γὰρ ἀνόμως ἐκκλινομένοις καὶ ἀδυνάτοις. οἱ βασιλεῖ προσιόντες τραχέως καὶ πλεῖον ἢ δεῖ παρρησιαζόμενοι οὗτοι πειρα‐ θέντες τῆς ἐκείνου κινήσεως ἱκέται καθίστανται ταὐτὰ πάσχοντες οἷα καὶ ὑπὲρ ὧν ἐπρέσβευον. δεηθέντες οὖν οὐδὲν ὀνήσουσι διὰ τὸ αὐθαδὲς αὐτῶν καίπερ χρησάμε‐ νοι τῇ παρρησίᾳ διὰ τὸ ἀδυνάτους καταπονεῖσθαι, καὶ ἐπειράθησαν αὐτῶν διὰ τὸ | |
15 | βασιλεῖ οὕτω προσελθεῖν. 34,21—26 αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράττουσιν οὐδέ ἐστι τόπος καὶ οὐκ ἔστι σκιὰ θανάτου τοῦ κρυβῆναι τοὺς ποι‐ οῦντας τὰ ἄνομα, ὅτι οὐκ ἐπ’ ἄνδρα θήσει ἔτι· ὁ γὰρ κύριος τὰ πάντα ἐφορᾷ, ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. γνω‐ | |
20 | ρίζων αὐτῶν τὰ ἔργα καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται. ἔσβεσεν δὲ ἀσεβεῖς | 218 |
219 | καὶ ὁρατοὶ ἐγένοντο ἐναντίον ἐχθρῶν αὐτῶν. οὐδὲν τὸν θεὸν λέληθεν· οὐδὲ γὰρ χρῄζει κατηγόρου ἢ μάρτυρος πρὸς ἔλεγχόν τινος· γυμνὰ γὰρ αὐτῷ πάντα καὶ λέληθεν αὐτὸν οὐθὲν τῶν πραττομένων. οὐκοῦν οὐδ’ ἀποκρύψει τις τόπος τοὺς ἀσεβεῖς οὐδὲ ᾅδης αὐτοὺς ἐπισκιάσει. εἰ ποιή‐ | |
5 | σει γὰρ ἄνθρωπος ἐν κρυφίοις τι, καὶ ἐγὼ οὐκ ὄψομαι; ἢ κρυ‐ βήσεται ἀπ’ ἐμοῦ τι; ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανόν, ἐκεῖθεν κατ‐ άξω αὐτούς, καὶ ἐὰν καταβῶσιν εἰς τὴν ἄβυσσον, ἐκεῖ ἐντε‐ λοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς. ἀλλ’ οὐκέτ’ ἀμυντῆρσι τότε ἀνθρωπίνοις χρήσεται, ἀλλὰ τῇ ἑαυτοῦ γνώμῃ ἐπάξει αὐτοῖς τὰς τιμωρίας. οἱ γὰρ | |
10 | τὰ ἄνομα ὡς ἐν σκότει πράττοντες καὶ λανθάνειν οἰόμενοι τὸν τὰ πάντα ἐφορῶντα ὡς μὴ ὄντα αἰφνίδιον φανερωθήσονται αὐτοί τε καὶ αἱ πράξεις αὐτῶν. ἰδοὺ γὰρ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ. ὥσπερ δὲ ὁ ἅ‐ ψας λύχνον τὰ ἐν τῷ σκότει ἀποκείμενα δείκνυσι τοῖς παρεστῶσιν, οὕτω τὰ ἐν πα‐ ραβύστῳ τοῖς ἀσεβέσι πεπραγμένα φανερὰ καθίστησιν ὁ θεός, ὃν αὐτοὶ ἀποκρύπτον‐ | |
15 | τες ἐνήργουν τὰ μὴ δέοντα· διόπερ διττῶς βασανισθήσονται, ὅτι τε ἔπραττον τὰ μὴ καθήκοντα καὶ ὅτι πράττοντες οὐκ ἐφορᾶν ᾤοντο τὸν τὰ πάντα εἰδότα πρὸ γενέσεως αὐτῶν. φωραθήσονται δὲ τοῖς ἐχθροῖς αὐτῶν αἰκιζόμενοι καὶ γελασθήσονται τῆς ἀνοίας, σβεσθήσεται δὲ αὐτῶν τὸ φῶς καὶ τὸ γαυρίαμα, ἐφ’ οἷς ἐπεποίθεισαν. τοιαῦτα γὰρ τὰ τέλη τῶν οὐκ εἰδότων τὸν θεόν. ἐγὼ δέ, φησίν, ἐὰν | |
20 | εἴπω ὅτι ἁμαρτωλός εἰμι, πρὸς οἷς οὐ πιστεύομαι {ὅτι} καὶ δόξαν ἐκ τοῦ λέγειν | |
ἀποφέρομαι. τότε μέντοι, ὅτε τὸν ἔλεγχον ἕκαστος ὑπέχει, ὅταν οὔτε ὁ δίκαιος | 219 | |
220 | {μὴ} κρίνων ἑαυτὸν εἴπῃ ὅτι ‘ἁμαρτωλός εἰμι‘ οὔτε ὁ ἁμαρτωλὸς εἴπῃ 〈μὴ κρί‐ νων〉 τὰ καθ’ ἑαυτὸν ὅτι ‘δίκαιός εἰμι‘, πιστευθήσεται· ὁ θεὸς γάρ ἐστιν ὁ κρί‐ νων, οὐκ ἄνθρωπος παραλογισθῆναι δυνάμενος. ἐκ τούτων δείκνυται ὁ Ἐλιοὺς καὶ τὴν εὐσέβειαν πεπαιδευμένος καὶ τὴν δικαι‐ | |
5 | οσύνην τοῦ θεοῦ ἐπιστάμενος καὶ τὸν τῆς ἀναστάσεως λόγον ἠκριβωκὼς καὶ τὸν τῆς κρίσεως γινώσκων. 34,27 ὅτι ἐξέκλιναν ἐκ νόμου θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν. ἠθέτησαν γὰρ τὴν ἔμφυτον περὶ θεοῦ γνῶσιν καὶ τὸ ἑπόμενον ταύτῃ δίκαιον· τῇ μὲν κακονοίᾳ ὕβρισαν, τῇ δὲ εἰς ἀλλήλους ἀδικίᾳ παρωργίσαντο. | |
10 | 34,28 τοῦ ἐπαγαγεῖν ἐπ’ αὐτὸν κραυγὴν πένητος, καὶ κραυγὴν πτωχῶν εἰσακού‐ σεται. καὶ γὰρ ταὐτὰ πείσονται, ἅπερ ἄλλους διέθεσαν. μισοπόνηρος γὰρ ὁ τὰ πάντα ἐφορῶν καὶ ταχὺς εἰς ἄμυναν τῶν καταπονουμένων· δίκαιος γὰρ ὁ κύριος καὶ δικαιοσύνας ἠγάπησεν. | |
15 | 34,29αβ καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; καὶ κρύψει πρόσ‐ ωπον, καὶ τίς ὄψεται αὐτόν; ταύτῃ, φησί, τὰ γινόμενα ὁρᾷ· εἰ δὲ μὴ βούλοιτο ἐπαμῦναι, τίς ἐστιν ὁ ἀναγ‐ | |
κάζων αὐτὸν δικάσαι; καὶ ἐὰν μὴ θέλῃ ἀποκαλύψαι ἀνθρώπου πράξεις, τίς ἂν αὐτοῦ | 220 | |
221 | γνωρίσῃ τὰ ἔργα; εἰ δὲ καὶ ἐπικαλύψει τις ἐκ μετανοίας τὴν ἑαυτοῦ ἁμαρτίαν, οὐκ ἀποκαλυφθήσεται ἄλλῳ οὐδὲ εἰσπραχθήσεται ταύτης δίκην διὰ τὸ μεταγνόντα αὐτὸν ἀποσχέσθαι αὐτῆς. διὸ ἐπιφέρει λέγων· 34,29γ καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου 〈ὁμοῦ〉. | |
5 | 〈κατὰ ἔθνους μὲν ὡς ἐπὶ ..., κατὰ ἀνθρώπου〉 δὲ ὡς ἐπὶ τοῦ Βαλαὰμ τοῦ μάν‐ τεως· ὑπερέθετο γὰρ τὴν κατ’ αὐτοῦ τιμωρίαν εἰς ἕτερον καιρόν. πάλιν δὲ ἐπάγει τιμωρίαν καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὅταν ἐθέλῃ, ὡς ἐπὶ τῆς Σοδομηνῆς πενταπόλεως καὶ ὡς ἐπὶ Ὀζὰ τοῦ ἁψαμένου τῆς κιβωτοῦ ἐπὶ Δαυὶδ τοῦ βασιλέως, 〈ὡσ〉 ἐπὶ τῆς Αἰγύπτου καὶ Φαραὼ τοῦ σκληρύναντος αὐτοῦ τὴν καρδίαν. | |
10 | 34,30 βασιλεύων ἄνθρωπον ὑποκριτὴν ὑπὸ δυσκολίας λαοῦ. ὡς φέρε εἰπεῖν τὸν Ἰεροβοὰμ τὸν τοῦ Ναβὰτ ἐπὶ τὸν Ἰσραὴλ δύσνουν ὄντα πε‐ ρὶ τὸν θεόν, μᾶλλον δὲ κακόνουν, καὶ τοῦ λαοῦ ἀξιοῦντος ὑπὸ τοιούτου ἄρχεσθαι διὰ τὴν ἀσέβειαν αὐτῶν. 34,31—33 ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· εἴληφα, οὐκ ἐνεχύρασα· ἄνευ ἐμαυ‐ | |
15 | τοῦ ὄψομαι, σὺ δεῖξόν μοι· εἰ ἀδικίαν εἰργασάμην, οὐ 〈μὴ〉 προσθήσω, μὴ παρὰ σοῦ ἀποτείσῃς αὐτήν, ὅτι σὺ ἀπώσῃ, ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ. καὶ τί ἔγνως λά‐ λησον. βασιλέα διαγράφει εἴρωνά τινα καὶ ὑποκριτήν, ἁρπάζοντα μὲν τὰ τῶν ὑπηκόων, | |
λέγοντα δὲ ἑκάστῳ· ‘μὴ χαλέπαινε· ἃ γὰρ ἐχρεωστεῖτό μοι ἔλαβον.‘ καὶ διὰ τῶν | 221 | |
222 | τοιούτων τὰ ἔσχατα κατατυραννῶν τοὺς ἀρχομένους οὕτω διατίθεται ὡς μηδὲν φαῦ‐ λον καταπραττόμενος, ἀλλὰ καὶ ἐπαινῶν ἑαυτὸν ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ κατὰ τὸ εἰρημένον· λόγοι κερκώπων μαλακοί, οὗτοι δὲ τύπτου‐ σιν εἰς ταμιεῖα κοιλίας, ‘οὐ συνῆκα‘, λέγει, ‘ὑπόδειξόν μοι τὸ πλημμέ‐ | |
5 | λημά μου, ὅπως μηκέτι τὸ αὐτὸ κατεργάσωμαι ἢ μὴ σὺ ἀντ’ ἐμοῦ δίκας εἰσπράττῃ ὁ μὴ κατεργασάμενος τὸ ἄδικον· εἰ οὕτως ἔχει, μὴ παραιτήσῃ διδάξαι με.‘ ταῦ‐ τα πάντα σὺν εἰρωνείᾳ λέγει ὑποκοριζόμενος ὁ ὑποκριτὴς βασιλεύς. 34,34 διὸ συνετοὶ καρδίᾳ ἐροῦσι ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα οἱ συνετοὶ ζητοῦσι καὶ ὁ σοφὸς ἀνὴρ συνίει τὰ λα‐ | |
10 | ληθέντα. 34,35 Ἰὼβ δέ, οὐκ ἐν συνέσει ἐλάλησας, τὰ δὲ ῥήματά σου οὐκ ἐν ἐπιστήμῃ. οὐκ ἐν ἔργοις αὐτὸν μέμφεται, ἀλλ’ ἐν λόγοις πρὸ καιροῦ τὴν αἰτίαν τῆς πλη‐ γῆς ἐπιζητοῦντα. 34,36—37 οὐ μὴν δὲ ἀλλὰ μάθε, Ἰώβ, μὴ δῷς ἔτι ἀπόκρισιν ὥσπερ οἱ ἄφρονες, | |
15 | ἵνα μὴ προσθῶμεν ἐπ’ ἀνομίαις ἡμῶν, ἁμαρτία δὲ ἐφ’ ἡμῖν ἔσται πολλὰ λαλοῦσι ῥήματα ἔναντι κυρίου. ὡς σύμβουλος ἀγαθὸς δείξας τὴν ἐν τοῖς λόγοις αὐτοῦ δι’ ἐλευθερίαν ἐν οὐ | |
δέοντι καιρῷ παρρησίαν ἄρχεται δι’ ἑτέρου λόγου ἐξεταστικωτέρου. | 222 | |
223 | 35,1—2α Ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· τί τοῦτο ἡγήσω ἐν κρίσει; ἵνα τί οὐκ ὀρθῶς παρὰ σεαυτῷ κέκρικας ἀποκρίνασθαι; 35,2β σὺ τίς εἶ ὅτι εἶπας· δίκαιός εἰμι ἐναντίον κυρίου; τίς γὰρ εἶ σὺ καὶ τίς σου ἡ δικαιοσύνη ὡς πρὸς τὸν θεὸν τὸν εἰς φῶς σε ἐ‐ | |
5 | νεγκόντα καὶ νοῦν σοι καὶ λόγον παρασχόμενον; 35,3—4 ἢ ἐρεῖς· τί ποιήσω ἁμαρτών; ἐγώ σοι δώσω ἀνταπόκρισιν καὶ τοῖς τρι‐ σί σου φίλοις. δικαίως αὐτὸν τοῖς φίλοις συνάπτει ὡς συνθεμένοις καὶ ἑνωθεῖσιν αὐτῷ· ἡττή‐ θησαν γὰρ οὗτοι τῇ ἐναργείᾳ τῶν λόγων τοῦ Ἰώβ. | |
10 | 35,5 ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ. συμβουλεύει αὐτῷ κατανοῆσαι τὰ τοῦ θεοῦ ἔργα καὶ νοῆσαι τὰ κατ’ αὐτόν, καὶ γνόντα τὸ διάφορον θεοῦ συνιδεῖν τὸ ἐν μέσῳ. εἰ {πεν} γὰρ οὐδὲ τὰ νέφη χερσὶν αὐτῷ ψηλαφητὰ τοσοῦτον κεχωρισμένα, πῶς ἂν ἡ τούτων σύστασις αὐτῷ κατανοηθήσε‐ ται μὴ αὐτοῦ ὑποδεικνύοντος, ἐπείπερ καὶ ὁ Ἀβακοὺμ ἐνιδὼν τοῖς θαυματουργή‐ | |
15 | μασι καὶ θαυμάσας τὸν τούτων γενεσιάρχην φησίν· κύριε, κατενόησα τὰ ἔρ‐ γα σου καὶ ἐξέστην. καὶ ὁ Δαυὶδ ὑπερεκπλαγεὶς τὸ κάλλος τοῦ κόσμου ἀν‐ υμνῶν τὸν κοσμοποιὸν ἔλεγεν· ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε, πάν‐ | |
τα ἐν σοφίᾳ ἐποίησας. | 223 | |
224 | 35,6—7 εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ ἠνόμησας πολλά, τί δύνασαι ποιῆ‐ σαι; καὶ εἰ δίκαιος εἶ, τί δώσεις αὐτῷ ἢ τί ἐκ χειρός σου λήψεται; οὔτε ἡ ἁμαρτία σου πρὸς τὸν θεὸν φθάνει οὔτε ἡ δικαιοσύνη σου ἐκεῖνον ὠφε‐ λήσει. τίνος γὰρ ἐκεῖνος ἐν χρείᾳ καθέστηκεν ὁ τὸ εἶναι τοῖς πᾶσι χαρισάμενος; | |
5 | κἂν γὰρ ἁμάρτῃς, ἐκείνου συγχωροῦντος, κἂν ᾖς δίκαιος, ἐκείνου ὑποδείξαντος κατώρθωσας. μὴ οὖν μέγα φρόνει ὡς ἀφ’ ἑαυτοῦ ἔχων τὸ εἶναι ἢ παρ’ ἑαυτοῦ τὸ εὖ εἶναι μὴ δυνάμενος ἄνευ τῆς ἐκείνου ἐπιστασίας φυλαχθῆναι ἢ φυλάξασθαί τι. 35,8 ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. ἀντὶ τοῦ· καὶ τὸ κακόν σου καὶ τὸ ἀγαθόν σου σοὶ ἀλλ’ οὐ πρὸς τὸν θεόν· οὔ‐ | |
10 | τε γὰρ ἀδικηθήσεται ἀσεβούμενος οὔτε εὐεργετηθήσεται εὐσεβούμενος, ἀλλ’ ἡμεῖς ἐσμεν οἱ παρ’ αὐτοῦ εἰς ἑαυτοὺς ἢ τιμωρίαν ἢ πολυπληθίαν ἀγαθῶν ἐφελκόμενοι, τὸ μὲν κακονοίᾳ, τὸ δὲ τῇ περὶ αὐτὸν εὐνοίᾳ. 35,9 ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολ‐ λῶν. | |
15 | οἱ ἰσότιμοι, οἱ ὁμόφυλοι ἄνθρωποι πρὸς ἀνθρώπους τὴν μάχην αἴρονται καὶ κα‐ ταδυναστεύει τὸ πλῆθος τὸν ἕνα. οὐκοῦν τὸν θεὸν οὐδεὶς δύναται διαθεῖναί τι κακὸν ἢ ἀγαθόν, ἀλλ’ ἑαυτόν· βαλών, γάρ φησί τις, λίθον εἰς ὕψος ἐφ’ | |
ἑαυτὸν βάλλει. | 224 | |
225 | 35,10 καὶ οὐκ εἶπον· ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας ἡμᾶς, ὁ κατατάσσων φυλα‐ κὰς νυκτερινάς; οἱ τοὺς πλησίον ἀδικοῦντες οὐκ ἐμνήσθησαν τοῦ θεοῦ οὐδὲ τὴν αὐτοῦ διοίκη‐ σιν καὶ τὴν τῶν ὄντων τάξιν ἐπεσκέψαντο οὐδ’ εὐθέσιν ὀφθαλμοῖς εἶδον τὸν κόσ‐ | |
5 | μον καὶ τὸν τούτου γενεσιάρχην τὸν θεὸν κατεπλάγησαν, ἀλλ’ ὡς ἐν ἀπροστατεύ‐ τοις διάγοντες ἔφθειρον ἀλλήλους καὶ ὑπ’ ἀλλήλων ἐφθείροντο, ἢ ὡς λύκοι ἁρπά‐ ζοντες τὰ ἀλλότρια ἢ ὡς ἵπποι θηλυμανοῦντες ἢ ὡς ὄφεις δάκνοντες ἢ ὡς σκορ‐ πίοι πλήττοντες. 35,11 ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ σοφί‐ | |
10 | ζων με. ὁ τὴν τοσαύτην ἡμῶν κηδεμονίαν ποιησάμενος {ὡς} θεὸς ὡς μηδὲ νυκτὸς ὀλιγω‐ ρεῖν τῆς ἡμετέρας φυλακῆς καὶ ἀπὸ τῶν θηρίων ἡμᾶς ἀφορίζων· οἱ τοσαύτης προ‐ νοίας τυχόντες οὐκ ἐφυλάξαμεν ὅπερ ἐγενόμεθα ἄνθρωποι, ἀλλὰ τρόπους θηρίων ἀναλαβόντες κατ’ ἀλλήλων γεγενήμεθα παροργίζοντες τὸν θεόν, ἐπισπώμενοι δὲ | |
15 | τὴν δίκην καθ’ ἑαυτῶν. 35,12—14α ἐκεῖ κεκράξονται καὶ οὐ μὴ εἰσακούσῃ ἀπὸ ὕβρεως πονηρῶν. ἄτοπα γὰρ ἰδεῖν οὐ βούλεται ὁ κύριος· αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστιν ἁπάντων τῶν συντελούντων τὰ ἄνομα, ὃς σώσει με. | |
ὅταν γὰρ ἐπάξῃ ἐπὶ τοὺς ἀδίκους τὴν κρίσιν, κεκράξονται καὶ οὐκ ἔσται ὁ | 225 | |
226 | βοηθήσων, ὃν τρόπον καὶ αὐτοὶ τοὺς ἀδικουμένους ὑπ’ αὐτῶν καὶ βοῶντας οὐκ ἐπε‐ στράφησαν, ἀλλ’ ὑπὸ πονηρίας 〈ἀπεστράφησαν〉 ἐξυβρίζοντες εἰς τὴν κοινὴν φύσιν. ὁ δὲ θεὸς οὔτε ἄτοπα βούλεται γίνεσθαι μισοπόνηρος ὢν οὔτ’ ἀνθρώπους εἰς τιμω‐ ρίαν ἐκδίδοσθαι ὡς ἀγαθός (ἐλεήμων γὰρ καὶ οἰκτίρμων, μακρόθυμος | |
5 | καὶ πολυέλεος), ἀλλ’ ἑαυτοῖς ἐφέλκονται τὴν ὀργὴν δρῶντες τὰ ἄτοπα καὶ τὸν θεὸν λήσειν ὑπολαμβάνοντες τὸν ἐπιστάμενον αὐτῶν πάντα τὰ ἔργα πρὶν αὐτοὺς γε‐ νέσθαι καὶ τὰς πράξεις ἐφορῶντα. οὐκοῦν δίκαιος ὢν τοὺς μὲν ἐξ ἀνοίας ἁμαρτά‐ νοντας κολάζει καὶ τοὺς ἐπιστρέψαντας σωτηρίας ἀξιοῖ. οὐ βούλεται γὰρ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. | |
10 | 35,14β κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι ὡς ἔστιν. εἰ γὰρ ὅσον ὀφείλεις οὐκ ἰσχύεις αὐτὸν αἰνέσαι (πᾶν γὰρ τὸ παρὰ σοῦ μικρὸν πρὸς τὴν ἐκείνου ἀξίαν), πῶς ἂν οἷός τε εἶ ἐπισκῆψαί τινι τῶν αὐτῷ δεδογμένων. 35,15 καὶ νῦν, ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ καὶ οὐκ ἔγνω παρα‐ πτώματι σφόδρα. | |
15 | οὐ γὰρ γινώσκει τις, ποίῳ λόγῳ τὴν δίκην ἐπάγει. πῶς ἂν οὖν ἐπισκήψῃ τις τῷ μηδὲν ἀδίκως ποιοῦντι, ἀλλὰ πάντα κρίσει καὶ δικαιοσύνῃ, καὶ ἐν μηδενὶ δι‐ αμαρτάνοντι; 35,16 καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει. | |
ἀγνοῶν φθέγγεται βαρέα ῥήματα πρὸ καιροῦ βιαζόμενος κρίσιν ἀνακαλύψαι θεοῦ. | 226 | |
227 | καὶ ταῦτ’ εἰπὼν πάλιν ἀρχὴν ποιεῖται ἑτέρου λόγου. 36,1—4α Προσθεὶς δὲ Ἐλιοὺς ἔτι λέγει· μικρόν με μεῖνον ἔτι, ἵνα σε δι‐ δάξω· ἔτι γάρ μοι ἔνεστιν λέξις. ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρῶ ἐπ’ ἀληθείας. | |
5 | δέξαι με μικρόν· ἔτι γὰρ ἔχω λόγους σοί τινας ἐξαγγεῖλαι οὐκ ἀπᾴδοντας ἀλη‐ θείας, οὓς ἀνακεφαλαιωσάμενος ἀπ’ ἀρχῆς σοι λέγω οὐδὲν παρ’ ὃ ἐν διανοίᾳ ἔχω φθεγγόμενος, ἀλλ’ αὐτά σοι ἐκεῖνα ἐκφαίνων. 36,4 καὶ οὐκ ἄδικα ῥήματα ἀδίκως συνιείς. οὐ γὰρ ἀνδρὸς συνετοῦ ὑπόκρισις, ἀλλ’ ἃ φρονεῖ τις, ταῦτ’ ὀφείλει καὶ λέ‐ | |
10 | γειν. ταῦτα δὲ πρὸς τοὺς φίλους ἀποτεινόμενος λέγει, ὅτι ἄλλα περὶ αὐτοῦ λογι‐ ζόμενοι ἐναντία προὔφερον ῥήματα. 36,5—10α γινώσκω δέ, ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον· δυνατὸς ἰσχύι καρδίας ἀσεβῶν οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχῶν δώσει. οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ καὶ μετὰ βασιλέων εἰς θρόνον καθιεῖ αὐτοὺς καὶ εἰς νῖ‐ | |
15 | κος ὑψωθήσονται. καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας, καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν ὅτι ἰσχύ‐ σουσιν, ἀλλὰ τοῦ δικαίου εἰσακούσεται. ὃ λέγει τοιοῦτόν ἐστιν· ἐγὼ οὐδὲν ὧν νοῶ παραφθείρας λέγω, ἀλλ’ ὡς νοῶ οὕ‐ | |
τως ἐκφθέγγομαι εἰλικρινῶς τὸ ἔργον τοῦ νοῦ. εἰδέναι γάρ σε βούλομαι, 〈ὡσ〉 | 227 | |
228 | τὸν ἐκτὸς κακίας ἀτεχνῶς φθεγγόμενον οὐ μὴ ἀποποιήσηται ὁ θεὸς ὁ δυνατός, τοὺς δὲ ἀσεβεῖς οὐκ ἐλεήσει· οὐ γὰρ ἄκριτος αὐτοῦ ὁ ἔλεος, ἀλλ’ ἐξητασμένος. δίδω‐ σι δὲ ἑκάστῳ τὰ ἐπίχειρα, κἂν πένης τις ᾖ, κἂν πλούσιος· ὥσπερ γὰρ κολάζει τοὺς παρανομοῦντας (πρόσωπον γὰρ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ | |
5 | ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν), οὕτω τοὺς κατορθοῦντας εὐεργετῶν οὐκ ἀφαιρεῖ ἀπ’ αὐτῶν ποτε τοὺς τῆς προνοίας ὀφθαλμούς, ἐπείπερ ὀφ‐ θαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, τοῦ καθίσαι αὐτοὺς εἰς νῖκος ἐνδόξους καὶ ἀναδεῖξαι αὐτοὺς περιβλέπτους. ἀλλὰ καὶ τοὺς ἐν χειροπέδαις δεσμίους ἐπισκεψάμενος ἐλευθέρους ἀφίησι τῶν δεσμῶν | |
10 | διὰ τὴν πρὸς αὐτὸν εὔνοιαν, καὶ πάλιν αὐτοὺς ἐν παιδείᾳ ἐπιστρέψει. ὅτε δὲ δόξωσιν ἐν ἀκμῇ εἶναι τοῦ μεγέθους αὐτῶν οἱ ἀσεβεῖς, τότε αὐτοῖς μὲν ἀνταπο‐ δώσει τὰ ἔργα αὐτῶν, τοῖς δὲ δικαίοις ἀποτίσει καρπὸν αὐτῶν. 36,10β—11 καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας· ἐὰν ἀκούσωσι καὶ δου‐ λεύσωσι, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρε‐ | |
15 | πείαις. ἐὰν δὲ ἐπιστρέψωσι καὶ τῷ θεῷ δουλεύσωσιν, οὐ κόλασιν ἔτι, ἀλλὰ σωτηρίαν λήψονται καὶ ζωὴν αἰώνιον καὶ δόξαν εὐπρεπείας. 36,12 ἀσεβεῖς δὲ οὐ σῴζει διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς εἰδέναι τὸν κύριον | |
καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν. | 228 | |
229 | οὔτε γὰρ ἀφ’ ἑαυτῶν ἔγνωσαν τὸν θεὸν οὔτε ἑτέρου ὑποδεικνύοντος αὐτοῖς ἐπ‐ ακοῦσαι ἠθέλησαν διὰ κακόνοιαν· οὔτε γὰρ ἐκ τοῦ φυσικοῦ κριτηρίου οὔτε ἐκ τῆς ἑαυτῶν κατασκευῆς οὔτε ἐκ τῆς τοῦ κόσμου θεωρίας ἐπέγνωσαν τὸν τῶν ὅλων θεόν. καίτοι τῆς ψυχῆς ἐχούσης τὴν περὶ αὐτοῦ εἴδησιν καὶ τῆς συνθέσεως τὸν συνθέτην | |
5 | μηνυούσης καὶ τοῦ κόσμου τὸν κοσμοποιὸν κηρύττοντος οὐδενὶ τούτων ἐπέβαλον τὸν νοῦν πηρώσαντες ἑκουσίως τὸ ὄμμα τῆς ψυχῆς αὐτῶν. δέον γὰρ αὐτοὺς λογίσασθαι, ὅτι πᾶν σύνθετον οὐχ ὑφ’ ἑαυτοῦ συντέθειται ἀλλ’ ὑφ’ ἑτέρου· οὔτε γὰρ οἶκος ἄνευ οἰκοδόμου οὔτε ναῦς ἄνευ ναυπηγοῦ οὔτε ἱμάτιον ἄνευ ὑφάντου οὔτε κόσμος ἄνευ τοῦ κοσμοῦντος. εἰ δὲ τὸ γινόμενον οὔτε ὑπὸ ἴσου οὔτε ὑπ’ ἐλάττονος γί‐ | |
10 | νεται, κρείττων δὲ πάντων ἀσυγκρίτως ὁ θεός, ἄρα τῶν ὄντων αἴτιος καὶ προνοη‐ τής. ἐπείπερ οὔτε τάξις ἄνευ τοῦ τάττοντος οὔτε λύρα εὔρυθμον φθόγγον ἀποδί‐ δωσιν ἄνευ μουσουργοῦ, οὐκοῦν οὐδὲ τὰ ὄντα ὑπῆρχεν 〈ἂν〉 ἄνευ τοῦ παράγοντος αὐτὰ θεοῦ οὐδ’ ἂν γενόμενα διέμεινε μὴ τῆς αὐτοῦ προνοίας ἐφεστηκυίας καὶ δια‐ νεμούσης ἑκάστῳ τὰ πρόσφορα, τοῖς μὲν νοητοῖς τὴν φυλακήν, τοῖς δὲ ζῴοις τὴν | |
15 | διαδοχήν, τοῖς δὲ ἀψύχοις τὴν διαμονήν, καὶ τοῖς μὲν παρεχόμενος τροφὴν σῖτον, τοῖς δὲ χιλόν, τοῖς δὲ πόαν, ἄλλοις σπέρματα, ἄλλοις κρέα, κατὰ τὸ εἰρημένον· πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαι‐ ρον. ὧν οὐδὲν οἱ ἀσεβεῖς λογισάμενοι ἐνδίκως εἰσπραχθήσονται δίκην. 36,13 καὶ ὑποκριταὶ καρδίᾳ τάξουσι θυμόν, οὐ βοήσονται ὅτι ἔδησεν αὐτούς. | |
20 | οἱ ἐν ταῖς καρδίαις ἕτερα φρονοῦντες παρ’ ὃ φθέγγονται ἑαυτοῖς τὰ κακὰ σω‐ | 229 |
230 | ρεύουσι καὶ ἀποφάσει ὑποβληθέντες δεηθῆναι οὐ δυνήσονται· οὐ γὰρ ἕξουσι παρ‐ ρησίαν. 36,14—15α ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ τιτρωσκομένη ὑπὸ ἀγγέλων, ἀνθ’ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον. | |
5 | ἢ νεώτεροι, φησίν, ὄντες αἰφνίδιον τελευτησάτωσαν ἢ αἱ ψυχαὶ αὐτῶν ἀγήρως κολασθήσονται· ἀεὶ νεάζον ἔ〈σται〉 αὐτοῖς τὸ τιμωρητικὸν πῦρ κατὰ τὸ εἰρημέ‐ νον· ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσται αὐτοῖς ἐν αἰσθήσει τὸ κολαστήριον. ταῦτα πείσονται ποινὴν εἰσπραττό‐ μενοι ὧν ἑτέρους κακῶς εἰργάσαντο, οὐδ’ ἀνταίρειν χεῖρας ἐξ ἀσθενείας δυνά‐ | |
10 | μενοι. 36,15β κρίμα δὲ πραέων ἐκθήσει. ἡσύχιον, ἐπιεικές, κοῦφον τὸ πρόσταγμα τοῦ θεοῦ. 36,16—21 καὶ πρὸς ἐπεὶ ἠπάτησέν σε ἐκ στόματος ἐχθροῦ, ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς, καὶ κατέβη τράπεζά σου πλήρης πιότητος, καὶ οὐχ ὑστερήσει ἀπὸ | |
15 | δικαίων κρίμα, θυμὸς δὲ ἐπ’ ἀσεβεῖς ἥξει δι’ ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ’ ἀδικίαις. μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἀδυνάτων ἐν ἀνάγκῃ ὄντων, ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄνομα, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχὺν μὴ ἐξελκύσῃς τοῦ ἀναβῆναι λαοὺς ἀντ’ αὐτῶν, ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα· ἐπὶ τούτων γὰρ ἐξεί‐ | |
λου ἀπὸ πτωχείας. | 230 | |
231 | ὡς τό· 〈τίσ〉 πορεύσεται καὶ ἀπατήσει μοι τὸν Ἀχαάβ, καὶ ἀναβήσεται εἰς Ῥαμὼθ Γαλαὰδ καὶ πεσεῖται ἐκεῖ· οὕτω καὶ ἐν τούτῳ δίκην ἀπαιτήσει τοὺς ἀσεβεῖς διὰ τῶν ὁμοίων αὐτοῖς, ὡσπεροῦν κἀκεῖ διὰ τοῦ ψευδολόγου πνεύματος τὸν Ἀχαὰβ ὀλέθρῳ παραδέδωκεν διὰ τὴν δυσσέβειαν αὐ‐ | |
5 | τοῦ· τοιαῦτα γὰρ τὰ ἐπίχειρα τῶν παρανόμων. ὥσπερ δὲ ποταμὸς παρασύρων θεμέ‐ λια ἐπιπόλαια ὄντα ἀλλ’ οὐ πάγια, οὕτως οὐκ ἔσται βάσις τοῖς ἀσεβέσιν οὔτε στάσις τις, ἐπειδὴ λήμμασιν ἀδίκοις ἐπανεῖχον τὸν νοῦν καὶ τὰς χεῖρας ἐπ’ ἀδί‐ κοις ἐξέτειναν. καὶ μετὰ τὸ δέξασθαι τὰ τῶν φερόντων δῶρα ἐν ταῖς διαδικασί‐ αις προδόται τοῦ δικαίου καθίστανται οὐ τῷ εὐλόγῳ προσέχοντες, ἀλλὰ τῷ τὰ ξέ‐ | |
10 | νια διδόντι κατὰ τὸ εἰρημένον· ξένια καὶ δῶρα ἀποτυφλοῖ. σὺ δὲ μένε ἀκλινής, μή ποτε λογισάμενος πρᾶξαί τι ἐν τῷ κόσμῳ τούτῳ ἄδικον αἰφνίδιον μετ‐ ενεχθεὶς ἐνθένδε καὶ τούτων ἐκτὸς εὑρεθεὶς φέρων σαυτὸν ὑποθῇς τῇ κολάσει. τοῦτο γὰρ πείσονται, ὅσοι ἑαυτοῖς ἀλλ’ οὐκ εἰς θεὸν ἐθησαύρισαν. σὺ δὲ ἐὰν ἐκ‐ τείνῃς τῷ πένητι χεῖρα εἰς τὸ μεταδοῦναί τι, σαυτὸν μὲν ὤνησας, ἀλλ’ οὐκ ἐκ | |
15 | τῆς πενίας αὐτὸν ἐρρύσω. 36,22—23 ἰδοὺ γὰρ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ· τίς γάρ ἐστιν κατ’ αὐτὸν δυνάστης; τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα ἢ τίς ὁ εἰπών· ἔπραξεν ἄ‐ δικα; ὁ θεός, γάρ φησι, τὴν ὑπομονὴν τῷ πένητι δίδωσι δυνατὸς ὢν ἐπικουφίσαι αὐ‐ | |
20 | τῷ τὴν ἔνδειαν καὶ τὰ ὀλίγα ὡς πολλὰ πρὸς κόρον παρασχέσθαι καὶ τὰς πλείονας | 231 |
232 | ὀρέξεις ἀμβλῦναι καὶ νευρῶσαι τὴν φύσιν ἅτε δημιουργός. τίς γὰρ ἂν αὐτοῦ ἐφ’ οἷς ποιεῖ λογιστεύσῃ; οὐδέ ἐστί τις ἔξωθεν τῆς αὐτοῦ ἐξουσίας. τὰ γὰρ ὑπ’ αὐ‐ τοῦ γενόμενα τῇ ἑαυτοῦ γνώμῃ σαλεύει· οὐ γὰρ ἔχει φύσιν τὸ αἰτιατὸν τῷ αἰτίῳ ἐγκαλεῖν. | |
5 | 36,24—25 μνήσθητι οὖν, Ἰώβ, ὅτι μεγάλα αὐτοῦ ἐστι τὰ ἔργα, ὧν ἤρξαν ἄν‐ δρες· πᾶς ἄνθρωπος εἶδεν αὐτά, ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί. ἀναλόγισαι, ὡς θαυμαστὰ τοῦ θεοῦ τὰ ἔργα, ἅπερ οἱ πρὸ σοῦ θεασάμενοι ἐξε‐ πλάγησαν, Ἐνώχ, Νῶε, ὁ πατὴρ ἡμῶν Ἀβραάμ. πᾶς γὰρ ἄνθρωπος ἐξ ἑαυτοῦ ἔχει ὑπόμνημα καὶ ἐν ἑαυτῷ τὴν τοῦ δημιουργοῦ αὐτοῦ γνῶσιν, ὅσοι ἐξ εὐνοίας κεν‐ | |
10 | τοῦνται ἀναλογίσασθαι, τίς καὶ ποταπὸς ὁ τόδε τὸ πᾶν συστησάμενος θεός, κατὰ τὸ εἰρημένον· ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. καὶ πάλιν· τὰ γὰρ ἀόρατα αὐ‐ τοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ σοφία. | |
15 | ταύτην γὰρ τὴν νόησιν τρῶσιν ὀνομάζει, οὐ πληγὴν αὐτὴν λέγων, {ἀλλ’} ὡς ἂν εἴποι τις 〈τὴν〉 αἴσθησιν. σύνηθες δὲ τῇ γραφῇ τὴν τοιαύτην θεωρίαν τρῶσιν ὀ‐ νομάζειν, ὡς ὅταν λέγῃ· στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ, τὴν πρὸς τὸν νυμφίον Χριστὸν διάθεσιν τρῶσιν αὐτῆς εἶναι ἡ ἐκ‐ κλησία φάσκουσα. ὁμοίως οὖν καὶ ὁ Ἐλιοὺς λέγει· πᾶς ἄνθρωπος εἶδεν αὐ‐ | |
20 | τά, ὅσοι τιτρωσκόμενοί εἰσι βροτῶν. | 232 |
233 | οἱ δὲ Σύροι οὐ τοῦτο εἶναι βούλονται τὸ ῥητόν, ἀλλ’ ὅτι, φησί, πᾶς ἄνθρωπος φθαρτός ἐστιν. διὰ τοῦτο ὅσοι τιτρωσκόμενοι ἀντὶ τοῦ· φθειρόμενοι καὶ διαλυόμενοι. 36,26 ἰδοὺ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέ‐ | |
5 | ραντος. τὰ μὲν αὐτοῦ δημιουργήματα αὐτῷ πεπεράτωται, αὐτὸς δὲ οὐδενὶ οὐδὲ ἑαυτῷ, ἄναρχος ὢν καὶ ἀτελεύτητος· σὺ γὰρ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. 36,27—28Α ἀριθμηταὶ δὲ αὐτῷ ὑετοῦ σταγόνες καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νε‐ | |
10 | φέλην, ῥυήσονται παλαιώματα, γνοφωθήσονται ἐπ’ ἀνθρώπους πολλούς, ἐσκίασε νέφη ἐπὶ ἀμυθήτων βροτῶν· ὥραν ἔθετο κτήνεσιν καὶ οἴδασι κοίτης τάξιν. οὐκ ἀπὸ πείρας ἔχει τὴν τούτων γνῶσιν ὡς ἀριθμῷ κεχρῆσθαι οἷον ἕνα δύο τρεῖς, ἀλλὰ γὰρ καὶ πρὶν ὑποστήσεται εἶχεν τὴν τῶν γινομένων γνῶσιν, γνῶσις ἄναρχος ὢν καὶ θεὸς ἀγένητος. ἐπ’ αὐτοῦ μόνου ἔσται ἀληθές· | |
15 | οἶδα ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης, καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω. ὁ γὰρ τὸν Κροῖσον ἐξαπατῶν ταῖς λοξαῖς προρρήσεσιν ἐψεύδετο ἑαυτῷ ταῦτα μαρτυ‐ ρῶν. ὁ γὰρ τούτων δημιουργὸς οὗτος ἔχει καὶ τὸν ἀριθμὸν αὐτῶν ἀκριβῆ, οὐκ ἐξ | |
ἀριθμητικῆς ἐπιστήμης, ἀλλ’ ἐξ ἀνάρχου θεωρίας. αὐτὸς γὰρ γνῶσις ὢν καὶ οὐσία | 233 | |
234 | ἀγένητος ἐξ ἀρχῆς βουλήσει τὰ μὴ ὄντα εἰς τὸ εἶναι παρήγαγεν, ἃ καὶ πρὶν ποι‐ ήσῃ ἠπίστατο· γνωστὰ γάρ ἐστι, φησί, τῷ θεῷ ἀπ’ αἰῶνος πάντα τὰ ἔργα αὐτοῦ. καὶ πάλιν· σὺ ὁ θεὸς ὁ οὐράνιος ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. καὶ πάλιν· σὺ ἔγνως τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. | |
5 | οὐκοῦν αὐτῷ γινώσκεται ὕψος οὐρανοῦ καὶ πλάτος γῆς, καὶ ἄβυσσος καὶ αἰὼν αὐτῷ ἠρίθμηται, ἔτι τε σταγόνες ὑετοῦ· αὐτοῦ γὰρ γνώμῃ συνδρομὴ νεφῶν· συνάγων γὰρ ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀ‐ βύσσους. αὐτοῦ τῇ βουλήσει ἐκχεῖται ταῦτα ἐπὶ τὴν γῆν· φησὶ γάρ· ὁ προσ‐ καλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώ‐ | |
10 | που πάσης τῆς γῆς, κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. κατενεχθήσεται οὖν ἐκ νεφῶν ὕδωρ καὶ παλαιωθήσονται· ῥυήσονται γὰρ πα‐ λαιώματα. οὗτός ἐστιν ὁ προστάττων νεφοῦσθαι τὸν ἀέρα ἀνθρώποις ἐκ τῆς πυκνώσεως τῶν νεφῶν κατὰ τὸ εἰρημένον· ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερ‐ ῷα αὐτοῦ, σκιᾶς τρόπον ἐκτείνων τῷ κόσμῳ καθάπερ δέρριν τὰ νέφη, ὡς νυκτὸς | |
15 | μηδὲν ἀπᾴδειν τὴν φανοτάτην ἡμέραν. οὗτός ἐστιν ὁ καὶ τοῖς ἀλόγοις τάξιν θέμενος καὶ ὥρας κινήσεως χαρισάμενος· ἐν γὰρ τῇ φύσει τὴν φυσικὴν φυλακὴν αὐτοῖς ἐδωρήσατο αἴσθησιν αὐτοῖς παρασχό‐ μενος. ἀνθρώποις δὲ ἐκ μελέτης καὶ πείρας καὶ μαθήσεως διὰ τοῦ λόγου καὶ κρί‐ σεως αὐτοὺς μεμοιρᾶσθαι 〈...〉. διὸ νεβρὸς μὲν γεννηθεὶς αἰσθήσει γινώσκει | |
20 | τὴν πηγὴν τοῦ γάλακτος, ὡσαύτως καὶ σκύμνος λέοντος καὶ πῶλος ἵππου καὶ δαμα‐ | 234 |
235 | λὶς βοός, διὰ τὸ ἄλογον τῆς φύσεως· εἰ μὴ γὰρ αἴσθησιν ἐγκατεβεβλήκει, διε‐ φθείροντο δι’ ἀλογίαν. ὡσαύτως κἀπὶ τῶν ἄλλων ἴσασιν οἱ νεοσσοὶ τὰς μητέρας καὶ τῆς φωνῆς ἐπαΐουσι, καὶ αἱ μέλιτται τοὺς σίμβλους. ἄνθρωπος δὲ γεννηθεὶς εὐθὺς ἄναυδός ἐστι καὶ σκώληκος οὐδὲν διαφέρων ἢ τῷ κλαυθμυρεῖσθαι· οὕτε δὲ | |
5 | προσδραμεῖν τῇ θηλαζούσῃ οὔτε ἀναπηδᾶν οἷός τε, εἰ μὴ ἡ μήτηρ ἀγκαλισαμένη προσενέγκοι τῷ μαζῷ. τοῦτο δὲ γίνεται οὐκ ἐπειδὴ κρείττονα τὰ ἄλογα τῶν λογι‐ κῶν, ἀλλ’ ἐπειδὴ ἐκείνοις μὲν δι’ ἀλογίαν ἤρκησεν ἡ αἴσθησις, ἀνθρώποις δὲ ὁ λόγος ἱκανὸς πρὸς φυλακὴν καὶ ἀνατροφὴν τοῦ τεχθέντος. αὐτίκα τοῖς ἀλόγοις εἰς τὸ περισῴζεσθαι δέδωκε κατάδυσιν εἰς γῆν, ἄντρον | |
10 | εἰς καταφυγήν, πτῆσιν εἰς ἀέρα, ὠκύτητα ποδῶν, αἴσθησιν ὀξυτέραν, τροφὴν εὐ‐ μαρεστέραν, τάχος πρὸς φυγήν· ἀνθρώποις δὲ ὡσανεὶ λογικοῖς σοφίαν δεδώρηται οἰκοδομεῖν οἰκίας, πόλεις συνιστᾶν, ὄχλους συγκροτεῖν, τροφὴν τὴν ἥμερον πέτ‐ τειν, τεταγμένως ἐσθίειν, νόμῳ τὰς μίξεις ποιεῖν, λόγῳ τὰς ἀνατροφὰς παίδων, καὶ πόνῳ πολλῷ ἀρούρας σπείρειν, φυτεύειν πλεῖν ἐμπορεύεσθαι, νόμους συνιστᾶν, | |
15 | ἱερεῖς χειροτονεῖν, βασιλεῖς ἐγείρειν, διδασκάλοις προσέχειν, τὴν βραδυτῆτα ἵπποις παραμυθεῖσθαι, τὰς μετακομιδὰς ἀχθοφόροις καὶ κάνθωσιν ἐπιπονεστάτοις, ἁμάξαις καὶ ὀχήμασιν ἐφευρεῖν. ναῦν ἐτεκτήνατο, ἄροτρον ἔπηξεν, ὑφαντικὴν εὕρε‐ το, χαλκείαν κατέδειξεν· κρατεῖ λεόντων ἄρκτων παρδάλεων συῶν μὴ θυμούμενος, κατάγει ὄρνεον ἐξ ἀέρος μὴ ἀνιπτάμενος, ἀνάγει ἰχθὺν ἐκ θαλάττης μὴ καταδυό‐ | |
20 | μενος. χρυσὸν καὶ ἄργυρον καὶ χαλκὸν καὶ σίδηρον μόλιβδον κασσίτερον ἐκ τῶν | 235 |
236 | λαγόνων τῆς γῆς ἀνωρύξατο, λίθους Ἰνδικοὺς καὶ πέπλον τὸ ἐκ Σηρῶν σκωλήκων ὂν γένημα ἐξεῦρεν, καὶ τῆς θαλαττίας κόχλου τὸ αἷμα πολυπραγμονῶν ἔσχεν τὸ εὐαν‐ θὲς τῆς πορφύρας. οὐκ ἔλαθεν αὐτὸν πῖνα, οὐ κατεκρύβη αὐτὸν ὁ βόμβυξ, καὶ οὐκ ἔφυγεν αὐτὸν τὰ διάφορα τῶν βυσσοποιῶν χρώματα οὐδὲ τὰ ποικίλα τῶν ἀρωμάτων, | |
5 | οὐκ Ἰνδικοὶ κόκκοι, οὐχὶ ποῶν τὰ ἄνθη, οὐ τῶν ῥιζῶν αἱ δυνάμεις, οὐ τῶν ἑρπε‐ τῶν αἱ ἐνέργειαι, οὐχὶ ἰχθύων ἢ ὀρνίθων ποικιλία, οὐ τῶν βλαβερῶν ἡ ἀποφυγή, οὐ τῶν προσφόρων ἡ χρῆσις, οὐχ ἡ ἐξ ἰατρικῆς ὑγίεια, οὐχὶ τῶν μελιττῶν ἡ ἐργα‐ σία, οὐ τοῦ γάλακτος τὸ προσηνές, οὐ τῶν ἀκροδρύων τὸ πολυσχιδές, οὐχ αἱ τού‐ των ποιότητες. | |
10 | οὗτος ποιμαίνει, ἀγελαρχεῖ, οἶς νέμει, βουκόλος γίνεται, ἡνίοχος ἱππεὺς ἐ‐ λεφαντάρχης στρατηγός· οὗτος προνοεῖ γυναικὸς παίδων οἰκείων ζῴων ἐνεργῶν τῶν πρὸς ὑπηρεσίαν αὐτῷ παρὰ θεοῦ δοθέντων. περὶ τούτου εἴρηται· ἠλάττωσας αὐ‐ τὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, πάντα ὑπ‐ | |
15 | έταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. 36,28Β ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος; ταῦτα πάντα, φησίν, ἐννοῶν οὐ καταπλήττῃ τὸν οὕτως ἀνθρώποις καθυποτάξαντα | |
τὴν κτίσιν καὶ κόσμου κόσμον ποιήσαντα τὸν ἄνθρωπον; πῶς δὲ οὐχὶ ὅλος τρόπον | 236 | |
237 | τινὰ γίνῃ μόνον ψυχὴ καὶ τῇ περὶ ταῦτα μελέτῃ λανθάνῃ τοῦ περικειμένου σώματος; 36,29 καὶ ἐὰν συνῇς ἐπέκτασιν νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ. ἐὰν δὲ πρὸς τὴν ἰσότητα καὶ τὴν ὁμαλότητα καὶ τὴν εὐρυθμίαν τοῦ νέφους κα‐ τανοήσῃς, τίνα στοχάζῃ τὸν τοῦ νέφους εἶναι ποιητήν; ποίᾳ ῥυκάνῃ τὸ οὕτως ὁ‐ | |
5 | μαλὸν εἰργάσατο; ποίᾳ ἀλοιφῇ θαυμαστῶς οὕτως ᾐκόνισεν ἴσως καὶ ἐπηνθισμένως; 36,30α ἰδοὺ ἐκτείνει ἐπ’ αὐτὴν τόξον. τόξον λέγει τὴν ἶριν, ἥν τινες ζώνην καλοῦσιν· Μωυσῆς δὲ τόξον αὐτὴν κα‐ λεῖ, ἶριν δὲ Δανιήλ. ὁ μὲν λέγει· τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, ὁ δέ· καὶ ἰδοὺ ἶρις καὶ ὁ ἅγιος ἀπ’ οὐρανοῦ. οὗ δὴ ἀληθῶς ἡ θέα | |
10 | μόνη καταπλῆξαι δύναται τὸν ὁρῶντα· τρόπον γάρ τινα ἀφιὲν τὰ 〈τοῦ φέγγους βέ‐ λη〉 ἐξαγγέλλει τὴν τοῦ θεοῦ σοφίαν τοσούτοις μὲν χρώμασιν ὡραϊσμένον, τηλικοῦ‐ τον δὲ τὸ μῆκος, καὶ τῆς ἀψίδος τὸν κύκλον ἄλεκτον κεκτημένον· ἐπεγεῖρον ἡμᾶς ἐπ’ εὐχαριστίαν θεοῦ παρορμᾷ βοᾶν· ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας. | |
15 | 36,30β καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν. τῇ ἐπιχύσει τοῦ πελάγους ἐκάλυψε τὰ ῥιζώματα τῆς θαλάσσης καθά που ὁ θεασά‐ μενος αὐτὰ λέγει· ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, κατέβην | |
εἰς γῆν ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. | 237 | |
238 | 36,31α ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς. πάντας γὰρ ἀνθρώπους ἐκ τούτων ἐποίησεν ἔχειν τὴν σύστασιν, ἐκ τούτων λαμ‐ βάνει καὶ τὴν κόλασιν. οἱ γὰρ τὴν χρῆσιν ταύτην λαβόντες καὶ τὸν ποιήσαντα μὴ ἐπιγνόντες οὐδεμίαν ἔχουσιν ἀπολογίας ἀφορμήν. πάντα γὰρ τὰ ὁρώμενα εἴτε ἐν | |
5 | οὐρανῷ εἴτε ἐν γῇ ὥσπερ φωνὴν ἀφίησι κηρύττοντα· οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. ὁ οὖν καὶ αἰσθήσει καὶ λόγῳ κοσμηθεὶς ἄνθρωπος ὅταν καὶ 〈τὸ〉 εἶναι καὶ τὸ γε‐ γενῆσθαι καὶ τὸ τρέφεσθαι μὴ ἐξ αὑτοῦ ἔχῃ, τί ἄλλο ὀφείλει ἢ νοεῖν τὸν ποιητὴν καὶ τουτῷ προσανέχειν ἀεί; | |
10 | 36,31β δώσει τροφὴν τῷ ἰσχύοντι. καὶ τῷ μεγάλῳ γὰρ {ὁ} αὐτὸς παρέχει καὶ τῷ μικρῷ· τίς γὰρ φάγεται καὶ τίς πίεται πάρεξ αὐτοῦ. 36,32—33α ἐπὶ χειρῶν ἐκάλυψε φῶς καὶ ἐνετείλατο περὶ αὐτοῦ ἐν ἀπαντῶντι, ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ. | |
15 | τῇ ἑαυτοῦ δυνάμει ποιεῖ ὃ βούλεται, τῷ φωτὶ ἐπάγων τὴν νύκτα καὶ τῷ σκότει τὴν ἡμέραν. ἐν παντὶ δὲ πράγματι ᾧ ἐντυγχάνει ἄνθρωπος, τὴν ἐντολὴν τοῦ θεοῦ ἔχει ἐν ἑαυτῷ· καὶ τὸ ἡδὺ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ συμφέροντος γνωρίζει πρὸς | |
τὸν σκοπὸν τοῦ ποιήσαντος τὰ πάντα. | 238 | |
239 | 36,33β—37,1 κυρίου κτίσις, καὶ περὶ ἀδικίας καὶ ὑπὲρ ταύτης ἐταράχθη ἡ καρδία μου καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς. ἡ γὰρ κτίσις, φησί, τοῦ θεοῦ ἐστιν· ὁρῶντος δέ μου, ὅπως οἱ ἄνθρωποι ἀλλή‐ λους ἀδικοῦσιν, ἐταράχθη ἡ καρδία μου καὶ μικροῦ δεῖν ἐξερρύη θαυμάζοντός μου | |
5 | τοῦ μὲν τὴν πονηρίαν, τοῦ δὲ τὴν ἀνεξικακίαν. 37,2 ἄκουε, Ἰώβ, ἀκοὴν ἐν ὀργῇ θυμοῦ κυρίου, καὶ μελέτη ἐκ στόματος αὐ‐ τοῦ ἐκπορεύεται. ἐὰν οὖν αὐτὸν ἴδῃς ὀργιζόμενον καὶ ἀποφαινόμενον κατὰ τῶν ἀσεβῶν, γίνωσκε ὡς οὐ πάθει κινούμενος ἐπάγει τὴν τιμωρίαν, ἀλλὰ μὴ ἀρεσκόμενος τῇ ἀσεβείᾳ | |
10 | ὡς δίκαιος κριτής. 37,3—5α ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἀρχὴ αὐτοῦ, καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτε‐ ρύγων γῆς. ὀπίσω αὐτοῦ βοήσεται φωνή, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ, καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ. βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ 〈θαυμάσια〉. | |
15 | ἡ ἐξουσία αὐτοῦ, φησίν, ἐπὶ πάντα καὶ τὸ πέρας τῆς γῆς ἐν τῇ χει‐ ρὶ αὐτοῦ καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν. καὶ αὐτὸς ἐκτείνει τὸ φῶς καὶ τῇ τούτου συστολῇ ἐπάγει τὸ σκότος· τῷ γὰρ προστάγματι αὐτοῦ οὐθὲν ἀνθέστηκεν. πάντες δὲ ἀκούουσι τὴν ἀπειλὴν αὐτοῦ, οὐ πάντες δὲ τιμωροῦνται, | |
ἀλλ’ οἱ ὑπαίτιοι, ὡς ἐν Αἰγύπτῳ τὸ αὐτὸ ὕδωρ τοῖς μὲν ἦν πότιμον, τοῖς δὲ αἷ‐ | 239 | |
240 | μα, καὶ ἡ ἡμέρα τοῖς μὲν φῶς, τοῖς δὲ σκότος ἐγένετο, καὶ ἡ χάλαζα καὶ τὸ πῦρ τῶν μὲν ἀβλαβῆ διετήρει τὰ ζῷα, τῶν δὲ ἀνῄρει, καὶ ὁ θάνατος τῶν μὲν ἀπείχετο, τῶν δὲ ἀνήρπαζε τὰ πρωτότοκα. ἀστραπῆς τοίνυν καὶ βροντῆς ἐξαισίου γενομένης σκηπτὸς ἠνέχθη καὶ λαμπάδες | |
5 | πυρός, καὶ λήϊα μὲν ἔφλεξε καὶ ἀκρόδρυα κατέφαγε καὶ οἴκους κατέπρησεν, ἀνθρώ‐ πων δὲ ἀπείχετο. ὁ γὰρ ἀποστείλας οὐκ ἀποκτεῖναι προσέταξεν, ἀλλὰ σωφρονίσαι διὰ τῶν ἀψύχων τοὺς ἐμψύχους, ὡς καὶ ὁ κύριος καταρασάμενος τὴν συκὴν τὴν ἄ‐ καρπον καὶ ξηράνας αὐτὴν ἔδειξε τὴν ἑαυτοῦ δύναμιν, ὅτι ἐὰν μὴ ἐπιστρέψωσιν οἱ ἄπιστοι οὕτω κολασθήσονται. πάλιν· δύο ἅμα πορεύονται, καὶ ὁ μὲν εἷς ἀφίεται, | |
10 | ὁ δὲ ἕτερος παραλαμβάνεται, ἵνα δειχθῇ, ὅτι ὁ μὲν ὡς αἴτιος ἐδέξατο τὸ ἐπιτί‐ μιον, 〈καὶ〉 ἴσως ἐκ τῆς τοῦ ἑνὸς τιμωρίας {ἵνα} ὁ ἕτερος σωφρονισθῇ. εἰ δὲ καὶ πλείους κολάζονται ὡς ἐπὶ τοῦ κατακλυσμοῦ καὶ τοῦ ἐμπρησμοῦ ἢ καὶ τῶν ἐν Αἰγύπτῳ, οἱ περιλειπόμενοι θαυμάσουσι καὶ ἐπιστρέψαντες ἱκέται γενήσον‐ ται θεοῦ καὶ μετὰ φόβου δουλεύσουσιν αὐτῷ. | |
15 | 37,5β—6 ἐποίησε γὰρ μεγάλα ἃ οὐκ ᾔδειμεν, συντάσσων χιόνι· γίνου ἐπὶ τῆς γῆς, καὶ χειμῶνι, ἵνα 〈ᾖ〉 ὑετὸς δυναστείαις αὐτοῦ. τῷ γὰρ προστάγματι αὐτοῦ ὅτε θέλει γίνεται· οὐ γὰρ ἀποτίθεται πρότερον καὶ ὥσπερ ἀποθήκης ἐξάγει, ἀλλὰ τῷ θέλειν πάντα τὰ μὴ ὄντα ὡς ὄντα παρίσταται, ὑ‐ | |
ετὸς χιὼν πάχνη χάλαζα. | 240 | |
241 | 37,7—8 ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν· εἰσῆλθεν δὲ θηρία ὑπὸ σκέπην καὶ ἡσύχησαν ἐπὶ κοίτης. ποιήσας τὴν χιόνα ἀποκλείει τὴν πορείαν ἀνθρώπῳ, ἵνα ἐπιγινώσκῃ τὴν ἑαυτοῦ ἀσθένειαν. οἱ μὲν οὖν λογικοὶ κρίσει φυλάττουσιν ἑαυτοὺς καὶ τὰ δυσχερῆ συνέ‐ | |
5 | σει ἐκκλίνουσιν, τὰ δὲ ἄλογα αἰσθήσει μόνῃ. 37,9—13 ἐκ ταμιείων ἐξέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος, καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος. οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται, καὶ ἐκλεκτὸν καταπλήσσει νεφέλη, διασκορπιεῖ νεφέλη φῶς αὐτοῦ, καὶ αὐτὸς κυκλώματα διαστρέ‐ ψει ἐν τοῖς κατωτάτω θεὶς ἔργα αὐτῶν. πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα | |
10 | συντέτακται παρ’ αὐτοῦ ἐπὶ τῆς γῆς, ἐάν τε εἰς παιδείαν, ἐάν τε εἰς τὴν γῆν αὐτοῦ, ἐάν τε εἰς ἔλεον εὑρήσει αὐτόν. τῇ γὰρ αὐτοῦ ἐξουσίᾳ γίνεται ταῦτα, οὐκ ἔν τινι ἀποκείμενα προβάλλεται. ὥσπερ δὲ ὁ κυβερνήτης τὰ πηδάλια κρατῶν ἄγει τὴν ναῦν ὅπου βούλεται, οὕτω καὶ αὐτὸς τὸ ὕδωρ οὗ δ’ ἂν βούληται ἀπάγει καὶ οὐ διαφεύγει αὐτὸν ὡς ὑγρὰ οὐσία, | |
15 | καὶ πῇ μὲν εἰς νέφος αὐτὸ ἕλκει, πῇ δὲ εἰς χιόνα μεταβάλλει, ἄλλοτ’ εἰς κρύ‐ σταλλον καὶ πάλιν εἰς πάχνην, εἶτα εἰς χάλαζαν. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς ποιότητας αὐτοῦ ἐξαλλάττει διαφόρως, πῇ μὲν γλυκύ, πῇ δὲ πικρόν, ἄλλοτε ἁλμυρόν, καὶ πάλιν νιτρῶδες, εἶτα θειῶδες καὶ ἀσφαλτῶδες, καὶ τὸ μὲν ψυχρὸν | |
ἄγαν, τὸ δὲ θερμὸν ὑπερφυῶς. | 241 | |
242 | καὶ πάλιν ὕσας ἐπὶ τῆς γῆς καὶ ἀρδεύσας ὥσπερ τινὰ παράδεισον τὸν ἑαυτοῦ κόσμον τῇ μιᾷ ποιότητι τοῦ ὕδατος διαφόρους μεταβολὰς ἐργάζεται, τοῦτο μὲν εἰς οἶνον εὐώδη, τοῦτο δὲ εἰς ἔλαιον πῖον, τοῦτο δὲ εἰς μέλι καὶ ποικίλα ἀ‐ κρόδρυα, εἶτα καὶ εἰς ἕτερα, σῖτον καὶ τὰ ποικίλα τῶν ὀσπρίων γένη, τὴν πόαν | |
5 | αὐτήν, τὰ διάφορα εἴδη καὶ κάλλη τῶν ἀνθέων. τῇ γὰρ ἐξουσίᾳ κρατεῖ τῶν ὅλων· ἀρκεῖ γὰρ αὐτῷ τὸ βούλημα πρὸς πᾶν ὅτι θέλει. περιβάλλων δὲ τὸν οὐρανὸν ἐν νεφέλαις διεγείρει εἰς ἔκπληξιν τοὺς φοβουμέ‐ νους αὐτόν, καὶ τὸ θαυμαστὸν τῶν νεφῶν ὑπόμνημα γίνεται δοξολογίας. αὐτὰ δὲ τὰ νέφη τὸ ἡλιακὸν φῶς ποτὲ μὲν καλύπτει, ποτὲ δὲ τὸ ἀνάπαλιν ὑπ’ αὐτοῦ δια‐ | |
10 | κίδναται. οἰακίζεται δὲ τῇ τοῦ θεοῦ ἐξουσίᾳ τὸ πᾶν· πρὸς γὰρ τὴν γνώμην αὐτοῦ μεταβάλλει καὶ τὰ στοιχεῖα, ἵνα τῇ μεταβολῇ αὐτῶν ἡ τῶν ὄντων τάξις φυλάττη‐ ται καὶ τὰ ἐν τοῖς οὖσιν· ἕστηκε γὰρ τὰ πάντα πάγια τῷ προστάγματι αὐτοῦ μὴ παρα‐ βαίνοντα κατὰ τὸ εἰρημένον· πρόσταγμα ἔθετο, ὃ οὐ παρελεύσεται, καὶ οὐχ ὑπερβήσεται τὸν λόγον αὐτοῦ. ἐν οἷς γὰρ ἐποίησεν ἄνθρωπον διατρέφεσθαι, | |
15 | ἐν αὐτοῖς πάλιν αὐτὸν οἶδεν ἐπιστρέφων τιμωρήσασθαι, οἷον ὡς ἐπὶ τοῦ ὑετοῦ, ποτὲ μὲν εὐετηρίαν δι’ αὐτοῦ 〈ποιῶν〉, ποτὲ δὲ λιμόν, καὶ τὸ πῦρ αὐτὸ ποτὲ μὲν τρέφει, ποτὲ δὲ καίει, ἄλλοτε δὲ φωτίζει, ποτὲ δὲ καὶ εἰς δρόσον μεθίσταται· ὥσπερ καὶ τὸ ὕδωρ ποτὲ μὲν αἷμα πρὸς τιμωρίαν, ποτὲ δὲ καὶ οἶνος πρὸς εὐεργε‐ σίαν. τῷ γὰρ βουλήματι αὐτοῦ πάντα εἴκει καὶ κάμπτεται· ὁ ποιῶν, γάρ φησι, | |
20 | πάντα καὶ μετασκευάζων, ἐκτρέπων εἰς τὸ πρωὶ σκιὰν καὶ ἡ‐ | 242 |
243 | μέραν εἰς νύκτα συσκιάζων· καὶ ὕδωρ μὲν διαιρῶν εἰς δίοδον ἀνθρώπων, γῆν δὲ καρποφόρον εἰς ἅλμην μεταποιῶν, καὶ δι’ ἀέρος ὕων τροφὴν ξένην, ξύλῳ δὲ τὸ πικρὸν ὕδωρ γλυκαίνων, καὶ τὸ φλογωδέστατον πῦρ εἰς αὔραν, καὶ ἀτί‐ θασα θηρία πραΰνων μὴ λυμήνασθαι δίκαιον, καὶ ἐξ ὀρνίθων τρέφων, καὶ ἐξ ὀλίγων | |
5 | πολυπλασιάζων καὶ τὰ πολλὰ ἐλαττῶν, καὶ συνελόντι εἰπεῖν· πάντα ὅσα ἠθέ‐ λησεν ἐποίησεν καὶ ποιεῖ· δύναμις γὰρ αὐτῷ πρὸς πάντα ἡ βούλησις· μέγας γάρ ἐστι τῇ βουλῇ καὶ κραταιὸς τοῖς ἔργοις. 37,14—16 ἐνωτίζου, Ἰώβ, ταῦτα νουθετούμενος δύναμιν κυρίου. οἶδας, ὅ‐ τε ἔθετο ὁ θεὸς ἔργα αὐτοῦ ποιήσας φῶς ἐκ σκότους; ἐπίστασαι δὲ διάκρισιν νε‐ | |
10 | φῶν, ἐξαίσια δὲ πτώματα πονηρῶν; ὁ ταῦτα πάντα ποιήσας καὶ διακυβερνῶν τὰ ὅλα, οὗτος τοῖς πᾶσι πάντα παρέ‐ χει καὶ ὡς βούλεται ἐπιστρέφει. κτίσας γὰρ ἐν ἀρχῇ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ποιήσας φῶς ἐκ σκότους (τουτέστιν· μέτρῳ τινὶ χωρίσας τὴν ἡμέραν τῆς νυκτός) καὶ διακρίνας ἀπ’ ἀλλήλων τὰ νέφη σοφίᾳ καὶ ποιήσας ἄνθρωπον τὸ λογικὸν ζῷον | |
15 | καὶ δοὺς αὐτῷ νόμον, οὗτος τοὺς μὲν κατορθώσαντας τὰ πάντα καὶ διαφυλάξαντας τὰ διαταχθέντα μεγάλως σῴζει, τοὺς δὲ παραβάντας τὰ προστεταγμένα καὶ δυσσε‐ βήσαντας εἰς τὸν νομοθέτην ὑπερφυῶς κολάζει. 37,17—18 σοῦ δὲ ἡ στολὴ θερμή, ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς ἀπὸ νότου. στερε‐ | |
ώσεις μετ’ αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως. | 243 | |
244 | σὺ δὲ οὐδὲ ἐκ〈τὸσ〉 τῆς στολῆς σου δυνηθήσῃ θερμανθῆναι· τὴν γὰρ παρὰ σοῦ θερμασίαν συνέχουσα ἐξάπτει κατὰ ἀνάκλασιν καὶ πυροῖ ἄλλως πως· ἠρέμα δὲ αὕτη περὶ σὲ καὶ ὡς 〈ἂν〉 εἴποι τις ἡνωμένη. αὐτὸς δὲ στερρὸς ὢν παλαιωθήσῃ ἐν τῷ εὐχαριστεῖν καὶ τῶν πόνων σου λήθην ποιούμενος †ἐποίου† τὰ ἔργα τοῦ θεοῦ· ὥσ‐ | |
5 | περ γὰρ 〈ὁ〉 σύννους ὢν καὶ ἐνορῶν τινι ἔκθαμβον ἔχει τὸν ὀφθαλμὸν καὶ ὁρῶν οὐχ ὁρᾷ, οὕτω καὶ ὁ θεώμενος τὰ ἔργα τοῦ θεοῦ ὑπὲρ ἐκπλήξεως κἂν ἀλγήσῃ οὐκ ἐπαισθάνεται ὅλος ἐγκείμενος περὶ τὸ κάλλος τῶν ὁρωμένων. 37,19 διὰ τί; δίδαξόν με τί ἐροῦμεν αὐτῷ, καὶ παυσόμεθα πολλὰ λέγοντες. ὑπόδειξόν μοι, εἰ οὐκ ἔχει ταῦτα οὕτω καὶ εἰ μή τι ἔχομεν ἐπεγκαλέσαι τῷ | |
10 | ταῦτα κατασκευάσαντι, κἂν εὕρῃς εἰπεῖν τι, ἡσυχάσω παραχωρήσας σοι τῆς νίκης. 37,20 μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστὼς κατασιω‐ πήσω; μὴ ἀπὸ μελέτης ἢ σκέψεως ταῦτα λέγω, ἄνθρωπον συναρπάσαι θέλων ὡς οἱονεὶ οἱ συνήγοροι; | |
15 | 37,21 πᾶσι γὰρ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν 〈ἐν〉 τοῖς παλαιώμασιν, ὥσπερ τὰ παρ’ αὐτοῦ ἐπὶ νεφῶν ἐξῆλθεν. ὧν τὸν λόγον ποιοῦμαι, ταῦτα τοῦ φωτὸς τρανότερα τῇ ὄψει ὑποπίπτει, ὅτι τε ὑπ’ αὐτοῦ γέγονε καὶ τῷ προστάγματι αὐτοῦ αἱ νεφέλαι τῇ γῇ τὸν ὑετὸν ἐπιχέου‐ | |
σιν. | 244 | |
245 | 37,22α ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα. καὶ πάντοθεν αὐτοῦ ἡ ἐξουσία δήλη καθέστηκεν· τὰ σύμπαντα, γάρ φησι, δοῦλα σά. πᾶν γὰρ τὸ γενόμενον ὑπόχρεων τῷ ποιήσαντι καὶ οὐδέν ἐστιν ἔξω‐ θεν τῆς αὐτοῦ δεσποτείας. | |
5 | 37,22β—23α ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ τοῦ παντοκράτορος, καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον αὐτῷ καὶ τῇ ἰσχύι αὐτοῦ. καὶ ἐπὶ τούτοις τοῖς ὁρατοῖς μέγας τις καὶ ἔνδοξος καὶ φοβερὸς ὁ παντοκρά‐ τωρ, οὐκ ἔχων τὸν ὁμοιούμενον οὐδὲ τὸν ἐξισούμενον αὐτῷ τῷ εἶναι ἢ τῷ δύνασ‐ θαι· τῷ μὲν εἶναι ὅτι ἀγένητος, τῇ δὲ δυνάμει ὅτι υἱοῦ πατήρ. | |
10 | οὔτε οὖν ἄλλος τις τῶν ὅλων αἴτιος ἢ ὁ παντοκράτωρ οὔτε ἕτερος μεσίτης τῆς τούτων γενέσεως ἢ ὁ μονογενὴς θεός, ὁ ἐν ἀρχῇ λόγος, ὁ πρὸ πάντων, δι’ οὗ τὰ πάντα, πρὸ πάντων μὲν ὡς πρωτότοκος πάσης κτί‐ σεως, δι’ οὗ δὲ τὰ πάντα, ὅτι πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. οὔτε δὲ λόγος ὡς φωνὴ οὔτε θεὸς ὡς ἄναρχος, ἀλλὰ | |
15 | λόγος μὲν ὡς ἀμεσιτεύτως γενόμενος βουλήσει καὶ δυνάμει γεννηθείς, οὐ πά‐ θει τῆς φύσεως, οὐ διαιρέσει τῆς οὐσίας· ἄφθαρτος γὰρ ὁ γεννήσας ὡς ἀθά‐ νατος· ἄφθαρτος δὲ καὶ ὁ γεννηθεὶς κατὰ τὴν οἰκείαν ἀξίαν ὡς μονογενὴς | |
θεός. ἐπὶ δὲ τῶν ἀφθάρτων οὔτε τροπὴ οὔτε διαίρεσις οὔτ’ ἀλλοίωσις οὔτε προ‐ | 245 | |
246 | βολὴ οὔτε μεταβολὴ ἐπινοηθῆναι δύναται· οὐ γὰρ ἄνθρωπος ὁ γεννήσας, ἀλλὰ θεὸς ἀληθινὸς ἅγιος· οὐκοῦν καὶ ἡ γέννησις θεοπρεπής, οὐκ ἀνθρωποπαθής. ὅ τε γὰρ γεννήσας δέδωκε τὸ εἶναι, ἀλλ’ οὐ μετέδωκεν, ὅ τε γεννηθεὶς γέγονεν αὐτοζωή, ἀλλ’ οὐ μετέλαβεν. μεγάλη οὖν ἡ δόξα τοῦ παντοκράτορος, μεγάλη ἡ ὀφειλομένη αὐ‐ | |
5 | τῷ τιμὴ παρὰ πάσης λογικῆς καὶ ἁγίας φύσεως ὡς ἀσυγκρίτου καὶ φύσει καὶ δυνά‐ μει. οὔτε οὖν ὁμοούσιόν τι ἐξ αὐτοῦ (εἴρηται γὰρ ὅτι ἄφθαρτος) οὔτε ὁμοιούσιον· ἀσύγκριτος γάρ ἐστι καὶ οὐχ εὑρήσομεν ἄλλον ὅμοιον αὐτῷ καὶ τῇ ἰσχύι αὐτοῦ. μνημονευτέον δέ, ὅτι οὐκ ἀοράτων οὐδὲ τῶν ὑπερκοσμίων δυνάμεων μνημονεύει, ἀλλ’ ἐκ τῶν ὁρατῶν τὴν δοξολογίαν ποιεῖται. | |
10 | 37,23β ὁ τὰ δίκαια κρίνων, οἴει ὅτι οὐκ εἰσακούει αὐτός; εἰ δίκαιος εἶναι ὡμολόγηται καὶ κριτὴς τῶν τὸ δίκαιον παρορώντων, πῶς οὐκ εἰσακούσεται τῆς δικαιοσύνης; 37,24 διὸ φοβηθήσονται αὐτὸν ἄνθρωποι, φοβηθήσονται αὐτὸν οἱ σοφοὶ τῇ καρ‐ δίᾳ. | |
15 | οἱ μὲν ἀγνοοῦντες ἐξ ἀνάγκης ὥσπερ ἐν καιρῷ σεισμοῦ ἢ βροντῆς οὐκ ἔχοντες τὸ συνειδὸς καθαρὸν τῷ φόβῳ τῆς ἀπειλῆς ταράττονται, οἱ δὲ γινώσκοντες εὐνοίᾳ φοβοῦνται 〈αὐτὸν〉 φύσει φοβερὸν ὄντα καὶ ἱκέται γίνονται τῆς φιλανθρωπίας αὐ‐ τοῦ. ἐν τούτοις πᾶσιν Ἐλιοὺς ἄριστα τῷ Ἰὼβ φαίνεται συμβουλεύων· αἰτιᾶται γὰρ | |
αὐτὸν οὐκ ἐπ’ ἀσεβείᾳ, ἀλλ’ ἐπὶ θρασυτέρᾳ παρρησίᾳ. | 246 | |
247 | 38,1 Μετὰ δὲ τὸ παύσασθαι Ἐλιοὺς τῆς λέξεως εἶπεν ὁ κύριος τῷ Ἰὼβ 〈διὰ λαίλαπος καὶ νέφουσ〉. ἀξιῶν †ὁμοῦ† θεὸς γνώμῃ πατρὸς ἀνθρώποις εἰς ὁμιλίαν ἐλθεῖν διαφόρως ἐπι‐ φαίνεται· καὶ γὰρ ὡς ἄνθρωπός ποτε ὤφθη τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ ὡς ἀνὴρ προσ‐ | |
5 | παλαίει τὸν φόβον αὐτοῦ παῦσαι προαιρούμενος τὸν ἐπὶ τῷ Ἠσαῦ καὶ θάρσος ἐμ‐ ποιῆσαι. καὶ πρό γε τούτων τοῖς περὶ τὸν Ἀδὰμ καὶ τοῖς καθεξῆς {καὶ} φωνῇ ση‐ μαίνει τὸ δόξαν, καὶ ἄλλοτε διὰ σημείων, ὡς τῷ Μωυσεῖ. ἀλλὰ μὴν καὶ τῷ Παύλῳ καὶ πᾶσιν ὁμοῦ τοῖς ἀποστόλοις τὴν ἑαυτοῦ κηδεμονίαν ἀποδείκνυσιν ἐπαγγελλό‐ μενος ἀποστέλλειν τὸ πνεῦμα τὸ ἅγιον. καὶ τῷ μὲν Ἀδὰμ δι’ ἐντολῆς, ὅπερ ἐγένε‐ | |
10 | το διὰ φωνῆς, ὁμοίως καὶ τοῖς μετ’ αὐτόν· τῷ δὲ Μωυσεῖ διὰ πυρὸς ἐν βάτῳ καὶ τοῦτο τὴν πρώτην πρὸς αὐτὸν ποιούμενος ἐμφάνειαν, ἐν ἕξει δὲ γενομένῳ καὶ ὡς φίλος φίλῳ. δείξας οὖν αὐτῷ τὸ πῦρ τὸ μὴ κατακαῖον, νομισθὲν δὲ καίειν, τὴν ὄψιν τούτου ἐγείρει εἰς θέαν· ὡς οὖν προσῄει ἰδεῖν, φωνὴ πρὸς αὐτὸν μηνύουσα ἅγιον εἶναι τὸν τόπον, ἐν ᾧ ἑστὼς ἐτύγχανεν, καὶ διὰ τούτου εὐθὺς τοῦ λόγου | |
15 | τὸν μηνύσαντα συνίει, ὅστις 〈ἐστίν〉. ἄλλοτε δὲ ἔθνει ὁλοκλήρῳ φωνῆς μεταδοῦναι ἀξιῶν διὰ τὸ βαρυήκοον καὶ νωθὲς αὐτοῦ τῆς καρδίας νοσησάσης ἀρρωστίαν Αἰγυπτιακὴν οὐ μικρῷ τινι κέχρηται ἐπι‐ χειρήματι· γνόφῳ γὰρ καὶ φωνῇ σαλπίγγων καὶ θυέλλῃ σὺν πυρὶ καταπλήττει αὐ‐ τοὺς εἰς τὸ συνιέναι τὴν τοῦ θεοῦ κηδεμονίαν. τοῦτο δὲ ἐποίει, ἵνα μὴ νομισθῇ | |
20 | Μωυσῆς ἐξ ἰδίας ἐννοίας λέγειν αὐτοῖς τά τε δικαιώματα καὶ τὰ κρίματα, ἀλλ’ | |
αὐτήκοοι σὺν τοσούτῳ φόβῳ οὐ Μωυσέως λόγους ἀλλὰ τοῦ θεοῦ εἶναι πιστεύσωσιν, | 247 | |
248 | οὗ τῆς φωνῆς ἐπακούσαντες καὶ τῷ δέει προστετηκότες ἐκ τῶν σαλπίγγων καὶ τῶν ἄλλων δειμάτων ἀνέκραγον Μωυσεῖ· λάλησον σὺ ἡμῖν καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, ἵνα μὴ ἀποθάνωμεν. καὶ τούτοις μὲν οὕτως καὶ τοῖς καθεξῆς ἥρμοζεν. | |
5 | καὶ τοῖς ἀποστόλοις τὴν ἐνέργειαν τοῦ πνεύματος ὡς γλῶσσαν πυρὸς ἐδείκνυεν οὐ καίειν ἀλλὰ φωτίζειν πεφυκότος, καὶ διὰ τούτων τὴν ἐπαγγελίαν ἐπλήρου. καὶ τῷ μακαρίῳ Παύλῳ διὰ φωνῆς καὶ φωτός, καὶ οὐδὲ ἀμάρτυρον εἴασεν· ἐν γὰρ τῇ ὁδῷ ὀφθεὶς καὶ καταπλήξας καὶ τοὺς συνόντας ἀκοῦσαι ποιεῖ. τὸ δὲ τί ποιεῖν {δὲ} τῷ Παύλῳ μόνῳ ἀποκαλύπτει. τοῦτο δὲ οἰκονομεῖ, ἵνα μάρτυρας τῶν ὑπ’ αὐ‐ | |
10 | τοῦ λεγομένων ἔχοι. νῦν δ’ ἐπὶ τῆς προκειμένης πραγματείας διὰ νέφους καὶ λαίλαπος ποιεῖται τὴν πρὸς Ἰὼβ ὁμιλίαν. δι’ ὧν οὖν βούλεται φθεγγόμενος φαίνεται δεικνύς, ὡς ὅτι γνώμῃ αὐτοῦ τὸ εἶναι ἔσχε τὰ πάντα καὶ πρὸς τὴν αὑτοῦ γνώμην εἰς ὃ θέλει τὰ ὄντα μεταρρυθμίζει, οὐ τὰς οὐσίας τρέπων, ἀλλ’ αὐτὰς ἕλκων ἐφ’ ἃ βούλεται. καὶ | |
15 | γὰρ ἄλογον ὑποζύγιον φθέγξασθαι πεποίηκεν καὶ ῥάβδον εἰς ὄφιν μετέβαλεν καὶ ὕδωρ πῇ μὲν εἰς αἷμα, πῇ δὲ εἰς οἶνον· καὶ φωνὰς ἐκ νεφῶν ἀποτελεῖ καὶ τὰ 〈μὴ〉 πεφυκότα φωνεῖν ἐφ’ ἃ βούλεται μεταρρυθμίζει· γνώμῃ γὰρ αὐτοῦ ἔσχον τὸ εἶναι καὶ ταύτῃ ἕπονται ἐφ’ ἃ ἂν ἐκείνῳ δοκῇ. φύσιν γὰρ ἄτρεπτον ἔχει τὰ ὄντα ὡς ἔ‐ λαχεν, ἀλλὰ τοῦτο ὡς πρὸς ἡμᾶς, οὐ δ’ ὡς 〈πρὸς αὐτὸν〉 {ὄντα} λελόγισται· μὴ | |
20 | ὄντα γὰρ αὐτὰ ἐξουσίᾳ πεποίηκεν. | |
ποιούμενος οὖν τὴν πρὸς τὸν Ἰὼβ ὁμιλίαν δείκνυσιν ἑαυτὸν μάρτυρα ἀξιόπιστον | 248 | |
249 | καὶ δημιουργὸν τῶν ὅλων. ἅμα δὲ καὶ δικαιοσύνην μαρτυρῶν φαίνεται 〈τῷ Ἰώβ〉· ἐχρῆν γὰρ τὸν οὕτω διὰ τοιούτων ὀφθέντα τῆς τοιαύτης μαρτυρίας τυχεῖν εἰς ἔ‐ λεγχον μὲν τοῦ πονηροῦ, ἀνάδειξιν δὲ τῆς τοῦ ἀνδρὸς δικαιοσύνης, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ εἰς τὸ λῦσαι τὴν τῶν φίλων περὶ αὐτοῦ ἀμφιβολίαν. | |
5 | ὁ μέντοι σοφώτατος Ἐλιοὺς οὐδὲν μὲν εἰς τὸν βίον τὸν μακάριον Ἰὼβ φαίνε‐ ται διαβεβληκώς, θρασύτητα δὲ λόγων ἐπεγκαλεῖ. οἱ μὲν γὰρ φίλοι εἰς βίον αἰτια‐ σάμενοι καὶ κατακλυσθέντες τοῖς λόγοις δικαίως οὐδὲν ἔσχον ὃ εἴπωσιν, ἀλλ’ ἡ‐ συχίᾳ τὴν ἧτταν ὡμολόγησαν· ὁ δὲ Ἐλιοὺς πολλοὺς λόγους κεκινηκώς, οὓς προεί‐ πομεν, παρακαλεῖ τὸν μακάριον συνθέσθαι καὶ ὁμολογῆσαι τὸ τῶν λόγων πταῖσμα. | |
10 | οὐ γὰρ ἄλλοθέν ποθεν μαθὼν πρὸς αὐτὸν τοὺς λόγους ἐποιήσατο, ἀλλ’ ἐξ ὧν μὲν ὅλου τοῦ πράγματος ἀκροατὴς κατέστη· ἠκηκόει δὲ καὶ τοῦ Ἰὼβ λέγοντος· ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει, ἐὰν ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. ἐκ τούτων οὖν εἴκειν αὐτὸν παρεκάλει καὶ καθυφεῖναι τῆς τῶν λόγων παρρησίας. ἐπειδὴ δὲ σιωπῶν διετέλει, ἐνομίζετο ἔχειν τι εἰπεῖν, | |
15 | μὴ λέγων δέ, ὡς ἀπαξιῶν ὑπωπτεύετο. ἐπιφανεὶς οὖν ὁ θεὸς πληροῖ μὲν τὴν τοῦ Ἰὼβ εὐχήν, δι’ ὧν ἠξίου ἀποκρίσε‐ ως τυχεῖν, ἅμα αὐτοῦ καὶ τὴν ἐπιθυμίαν ἐτέλει καὶ τῷ Ἐλιοὺς φανερὸν καθίστα μὴ ἔχειν τι τὸν Ἰὼβ πρὸς τὰ λεχθέντα ἀποκρίνασθαι. ὥσπερ γὰρ σύνθημα ἀναπλη‐ ρώματος τῶν 〈τοῦ〉 Ἐλιοὺς ῥημάτων γίνονται τοῦ θεοῦ οἱ λόγοι. ‘ἔστω γάρ, ὡς ἂν | |
20 | εἴποι τις, ἐκείνῳ μὲν ἀποκρίνασθαι οὐκ ἠβουλήθης ἴσως ἔχων τι εἰπεῖν· μὴ καὶ | |
πρὸς ἐμὲ ἀποσιωπᾷς καὶ κρύπτειν με οἴει;‘ φησὶ γάρ· | 249 | |
250 | 38,2 τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; ἔστω οὐκ ἀπεκρίνω, ἀλλ’ ἔκρυψας ἀπ’ αὐτοῦ τὰς σὰς ἐνθυμήσεις τῆς καρδίας· μὴ καὶ ἐμὲ λαθεῖν τι τούτων δυνήσῃ; κατὰ τὸ εἰρημένον· ἐγὼ κύριος πάσης | |
5 | σαρκός, 〈μὴ〉 κρυβήσεται ἀπ’ ἐμοῦ τι; τὸν οὐρανὸν γὰρ καὶ τὴν γῆν ἐγὼ πληρῶ. μακρὰν γὰρ χαιρέτωσαν οἱ λέγοντες οὐ πρὸς τὸν Ἰὼβ ταῦτα τὸν θεόν, ἀλλὰ πρὸς τὸν Ἐλιοὺς ἀποτείνασθαι διὰ τὸ ἐκεῖνον μὲν εἰρηκέναι· πάλιν λαλήσω· πλή‐ ρης γάρ εἰμι ῥημάτων. ὀλέκει δέ με τὸ πνεῦμα τῆς γαστρὸς | |
10 | καὶ ἡ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσ‐ περ φυσητὴρ χαλκέως δεδεμένος καὶ κατερρωγώς· λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη μου. πρὸς οὖν τὸ προοίμιον τοῦτο αἰ‐ νιττόμενος, φασίν, ὁ θεὸς λέγει· τίς οὗτος ὁ κρύπτων με βουλήν, συν‐ έχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; ἀντὶ τοῦ· | |
15 | οἴει, ὥσπερ τὸν Ἰὼβ καὶ τοὺς φίλους ἐλάνθανεν ἃ συνέσχες ἐν καρδίᾳ ῥήματα, οὕ‐ τως {ἐνόμισας} καὶ ἀπ’ ἐμοῦ κεκρύφθαι; ψευδὲς τοῦτο. οὐ γὰρ πρὸς αὐτὸν ὁ λόγος· οὐδὲ γὰρ ἠγνόει τὸν θεὸν ἔφο‐ ρον εἶναι πάντων οὐ μόνον ἔργων, ἀλλὰ καὶ ἐνθυμημάτων. λέγει γὰρ ὁ αὐτὸς οὕτω περὶ τοῦ θεοῦ· αὐτὸς γάρ, φησίν, ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέ‐ | |
20 | ληθε δὲ αὐτὸν οὐδὲν ὧν πράττουσιν οὐδὲ ἔστι τόπος καὶ οὐκ | |
ἔστι σκιὰ θανάτου τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα. ὁ | 250 | |
251 | γὰρ κύριος τὰ πάντα ἐφορᾷ, ὁ καταλαμβάνων ἀνεξιχνίαστα. καὶ πάλιν· αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστι πάντων. εἰ τοίνυν ἠ‐ πίστατο μηδὲν λανθάνειν τὸν θεὸν καὶ ἐπεπαίδευτο τὴν θεογνωσίαν, οὐ πρὸς αὐ‐ τόν, ἀλλὰ πρὸς τὸν Ἰὼβ εἴρηται τὸ τίς οὗτος ὁ κρύπτων με βουλήν; | |
5 | οὐχ ὡς τοῦ Ἰὼβ οὕτω περὶ τοῦ θεοῦ φρονοῦντος, ἀλλ’ ὡς πρὸς ἐκεῖνο, ὅτι σιωπῶν ἠγνόητο, δι’ ἣν αἰτίαν σιωπᾷ, πότερον ὑπερφρονήσας τοῦ Ἐλιοὺς ἢ οὐκ ἔχων ὅτι εἴπῃ. ἐπιφανεὶς οὖν ὁ θεὸς τὸν μὲν ἀξιοῖ τῆς ἰδίας ὁμιλίας, τοῦ δὲ τὴν ἀμφιβο‐ λίαν λύει, ὅτι οὐ καθ’ ὑπεροψίαν ἐσιώπα, ἀλλὰ τῷ εὐλόγῳ τῶν ῥημάτων αἱρεθεὶς ἡσύχασεν. οὐκοῦν κἂν νῦν ὃς μὲν δίκαιος ὡς πρὸς τοῦ θεοῦ μαρτυρηθείς, ὃς δὲ | |
10 | ἀκατηγόρητος ὡς μηδὲν ἀπηχὲς καὶ ἀνάξιον θεοῦ φθεγξάμενος. 38,3 ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. ἐπειδὴ γὰρ αὐτὸς διὰ τῶν προλαβόντων ἔλεγεν· εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· διὰ τί ἀπ’ ἐμοῦ κρύπτῃ; ἥγησαι δέ με ὥσ‐ περ ἐχθρόν; ἀναγκαίως αὐτῷ τὰ ἐπιφερόμενα λέγει ὑποδεικνὺς αὐτῷ, ὅσον τὸ | |
15 | διάφορον μεταξύ τε αὐτοῦ καὶ τοῦ θεοῦ. 38,4—6 ποῦ ἦσθας, ὅτε ἐθεμελίωσα τὴν γῆν; ἀνάγγειλόν μοι, εἰ ἐπίστασαι σύνεσιν. τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ’ αὐτῆς; ἐπὶ τίνος οἱ στύλοι αὐτῆς πεπήγασι; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖ‐ | |
ον ἐπ’ αὐτῆς; | 251 | |
252 | ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ συμπαρῇς ὅτε 〈ἡ γῆ〉 ἐγίνετο, ἀπάγγειλόν μοι, ὅπως τεθεμελίωται. μὴ μέτρων καὶ σταθμῶν χρείαν ἔσχον; ἄνθρωποι μὲν γὰρ ποι‐ οῦντες δέονται ὕλης καὶ τόπου συνεργείας καὶ σπαρτίου καὶ τοῦ εὐθέος κανόνος καὶ τοῦ δεσμοῦντος ἀκρογωνιαίου. ἐγὼ μέντοι ἀρκοῦσαν ἔσχον τὴν βούλησιν πρὸς | |
5 | πᾶν ὅπερ ἂν ἠθέλησα ποιῆσαι· ἅμα γὰρ ἔδοξέ μοι καὶ παρέστη τὸ δοχθέν. ἆρα δὲ μὴ στύλους ὑπήρεισα τῷ τηλικούτῳ στοιχείῳ; οὐχὶ δὲ ἤρκεσεν αὐτῇ ἀντὶ πάσης ὑ‐ ποβάθρας ἡ ἐμὴ γνώμη; κατὰ τὸ εἰρημένον· ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. δεσμὸς ἀρραγὴς ἀκλινὴς ἀρρεπὴς ἡ ἐμὴ βούλησις· οὐ γὰρ ὡς οἱ ἄνθρωποι ἕδραν | |
10 | τινὰ ὑπέθηκα συμφορήσας ἔκ τινων διαφόρων ὑλῶν· ἐπ’ οὐδενὸς γὰρ αὐτὴν ᾐώρησα, ἀλλ’ εἴασα ἑστάναι ταύτην μόνῃ βουλήσει, ἐπειδὴ καὶ βουλήσει γέγονε καὶ βου‐ λήσει διαμένει ἕως ἂν ἐμοὶ δοκῇ. 38,7 ὅτε ἐγεννήθη ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου. ὅτε γὰρ τὰς νοητὰς φύσεις ἔκτισα μεγάλας οὖσας, μέγα καὶ τό〈τε〉 θαῦμα ἔφε‐ | |
15 | ρεν καὶ ἐπέκεινα δόξης καὶ σοφίας τὸ διάφορον τῶν φύσεων καὶ τὸ ποικίλον τῶν ἀξιωμάτων. ὅτε δὲ ποιεῖν καὶ τὰ αἰσθητὰ ἠξίωσα, πολλὴν περιουσίαν δυνάμεως ἐν‐ εδειξάμην οὐρανὸν ἐκτείνας καὶ γῆν ἐρείσας καὶ φῶς λαμπρύνας καὶ νύκτα σκοτίᾳ καλύψας ἥλιόν τε καὶ σελήνην καὶ τὸν ὄχλον τῶν ἀστέρων ἐν οὐρανῷ καταγράψας· τηνικαῦτα ὑπὸ τῶν νοητῶν δυνάμεων ᾐνέθην, καὶ ἐδόξασαν τὸ κράτος τῆς δυνάμεως | |
20 | καὶ τὸ ἀμήχανον τῆς σοφίας ὑμνοῦντές με τὸν ἑαυτῶν δεσπότην. | 252 |
253 | εἰ τοίνυν ὑμνητὸς καὶ αἰνετὸς ὁ θεὸς ἐπὶ τῇ κατασκευῇ τῶν ἄστρων, πῶς φα‐ σίν τινες τῶν ἐκμελεστέρων αἰτίους κακῶν εἶναι τοὺς ἀστέρας; εἰ γὰρ τοῦτο δο‐ θείη, οὐ τοσοῦτον αὐτοὶ 〈αἴτιοι〉 ἔσονται ὅσον ὁ τούτων ποιητὴς ἢ φαύλους ποι‐ ήσας ἢ γενομένους μὴ κωλύσας ἐνεργεῖν τὰ κακά. εἰ γὰρ αὐτοὶ τῶν κακῶν αἴτιοι | |
5 | καὶ οὐχ οἷόν τε διαφυγεῖν αὐτῶν τὴν ἐνέργειαν, μάτην ἄρα καὶ οἱ νόμοι προστάτ‐ τουσι τὸν φονέα καὶ τὸν μοιχὸν ἀναιρεῖσθαι· εἰ δ’ οὐ περιττῶς ἀλλ’ ἀναγκαίως, οὐχ οἱ ἀστέρες εἰσὶ τῶν κακῶν δημιουργοί, ἀλλ’ ἡ ἑκάστου μοχθηρὰ γνώμη πρὸ τῆς ἀρετῆς τὴν κακίαν αἱρησαμένη. εἰ δ’ οὗτοί εἰσιν οἱ ἀναγκάζοντες ἡμᾶς, ἡμεῖς δὴ ἀναίτιοι, φαῦλοι δ’ αὐτοί, ὡς ἔφην, ἢ ὁ τούτων αἴτιος. πῶς δὲ κολάσει τοὺς πο‐ | |
10 | νηροὺς ὁ θεός, εὖ ποιήσει δὲ τοὺς ἀγαθοὺς αὐτὸς τούτων ἐργάτης ὑπάρχων; εἰ δὲ ἀγαθὸς ὁ θεὸς καὶ παντὸς κακοῦ ἀμέτοχος, οὐδενός ἐστιν κακοῦ ποιητής, ἀγαθοῦ δὲ παντὸς δημιουργός. πάντα γὰρ ὅσα ἐποίησεν, καλὰ λίαν· οὐκοῦν οὐδὲν τῶν γε‐ νομένων κακόν, οὐ τῶν ὑπὲρ γῆν, οὐ τῶν ἐπὶ γῆς, οὐ τῶν ἐν οὐρανῷ, ὥστε οὐδ’ οἱ ἀστέρες. | |
15 | ἔπειθ’ ὅτι καὶ ἄψυχοί εἰσι καὶ ἐξ αὑτῶν ἀκίνητοι· οὐ γάρ εἰσι ζῷα νοερά, ὡς οἱ πολύθεοι ἐνόμισαν· κινοῦνται δὲ οὐκ ἐντὸς ὡς τὰ ζῷα, ἀλλ’ ἐκτός, τῇ γνώμῃ τοῦ θεοῦ εἰς σημεῖα καὶ καιροὺς δρόμον ἀνύοντες τὸν αὐτοῖς ἐγχειρισθέντα. λέ‐ γουσι δὲ οἱ περὶ Εὔδοξον καὶ Ἄρατον· αὐτὸς γὰρ τά γε σήματ’ ἐν οὐρανῷ ἐστήριξεν | |
20 | ἄστρα διακρίνας, ἐσκέψατο 〈δ’〉 εἰς ἐνιαυτὸν | |
ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν. | 253 | |
254 | οὐκοῦν εἰς καιροὺς ἐτάχθησαν οἱ ἀστέρες ἀλλ’ οὐχ ἵνα ἐνεργῶσι τὰ κακά, καὶ εἰς ἐνιαυτούς, ἀλλ’ οὐκ εἰς γενέσεις καὶ πράξεις· ἐπ’ ἀνθρώποις γὰρ τὸ βιοῦν εὖ ἢ κακῶς ἀλλ’ οὐκ ἐπὶ τοῖς ἄστροις· οὐ γάρ εἰσι τὰς τῶν ἀνθρώπων γνώμας ἡνιοχοῦν‐ τες, ἀλλὰ τὰς τῶν χρόνων περιόδους διιππεύοντες. χρόνος γὰρ δι’ αὐτῶν, ὡς ὁ | |
5 | Πλάτων φησί· χρόνος γάρ ἐστιν ἀστέρων ποιά τις κίνησις συμπαρομαρτούντων ἡλίῳ καὶ σελήνῃ. οὐκοῦν εἰ ταῦτα ἐνεχειρίσθησαν δρᾶν, οὔτε πρὸς ἀρετὴν οὔτε πρὸς κακίαν βιάσασθαί τινα οἷοί τέ εἰσιν· οὐ γὰρ ἐπετράπησαν. ἀλλ’ ἑκάστῳ, φησίν, ἀνθρώπῳ ἄστρον ἐστὶ συγγεννώμενον, ὅπερ αὐτὸν καταναγ‐ κάζει τόδε τι καταπράττεσθαι. ἐν ἀρχῇ οὖν κατ’ αὐτοὺς ὁ οὐρανὸς τοῖς ἄστροις | |
10 | οὐκ ἠγλάϊστο· εἰ γὰρ ἑκάστῳ ἀστὴρ συγγεννᾶται, δῆλον ὅτι ἀστὴρ ὁ σήμερον συγ‐ γεννηθεὶς τῷδε χθὲς οὐχ ὑπῆρχεν, καὶ εὑρεθήσονται ἄνθρωποι τῆς αὐτοῦ γενέσεως προγενέστεροι (διὰ γὰρ ἀνθρώπους ἀστήρ, οὐκ ἄνθρωπος δι’ ἀστέρα)· εἰ δὲ τοῦ‐ το, πάντως ὅτι καὶ κρείττους. οὐκοῦν οὐδεμίαν παρ’ αὐτῶν ὄχλησιν ὑπομένουσιν ἄνθρωποι· τὸ γὰρ ἔλαττον βιάσασθαι τὸ κρεῖττον οὐχ οἷόν τε. | |
15 | ἔπειτα 〈ἢ〉 ἄνθρωπος γεννᾷ τὸ τούτῳ συγγεννώμενον ἄστρον ἢ θεὸς 〈ἢ〉 κατὰ συνθήκας ἀμφότεροι, ὅ τε θεὸς καὶ 〈ὁ ἄνθρωπος. εἰ μὲν〉 ἄνθρωπος ὁ αἴτιος τού‐ του, κρείττων ἔσται ὡς αἴτιος, ἔλαττον δὲ ὂν τὸ ἄστρον οὐ καταναγκάσει τὸν κρείττω. εἰ δὲ θεὸς κτίζει τουτὶ τὸ ἄστρον, αὐτὸς αἴτιος ἔσται κατ’ αὐτοὺς τῶν κακῶν. εἰ δὲ κατὰ συνθήκας, μετὰ τοῦ ἰσοτίμους εἶναι ἀμφότεροι φαῦλοι | |
20 | ἔσονται. καὶ πῶς ὁ μὲν νομοθετεῖ ὡς καταδεεστέρῳ, ὁ δὲ 〈ὡσ〉 ὑποκείμενος δέχε‐ | |
ται τοὺς νόμους οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις; πῶς οὖν | 254 | |
255 | αὐτὸς δημιουργὸς τοῦ ταῦτα καταναγκάζοντος ἄστρου, πῶς τῶν κακῶν αἴτιος ὁ τῶν κακῶν ἀποστροφεύς; τί δ’ ἄρα τῶν ἄστρων καταψεύδῃ λέγων, ὅτι ἂν τριγωνίσῃ Ἄρης τὴν Ἀφροδί‐ την, μοιχοὺς ποιεῖ; καὶ πάλιν· | |
5 | κεντρογραφηθείσης δὲ μετ’ ἠελίοιο σελήνης μείζονας ἐνδόξους καὶ βασιλεῖς προλέγειν. καὶ μετὰ βραχέα· εἰ δ’ Ἄρην ἐσίδοις εἰς τὸν Διὸς ἀγλαὸν οἶκον, θαρρῶν ἡγεμόνας προσδέχου ἢ βασιλεῖς. | |
10 | καὶ ἑξῆς· †καὶ γὰρ† δεινὰ σίνη τευχῶν ἢ θορύβους ἐπάγει. ταῦτά σου τὰ ἀσεβῆ μυθολογήματα, ὦ πάντα σὺ τολμηρὲ καὶ φρονεῖν καὶ λέγειν καὶ γράφειν, αὗται αἱ κατὰ τοῦ θεοῦ ὕβρεις καὶ τῶν αὐτοῦ δημιουργημάτων ἀτι‐ μίαι. οὐκ ἔδεισας, ἀχαριστότατε, τὰς τῶν δαιμόνων προσηγορίας τοῖς φανοτάτοις | |
15 | τῶν ἄστρων ἐπιθεῖναι; 〈τί〉 τοίνυν φὴς τοὺς ἀστέρας εἶναι; λέγε πότερον θεούς τινας ἢ ἀστέρας ἁπλῶς; κἂν μὲν τὸ δεύτερον εἴπῃς, ἁλώσῃ τοῖς ἰδίοις πτεροῖς· πῶς γὰρ οἱ μὴ θεοὶ τῶν ἐπὶ γῆς καὶ τῶν ἐν οὐρανῷ φροντίζουσιν, οὐ λόγου, οὐκ αἰσθήσεως μεμοιραμένοι; οὐ γὰρ δὴ ὁ μὴ λέγων αὐτοὺς εἶναι θεοὺς τὴν τῶν ὅλων αὐτοῖς ἐπιτρέψει διοίκησιν. εἰ δὲ θεοὶ ὄντες οὗτοι προνοοῦσιν, εἰπέ μοι, γλωσ‐ | |
20 | σοθάνατε, εἰ θεὸς ἥλιος καὶ σελήνη, πῶς ὁ μὲν φονέας, ὁ δὲ μοιχοὺς ἀπεργάζε‐ | |
ται, ἧς 〈δ’〉 ἕνεκα θόρυβοι; εἰ γὰρ ἑκάτερα κακὰ εἴη, 〈ἢ〉 οὐ θεοὶ 〈οἱ〉 τούτων | 255 | |
256 | ὄντες αἴτιοι 〈ἢ〉 κατὰ σὲ θεοὶ ὄντες οὐκ ἂν ταῦτ’ ἐνεργήσαιεν. εἰ δὲ θεῶν τὰ κακὰ ἐνεργεῖν, ὡς σὺ βλασφημεῖς, μὴ τύπτε τὸν ἁμαρτάνοντα, μὴ ἄχθου μοιχευο‐ μένης σου τῆς γυναικός, μὴ τιμωρίᾳ ἐκδίδου τὸν φονεύοντα, καὶ κλέπτοντι νέμε συγγνώμην· οὐ γὰρ ἐπ’ αὐτοῖς τὸ δρᾶν ταῦτα, ἀλλ’ ἡ φορὰ τῶν ὑπὸ σοῦ θεοποιου‐ | |
5 | μένων αὐτοὺς καταναγκάζει· ἕλκονται γάρ, ἀλλ’ οὐ θέουσιν ἑκοντί, εἱμαρμένης ἀνάγκῃ νικώμενοι. οὐκοῦν ἐλεεῖσθαι μᾶλλον ἢ τιμωρεῖσθαι ὀφείλουσιν. εἰ δὲ σὺ μαστίζεις τὸν οἰκέτην καταφρονοῦντα, ἀποκηρύττεις δὲ τὸν υἱὸν αἰκισάμενόν σε, ἐξωθεῖς δὲ τὸ γύναιον μοιχευθέν, ὑβριζόμενος δὲ καὶ λοιδορούμενος ἐγγράφῃ καὶ ἀφαιρούμενος τὰ προσόντα σοι ἐπὶ τοὺς ἄρχοντας καταφεύγεις καὶ τοὺς νόμους | |
10 | ἐπικαλῇ, οὐ τί λέγεις ἀκούω, ἀλλὰ τί πράττεις ὁρῶ. τί γὰρ οὐ νέμεις συγγνώμην, ὦ πονηρέ, τοῖς τῇ τῶν ἄστρων ὡς φὴς ἐνεργείᾳ ὑπαχθεῖσι τὰ μὴ δέοντα ποιῆσαι; ἀλλὰ μέμφῃ τὴν Κλωθὼ καὶ τὸν ἐπινηθόμενον ἄ‐ τρακτον αἰτιᾷ καὶ τὴν Λάχεσιν λοιδορεῖς καὶ τὴν Ἄτροπον, δέον τὴν σαυτοῦ δι‐ άνοιαν. οὐδὲ γὰρ ἐκεῖναι ταύτῃ ἐνεργοῦσιν, ἐπεὶ μηδ’ εἰσίν, κἂν οἱ ποιηταὶ | |
15 | μυθολογῶσιν, ἀλλ’ ἡ ἑκάστου μοχθηρὰ γνώμη ταῦτα καταπράττεται καὶ ὁ θεὸς ἄ‐ μεμπτος τῶν ὑπὸ ἑκάστου δρωμένων κακῶν. αἰτία γὰρ ἑλομένου, φησί τις τῶν παλαιῶν, ὁ θεὸς ἀναίτιος. ἆρα δὲ βασιλεῖς βασιλέας γεννῶσιν; πῶς γὰρ οὖν Δαρεῖος ἰδιώτης ὢν βασιλεύ‐ ει Περσῶν, Βόκχορις δὲ βασιλεὺς ἐκ βασιλέων γενόμενος αἰχμαλωτεύεται εἰς Αἰ‐ | |
20 | θιοπίαν; ἀλλὰ τοῦτ’ εἰ δοκεῖ ἐάσωμεν· ἔστω γὰρ γενόμενον ἅπαξ, καὶ τί τοῦτο | |
πρὸς τὴν 〈σὴν〉 γνώμην; ἆρα συνεφώνησεν ὁ δρόμος τοῦ πατρὸς πρὸς τὸν δρόμον | 256 | |
257 | τοῦ υἱοῦ; καὶ μὴν ἴσμεν πολλοὺς 〈υἱοὺσ〉 ἰδιωτῶν βασιλεύσαντας καὶ υἱοὺς βασι‐ λέων ἰδιωτεύσαντας. καὶ πῶς σου τὸ μάθημα σύμφωνον εὑρίσκεται πρὸς τὴν ἐνάργειαν τῶν πραγμάτων, πολλῶν κατὰ τὴν αὐτὴν ἡμέραν καὶ ὥραν γεννηθέντων ἅμα, μὴ καταπραξαμένων δὲ τὰ | |
5 | αὐτά; ἀλλ’ ὅταν ἀστοχήσῃς τοῦ ἀληθοῦς, φὴς δι’ ὡρῶν ψεῦσιν παρεξολέσθαι ἅπαν. εἰκαστικῶς γὰρ ἐπιβάλλων τισὶ τὸ κατὰ συγκυρίαν συμβὰν τῇ τῆς ἐπιστήμης ἀνέθη‐ κας ἀκριβείᾳ, ἀστοχήσας δὲ ὁμολογήσεις μὴ δύνασθαι τὴν ὥραν καταλαμβάνειν; εἰ παρὰ τὴν τῶν ὀργάνων πρόφασιν νῦν μὲν στενοπορούντων, νῦν δὲ εὐρύτερον τὸν πό‐ ρον ἐχόντων καὶ παρὰ τὸ ἐν νυκτὶ δὲ ἢ ἐν ἡμέρᾳ τίθεσθαι τὰ ὄργανα τῆς τῶν ὡρῶν | |
10 | καταλήψεως οὐχ ἡ τυχοῦσα διαφορά, πῶς ἂν καταλάβοις τὴν γένεσιν τοῦ κτιζομένου, τοῦ κυριωτάτου, τῆς καταλήψεως τῆς ὥρας, διαφθειρομένου; εἰ δὲ κατὰ 〈τὴν〉 αὐ‐ τὴν ὥραν νῦν μὲν ἐν ἑτέρῳ, 〈νῦν δὲ ἐν ἑτέρῳ〉 ζῳδίῳ τοῦ βρέφους ἡ κεφαλὴ τίκ‐ τοιτο ταχείας μὲν μεταβάσεως γενομένης ἀπ’ ἄλλου εἰς ἄλλο ζῴδιον, ἐπεὶ καὶ πα‐ ρὰ τοῦτο πολλὴν γίνεσθαι τὴν διαφορὰν φής, πῶς ἡ ὥρα τῆς ὅλης τοῦ τεχθέντος γενέσε‐ | |
15 | ως καταλαμβάνεται ἢ καὶ παρὰ τὴν τῶν ζῳδίων μετάστασιν τῶν ἀστέρων ἐφ’ ἑτέρους τό‐ πους ἢ ἐφ’ ἕτερα ζῴδια μεταβαινόντων ἡ τῆς ὥρας κατάληψις ὁμολογηθείη ἂν ἢ ταύτης καταλαμβανομένης ἡ τῶν μελλόντων περὶ τὸν γεννηθέντα γνῶσις συγκαταληφθήσεται; ἐὰν γὰρ ἐν μὲν τῷ ζῳδίῳ ᾖ ἥλιος ἢ σελήνη ἢ ἄλλος τις τῶν ἀστέρων καὶ σώφρονα ποιῇ, ἐν δὲ ἄλλῳ ζῳδίῳ μεταβάντος ἄλλου τινὸς ἀστέρος ᾖ ποιῶν φονέα τε καὶ | |
20 | μοιχόν, πῶς μὴ συμφωνούσης ἀκολασίας σωφροσύνῃ συμφωνήσειεν ἂν πρὸς ἑαυτὴν ἡ | |
γένεσις; ἡ αὐτὴ μὲν ὥρα τὸν αὐτὸν καὶ σώφρονα καὶ ἀκόλαστον 〈...〉 αὐτῆς ση‐ | 257 | |
258 | μαινούσης (πολλὴ γὰρ ἡ ὀξύτης τῆς τοῦ παντὸς περιδινήσεως) μηδὲ δυνατὸν εἶναι, καὶ ἐν ἀκαριαίῳ ἀφ’ ἑτέρου ζῳδίου ἐφ’ ἕτερον γενέσθαι τῶν ἀστέρων τὴν μετάβασιν. ὑβρίζων δὲ σὺ τὰ τμήματα τοῦ οὐρανοῦ καλεῖς θηριώδη μὲν σκορπίον 〈καὶ〉 λέ‐ οντα, βληχώδη δὲ αἰγοκέρωτα καὶ κριόν, ἀνθρωποειδῆ δὲ διδύμους καὶ παρθένον, | |
5 | ὑδρηχόον τε καὶ τοξότην. καὶ ἥλιος μὲν καὶ σελήνη πρὸς ἕνα λαγχάνουσιν οἶκον, ὁ μὲν λέοντα, ἡ δὲ καρκίνον· τῶν δὲ λοιπῶν ἕκαστος πρὸς δύο, ὁ μὲν Κρόνος αἰ‐ γοκέρωτα καὶ ὑδρηχόον, ὁ δὲ Ζεὺς τοξότην καὶ ἰχθύας, Ἄρης δὲ κριὸν καὶ σκορ‐ πίον, Ἀφροδίτη δὲ ταῦρον καὶ ζυγόν, Ἑρμῆς δὲ διδύμους καὶ παρθένον· καίτοι πρὸς τὴν τοῦ μεγέθους ἀναλογίαν πλείονας μὲν ἐχρῆν πάντων οἴκους ἀπονεμεθῆναι | |
10 | ἡλίῳ, δευτέρους δὲ μετ’ ἐκεῖνον σελήνῃ, καὶ 〈μετὰ〉 ταῦτα ἴσα τῆς ἀξίας πρὸς 〈τοὺσ〉 ἄλλους ἀναδάσασθαι. σὺ δέ, ὥσπερ πᾶν ὁτιοῦν σοι δοκεῖ ἐξὸν εἰκαίως ποι‐ εῖν ἢ λέγειν, οὕτως αὐθαδῶς διανέμεις. ἥλιον μὲν καὶ σελήνην ἐν τοῖς τῶν οἴ‐ κων ἀφορισμοῖς οὕτω πλεονεκτεῖς, τοῖς δὲ μικροτέροις τούτων ἄστροις τὸ πλέον ἔχειν ἐκείνων ἀπονέμεις. | |
15 | καὶ ταπεινώματα αὐτῶν καλεῖς καὶ ὑψώματα αὐτῶν ὀνομάζεις, εὐθυπορίας, ἕλι‐ κας, {καὶ} στηριγμούς τε καὶ ἀναποδισμοὺς καὶ προποδισμούς, καὶ ἄλλα περὶ αὐ‐ τῶν γραώδη εἰσαγγέλλεις· καλεῖς δὲ αὐτὰ καὶ λατρευτικὰ δι’ ὧν λέγεις· †ἔνιοι δὲ διὰ τὸ πλέον τοὺς ἐν τούτοις ζῳδίοις τὴν ὥραν ἔχοντας λατρώδεις εἶναι καὶ βδελυρὰ ἔχοντας σώματα ἢ ἐλεύθερα†. πάλιν δ’ αὖ μεταβαλλόμενος φής· | |
20 | ἀστὴρ οὐκέτι φαῦλος, ἐπὴν ἀγαθὸν τόπον εὕρῃ, | |
οὐδ’ ὁ τόπος γε κακός, χρηστὸν ὅταν ἀσπάζηται. | 258 | |
259 | εἰ δὲ τοὺς τόπους αἰτίους εἶναι λέγεις τῶν κακῶν, ἔκδηλος εἶ πᾶσι τῆς φρενο‐ βλαβείας· καὶ γὰρ ἐν Περσίδι πλεῖστοι οὔτε μητρογαμοῦσιν οὔτε θυγατράσι μίγ‐ νυνται, καὶ παρὰ Ῥωμαίοις πλεῖστοι τῇ Περσικῇ ἀνοσιουργίᾳ ἥλωσαν. καὶ Ἰουδαῖ‐ οι ὑπὸ Οὐεσπασιανοῦ εἰς πᾶσαν τὴν Ῥωμαίων ἀρχὴν διασπαρέντες, ὄντες δὲ καὶ ἐν | |
5 | Περσίδι οὐκ ὀλίγον πλῆθος καὶ ἐν Αἰθιοπίᾳ τοῦ περιτέμνειν αὐτῶν τὰ τέκνα οὐκ ἐπαύσαντο ὥσπερ καὶ τὸ πρότερον, ὅτε τὴν Παλαιστίνην ᾤκουν. τινὲς δὲ αὐτῶν ἀλ‐ λάξαντες τὰ Ἰουδαϊκὰ ἔθη ἐπαύσαντο καὶ τοῦ περιτέμνειν αὐτῶν τὰ τέκνα. ἐξ ὧν δείκνυται, ὅτι ψευδῶς σὺ τοὺς τόπους αἰτίους εἶναι λέγεις τῶν κακῶν. ἀλλ’ οὔτε θεὸς ὁ τῶν ἄστρων δημιουργὸς αἴτιος τῶν παρὰ ἀνθρώποις κακῶν οὔ‐ | |
10 | τε μὴν αὐτὰ τὰ ἄστρα. εἰ δὲ ἡ κίνησις αὐτῶν αἰτία, ὁ τὴν κίνησιν αὐτοῖς παρα‐ σχόμενος αἴτιος· εἰ δὲ μὴ 〈τῇ〉 κατὰ τὸν λόγον καθ’ ὃν ἐτάχθησαν κινήσει τοῖς ἀνθρώποις κακῶν εἰσιν αἴτια, δῆλον ὅτι καθὼς αὐτὴν ἑκουσίως ἐπεξεῦρον αὐτὰ τῶν κακῶν δίκην πάντων εἰσπραχθήσονται. ὅλως δὲ ἐπιβλαβῆ οὖσαν αὐτῶν τὴν κίνησιν καὶ ἐπισχεῖν ἔδει, ἅτε φαύλως κι‐ | |
15 | νουμένων εἰς ἔρωτας ἐκθέσμους καὶ γυναιομανίας καὶ σφαγὰς ὀθνείους καὶ ἐμφυ‐ λίους. φὴς γὰρ σὺ τὸν ἐπίπονον ἐργάτην καὶ σκαφέα ταυριανὸν εἶναι, καὶ ζυγι‐ ανὸν τὸν δίκαιον, κριανὸν δὲ τὸν θυμικόν, σκορπιανὸν τὸν φονέα, ἄσωτον καὶ ὑ‐ γρὸν τὸν ἐν ἰχθύσι καὶ καρκίνῳ, σώφρονα τὸν παρθένιον, βασιλικὸν τὸν ἐν λέον‐ τι. εἰ δὲ ταῦτα καὶ λέγειν ἕωλον, εὔδηλον τοῖς νοῦν ἔχουσιν, ὡς οὐδὲν τούτων | |
20 | αὐτοὶ ἐνεργοῦσιν, ἀλλ’ ἡμᾶς αὐτοὺς 〈ὁ〉 λόγος ὁρμᾷ 〈ἢ〉 πρὸ τῶν ἀγαθῶν ἑκουσί‐ | |
ως τὰ φαῦλα μετερχομένους ἢ καὶ τὴν ἀρετὴν καταπραττομένους. καὶ αὐτός μοι συν‐ | 259 | |
260 | ᾴδεις· φὴς γὰρ αὐτεξουσίους ἡμᾶς εἶναι· μετὰ γὰρ τὸ εἰπεῖν ἢν δὲ Κρόνον ἐσίδῃς γεραρὸν ἐν Κυπρίδος οἴκῳ, γάλλους ἢ μοιχοὺς ἔννεπε τὴν γένεσιν προτρέπων δὴ ἐπ’ εὐχὴν λέγεις· | |
5 | εὐχέσθω δ’, εἰ μοιχὸς ἀνὴρ καὶ ἄσωτος ἀκούσαι, πόρνου 〈καὶ〉 μαλακοῦ μὴ κατάγειν γένεσιν. καίτοι, ὦ ἀγαθέ, ἡ εὐχὴ τί δύναται πρὸς τὴν τῆς γενέσεως ἀνατροπήν; 〈ἢ〉 οὐδέ γ’ ἐναίσιμος ἡ γένεσις εἰς τὸ πάντων δύνασθαι κρατεῖν τὸ ἐπάγγελμα; εἰ δὲ ἀνίκητος καὶ ἀκαταμάχητος ἡ εἱμαρμένη, τί προτρέπεις εἰς τὰς περὶ τοῦ μὴ | |
10 | χείρους γενέσθαι εὐχὰς τοὺς ἀνθρώπους; λυσιτελεῖν γὰρ αὐτοῖς ἀσώτοις εἶναι μᾶλλον καὶ μοιχοῖς ἢ πόρνοις καὶ μαλακοῖς 〈...〉 οὐδὲν ἐκ τῆς εὐχῆς τῶν ἐπὶ ταύτην ἡκόντων ὠφελουμένων. ἐναντίων δὲ ὄντων τῶν λόγων ἑκατέρων, καὶ τοῦ θε‐ οῖς εὔχεσθαι πρὸς ἀνατροπὴν χειρόνων κακῶν καὶ τοῦ τὴν γένεσιν πανταχοῦ νικᾶν, ὁ ἑκάτερα διδάσκων ἀνόητος. εὐχὴ γὰρ γένεσιν ἀνατρέπειν, εἴπερ ἔστιν, οὐχ οἵ‐ | |
15 | α τε. οὐκοῦν εἴπερ εὐχῆς χρεία ἑκουσίου, αὐτεξούσιοί εἰσιν οἱ ἄνθρωποι {εἰ‐ σὶ λογικοὶ καὶ τὴν γνώμην ἐλεύθεροι} καὶ τῇ γνώμῃ αἱροῦνται τὰ καλὰ ἢ τὰ φαῦ‐ λα, ἀλλ’ οὐ τῇ τῶν ἄστρων κινήσει. οἵ τε γὰρ ἄνθρωποί εἰσι λογικοὶ καὶ τὴν γνώμην ἐλεύθεροι, οἵ τε ἀστέρες εἰσὶν ἄψυχοι καὶ αἰσθήσεως ἄμοιροι, πρὸς ὑπη‐ ρεσίαν ἀνθρώπων ὑπὸ θεοῦ γενόμενοι εἰς σημεῖα καὶ καιροὺς καὶ εἰς ἐνιαυτούς, | |
20 | οὐκ ἐπὶ βλάβῃ ἀλλ’ ἐπ’ ὠφελείᾳ. θεὸς φύσει ἀγαθὸς ὢν οὐδενός ἐστι κακοῦ δημι‐ | |
ουργός, ἐπεὶ μηδὲ φύσιν ἔχει τι φαῦλον παρὰ θεοῦ γίνεσθαι τοῦ καὶ φύσει καὶ | 260 | |
261 | γνώμῃ ὄντος ἀγαθοῦ. μαρτυρεῖ δέ μοι τῷ λόγῳ ὁ σὸς ὑποφήτης Μένανδρος, ὡς τοῖσιν εὖ φρονοῦσι σύμμαχος τύχη. ἅπαντι δαίμων 〈ἀνδρὶ〉 συμπαρίσταται εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου | |
5 | ἀγαθός· κακὸν γὰρ δαίμον’ οὐ νομιστέον εἶναι βίον {ου} βλάπτοντα θνητὸν οὐδ’ ἔχειν κακίαν· ἅπαντα δ’ ἀγαθὸν εἶναι τὸν θεόν. ἀλλ’ οἱ γενόμενοι τοῖς τρόποις αὐτοὶ κακοί, πολλὴν δ’ ἐπιπλοκὴν τοῦ βίου πεποιημένοι | |
10 | ἢ πάντα τὴν αὑτῶν 〈δι’〉 ἀβουλίαν 〈κακῶσ〉 τρίψαντες ἀποφαίνουσι δαίμον’ αἴτιον καὶ κακὸν ἐκεῖνόν φασιν, αὐτοὶ γεγονότες. οὐκοῦν κατ’ αὐτὸν οὐδενὸς κακοῦ αἴτιος ὁ θεός. μεμφόμενος δέ που τὸ κακὸν τοῦτο μάθημά σου ὁ κωμικὸς Σωτάδης, χαριέντως διδάσκων μάταιον μόχθον εἶναι, | |
15 | φησίν, εἰ μετὰ τὸ μαθεῖν οὐκ ἦν παθεῖν ἃ δεῖ παθεῖν, ἔδει μαθεῖν. εἰ δέ με παθεῖν δεῖ κἂν μάθω, τί δεῖ μαθεῖν; οὐ δεῖ μαθεῖν ἄρ’ ἃ δεῖ παθεῖν· δεῖ γὰρ παθεῖν. | |
20 | διὰ τοῦτ’ 〈ἄρ’〉 οὐ θέλω μαθεῖν, παθεῖν μ’ ἃ δεῖ. | |
περιττὸν οὖν τὸ περὶ τὰ τοιαῦτα λεσχηνεύεσθαι, οὐδὲν γὰρ προὔργου· οὔτε γὰρ | 261 | |
262 | πραγμάτων 〈...〉 οὔτε τυχαία τις σύμβασις, οὐ Κλωθώ, οὐ Λάχεσις, οὐκ Ἄτροπος, ἀλλ’ ἡ τοῦ θεοῦ πρόνοια ἐφέστηκεν ἡνιοχοῦσα τὰ πάντα, πάντ’ ἐφορῶσα καὶ πάντ’ ἄγουσα καὶ φέρουσα πρὸς τὴν τοῦ διοικοῦντος γνώμην. ταῦτα δέ μοι πάντα εἴρηται διὰ τὴν τοῦ θεοῦ φωνήν, ἣν παιδεύων τὸν ἑαυτοῦ | |
5 | θεράποντα Ἰὼβ ἔφη· ὅτε ἐγεννήθησαν ἄστρα, ᾔνησάν με φωνῇ μεγά‐ λῃ πάντες ἄγγελοί μου καὶ ὕμνησάν με. ἴδωμεν δὲ καὶ τὰ ἑξῆς τῶν λογίων. 38,8—11 ἔφραξα δὲ θάλασσαν 〈πύλαισ〉, ὅτε ἐμαιοῦτο ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη· ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὀμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα, ἐθέ‐ | |
10 | μην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας. εἶπον δὲ αὐτῇ· μέχρι τούτου ἐλεύ‐ σῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ’ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα. ποίαν πύλην τῇ θαλάσσῃ περιθεὶς ἐναπέκλεισα αὐτὴν γενομένην; οὐχὶ τὸ ἐμὸν πρόσταγμα ὅρος αὐτῆς; 〈...〉 νέφος μὲν αὐτῇ ὡς ἱμάτιον περιθείς, ὀμίχλην δὲ τρόπον σπαργάνων, καὶ τοσοῦτον ὑπόκειται αὕτη τῇ ἐμῇ ἐξουσίᾳ, ὅτι καίπερ πεφυ‐ | |
15 | κυῖα εἰς ὕδωρ ἀναλύεσθαι τοὐναντίον αὐτὴ φυλάσσει τὴν θάλασσαν, πειθομένη τῷ ἐμῷ κελεύσματι. κλεῖθρα δὲ αὐτῇ καὶ ὅρια οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐμὸν πρόσταγ‐ μα. καὶ τὴν τοσαύτην εὐτελεστάτῃ ψάμμῳ πεπέδηκα, νῦν μὲν δίκην ὀρῶν ὑψουμένην, 〈νῦν δὲ ...〉, καὶ νῦν μὲν τοῖς προσβάλλουσι πνεύμασι κυματίζεσθαι ταραττομέ‐ νην, νῦν δὲ τῇ τούτων τούτων συστολῇ γαλήνῃ πραϋνομένην, καὶ ποτὲ μὲν εἰς χέρσον ἀπο‐ | |
20 | πτύουσαν τὸ κῦμα, ποτὲ δὲ εἰς βάθος ὑποχωροῦσαν, ὠκύτατα μὲν ἐπεξιοῦσαν, ῥᾷστα | 262 |
263 | δὲ εἰς τοὐπίσω παλινδρομοῦσαν τῆς ἐμῆς βουλῆς ἐπεχούσης τὴν ταχινὴν αὐτῆς ἐπι‐ δρομήν. 38,12α ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν; μὴ σοὶ συμβούλῳ ἐχρησάμην, ὅτε τὸν ὄρθρον ἐποίουν καὶ τὸ φῶς κατεσκεύαζον, | |
5 | τάξιν μὲν θέμενος τῷ σκότει, φαιδρύνας δὲ τὸ μέτρον τῆς ἡμέρας; 38,12β—13 ὁ ἑωσφόρος δὲ ἐπεῖδε τὴν ἑαυτοῦ τάξιν ἐπιλαβέσθαι πτερύγων γῆς καὶ ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς; μὴ τῇ ἰδίᾳ δυνάμει ἐτάγη ὁ ἑωσφόρος, ἵνα εἰς τὰ πέρατα τῆς οἰκουμένης φαί‐ νῃ, ἵνα τοὺς λωποδυτοῦντας παύσῃ ἐκτινάξας αὐτούς; ἅμα γὰρ τῷ ἐπιτεῖλαι αὐτὸν | |
10 | πάντες οἱ τὰ φαῦλα δρῶντες δραπετεύουσιν· τούτου γὰρ τὰς ἑαυτοῦ βολὰς τῇ γῇ κατασπείραντος πᾶς τυμβωρύχος καὶ κλεψίγαμος καὶ λῃστὴς βιαιότατος φονεὺς γόης καὶ πᾶς ὁ τῶν κακῶν ὀρυμαγδὸς φυγὰς γίνεται· ἄγγελον γὰρ ἡμέρας ἐπίσταν‐ ται καὶ τῷ φόβῳ τοῦ συνειδότος κατακρύπτονται· πᾶς γὰρ ὁ τὰ φαῦλα πράσ‐ σων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχ‐ | |
15 | θῇ αὐτοῦ τὰ ἔργα. 38,14 ἦ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς; δείκνυσι διὰ τούτων, ὅτι τὸ σῶμα ἡμῶν ἐκ τῶν τεσσάρων στοιχείων ἔπλασεν, ἐκ γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ τῆς τοῦ πυρὸς θέρμης· εἰ {τα} γὰρ πηλὸς γῆ καὶ ὕ‐ | |
δωρ ἐστίν, δῆλον ὅτι ζῷον οὐκ ἔστιν οὐκ ὄντος ἐν αὐτῷ πνεύματος, πνεῦμα δὲ οὐχ | 263 | |
264 | οἷόν τε εἶναι εἰλικρινὲς μὴ οὔσης ἐν αὐτῷ θερμότητος. ἡ τοίνυν γῆ ξηρά ἐστι καὶ ψυχρά, τὸ δὲ ὕδωρ ὑγρὸν καὶ ψυχρόν, ὁ δὲ ἀὴρ ὑ‐ γρὸς καὶ θερμός, τὸ δὲ πῦρ ξηρὸν καὶ θερμόν. μετέχομεν δὲ τῶν μὲν τριῶν καὶ τῶν φύσεων καὶ τῶν δυνάμεων, τοῦ δὲ ἑνὸς μόνης τῆς δυνάμεως, τουτέστι τῆς θερ‐ | |
5 | μότητος. ἔπειτα ἐσθίομεν τὰ ἐκ γῆς, πίνομεν ὕδωρ, ἕλκομεν τὸν ἀέρα, θερμαινό‐ μεθα πυρί, χαίρομεν δὲ τῇ τούτων εὐκρασίᾳ, δυσχεραίνομεν ἢ ἐλλείψει τινὶ ἢ καὶ πλεονασμῷ· εὔδηλον δέ, ὡς οὐκ ἂν 〈ἐδυσχεραίνομεν ἐπὶ τούτοισ〉 ἢ ἐχαίρομεν ἐπὶ τῇ εὐκρασίᾳ, εἰ μὴ πρότερον ἐκ τούτων ἔσχομεν τὴν γένεσιν. κἀκεῖνο δὲ λογίσασθαι χρή, ὅτι εἰ ἔστι στερεόν τι ἐν ἡμῖν ὡς ὀστέα καὶ χόν‐ | |
10 | δροι, δῆλον ὅτι οὐκ ἄνευ γῆς ἐστιν, εἰ δὲ καὶ ὑγρὸν ὡς φλέγμα καὶ ἱδρῶτες, δῆ‐ λον ὅτι οὐκ ἄνευ ὕδατος, εἰ δὲ καὶ πνεῦμα διά τε ἀρτηριῶν καὶ φάρυγγος διατρέ‐ χει, πάντως ὅτι οὐκ ἄνευ ἀέρος, εἰ δὲ καὶ θερμόν τι ἐν σπλάγχνοις καί τισιν ἑ‐ τέροις μέρεσιν ἐναπόκειται, δῆλον ὅτι εἰ καὶ μὴ πῦρ ἐστιν, ἀλλὰ συγγενὲς πυρός. καὶ μὴν οὐδὲ ἐκεῖνο ἀγνοεῖν χρή, ὅτι χολὴ ἐν ἡμῖν μέλαινα ξηρὰ καὶ ψυχρὰ γῇ | |
15 | καὶ φθινοπώρῳ ἐοικυῖα, καὶ αἷμα θερμὸν καὶ ὑγρὸν ἀέρι καὶ ἔαρι ἐοικός, καὶ χο‐ λὴ ξανθὴ ξηρὰ καὶ θερμὴ ἐοικυῖα θέρει καὶ πυρί, καὶ φλέγμα ὑγρὸν καὶ ψυχρὸν ἐ‐ οικὸς χειμῶνι καὶ ὕδατι· ἐξ ὧν ἁπάντων δείκνυται, ὅτι τὸ σῶμα ἡμῶν ἐκ τῶν τεσ‐ σάρων γέγονε στοιχείων. τὸ δὲ λαλητὸν ἔθου ἀντὶ τοῦ· 〈...〉 σώματος φθαρτοῦ ἄνθρωπος 〈...〉 | |
20 | τὴν μὲν ἐκ τοῦ μὴ ὄντος, τὸ δὲ ἐκ διαιρέσεως τῶν πρώτων σωμάτων· καὶ τὸ μὲν | |
σῶμα ἔχει τὴν πένταθλον αἴσθησιν, ἀκοὴν ὅρασιν γεῦσιν ἁφὴν ὄσφρησιν· ἔχει | 264 | |
265 | δὲ καὶ τὴν μεταβατικὴν κίνησιν καὶ τὰ ἄλλα μέρη καὶ μέλη, ἔχει δὲ καὶ ὁρμήν. ἡ δὲ ψυχὴ ἔχει τὴν λογικὴν διάκρισιν· λογικῆς δὲ διακρίσεως ἴδιον χωρίζειν εὐ‐ σέβειαν ἀπὸ ἀσεβείας, δικαιοσύνην ἀδικίας, ἴδιον ἀλλοτρίου, βλαβεροῦ τὸ συμ‐ φέρον, εὐπρεποῦς τὸ ἀπρεπές. | |
5 | ὁ ἄνθρωπος οὖν σύνθετός ἐστιν ἐκ ψυχῆς ἀσωμάτου καὶ σώματος εὖ διακειμένου πρὸς λογικῆς φύσεως ἕνωσιν. τὸ σῶμα ἡμῶν σύγκειται ἐκ τῶν πρώτων σωμάτων, ἔτι δὲ ἐκ μερῶν καὶ μελῶν ὁμοίων καὶ ἀνομοίων· ἔχει δὲ καὶ πάθη, ἀλλοίωσιν, διαί‐ ρεσιν, αὔξησιν μείωσιν, κένωσιν πλήρωσιν· ἔχει δὲ καὶ τὰ καλούμενα ψυχικὰ πά‐ θη, ἐπιθυμίαν ἡδονὴν θυμὸν λύπην φόβον καὶ ὀργήν, οἷς πᾶσι δίκην ἡνιόχου ἐφε‐ | |
10 | στηκυῖα ἡ ψυχὴ λόγῳ καὶ κρίσει πραΰνει τὰ μὲν ἀναστέλλουσα, τὰ δὲ τεταγμένως ἐνδιδοῦσα, οὐκ ἀναιροῦσα ταῦτα φυσικὰ ὄντα, ἀλλὰ δεόντως αὐτοῖς κεχρημένη. διὰ γὰρ τὸ μετὰ λόγου καὶ κρίσεως ζῆν κοινωνῶν ἀψύχοις τε καὶ ἀλόγοις διαφέρει πάντων ὡς βουλευτικὸν ζῷον καὶ πρακτικὸν, οἰκονομικόν τε καὶ πολιτικόν. ἦ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς | |
15 | γῆς. περὶ γὰρ τούτου εἴρηται· καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. καὶ ἔλαβεν χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσω‐ πον αὐτοῦ καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. | |
20 | τοῦτον δόξῃ καὶ τιμῇ ἐστεφάνωσεν ὁ κτίσας καὶ κατέστησεν ἐπὶ τὰ ἔργα | |
τῶν χειρῶν αὐτοῦ· τοῦτον ἠλάττωσε βραχύ τι παρ’ ἀγγέλους, τοῦτον κόσμου κόσ‐ | 265 | |
266 | μον ἀνέδειξεν· ὅσον γὰρ κατὰ τὴν οὐσίαν αὐτὸν τῶν ἀθανάτων ἐποίησεν ἐνδεέστε‐ ρον, τοσοῦτον κατὰ τὴν τιμὴν ἀπέφηνεν ἐνδοξότερον, αἴσθησιν μὲν αἰσθητῶν χα‐ ρισάμενος, νόησιν δὲ νοητῶν. τοῦτον ἄρχοντα καὶ κύριον καὶ θεὸν τοῦδε τοῦ κόσ‐ μου κατέστησεν. | |
5 | οὗτος ἔχων πρὸς πάντα τὴν κοινωνίαν βραχὺς μέν ἐστι κατὰ τὸ φαινόμενον, μέ‐ γας δὲ κατὰ τὸ νοούμενον· κοινωνεῖ γὰρ τοῖς πρώτοις σώμασιν, ὅτι ἐξ αὐτῶν γέ‐ γονεν καὶ ἐν αὐτοῖς ἐστι καὶ ἄνευ τούτων εἶναι οὐ δύναται· κοινωνεῖ καὶ τοῖς φυτοῖς καὶ ταῖς βοτάναις διὰ τὸ ἐκ τῶν αὐτῶν καὶ αὐτὰ γεγενῆσθαι· κοινωνεῖ καὶ τοῖς ἀλόγοις διὰ τὰ προειρημένα καὶ κατὰ τὰς πέντε αἰσθήσεις καὶ τὴν μεταβατι‐ | |
10 | κὴν κίνησιν. 〈διαφέρει δὲ καὶ τούτων πάντων, τῶν μὲν ἀψύχων ὡς ἔμψυχος,〉 τῶν δὲ ἐμψύχων ὡς μόνος ἀθάνατον ψυχὴν ἔχειν λαχών, τῶν δὲ ἀθανάτων καθ’ ὃ μικτόν ἐστιν αἰσ‐ θητὸν καὶ νοητόν, αἰσθητὸν κατὰ σῶμα, νοητὸν κατὰ ψυχήν, καὶ ὅτι σπουδῇ καὶ πόνῳ καὶ μελέτῃ κατορθοῖ τὴν εὐσέβειαν ἐκείνων ἀχρόνως καὶ ἀμελετήτως ταύτην | |
15 | κατεχόντων διὰ τὸ ἀνενόχλητον τῆς φύσεως καὶ τοῦ νοῦ τὸ ἀπερίσπαστον. τὸ δὲ διαφέρειν οὐκ ἐπὶ τοῦ κρείττονος μόνον λέγω, ἀλλὰ καὶ ἐπὶ τοῦ καταδε‐ εστέρου· οὐδὲν γὰρ κωλύει διαφέρειν καὶ τὸ ἔλαττον τοῦ μείζονος καὶ τὸ μεῖζον τοῦ ἐλάττονος. λαλητὸν οὖν ζῷον ὁ ἄνθρωπος, ὅπερ ἐστὶν εἰπεῖν λογικόν. | |
38,15 ἀφείλου δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς καὶ βραχίονα ὑπερηφάνων συνέτριψας; | 266 | |
267 | δυνήσῃ δὲ σὺ ἀμύνασθαι τοὺς ἀσεβεῖς καὶ τοὺς ἀδίκως ἐκτεινομένους αὐτῶν βρα‐ χίονας συντρῖψαι ἢ καὶ μισοπόνηρος εἶ; 38,16—17 ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; | |
5 | ἆρά γε μὴ ἐκ πηγῆς τινος ἔξεισιν ἡ τοσαύτη θάλασσα; οὐχὶ δὲ πηγὴ ταύτης τυγχάνει τὸ ἐμὸν πρόσταγμα; τὰ δὲ λοιπὰ ἐκληψόμεθα εἰς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ὡς ἐκ προσώπου τοῦ πατρὸς λεγόμενα ὅτι· μέγα τι οἴει ὑπομεμενηκέναι ἐκδοθεὶς παρ’ ἐμοῦ πρὸς αἰκί‐ αν, ὁπότε ὁ ἐμὸς υἱὸς ὁ ἀγαπητὸς οὐχ ὑπεύθυνος ὢν θανάτῳ εἵλετο θάνατον, ἵνα | |
10 | τοὺς ὑποκειμένους θανάτῳ λυτρώσηται τῆς δουλείας τῆς φθορᾶς; σὺ τούτῳ ἐπικεί‐ μενος ἄχθῃ ἐπὶ τοῖς συμβεβηκόσι σοι ἀγνοῶν τὴν οἰκονομίαν, ὡς ὅτι δίκαιόν σε ἀποδείξει τὸ συμβάν σοι. ἔθος δὲ τῇ γραφῇ τὸ μέλλον ὡς γεγονὸς ἐξηγεῖσθαι. ὅτι γὰρ ὁ μονογενής ἐστιν ὁ ἐν ἴχνεσιν ἀβύσσου περιπατήσας, ᾧ ἠνοίγησαν πύλαι θανάτου, ὃν οἱ πυλωροὶ τοῦ | |
15 | ᾅδου ἰδόντες {σε} ἔπτηξαν, ὁ ἐν νεκροῖς ἐλεύθερος, οὗ οὐ κατελείφ‐ θη εἰς ᾅδου ἡ ζωὴ οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν, πᾶς φι‐ λόθεός μοι καὶ τῶν εἰς μνήμην τοῦ θανάτου καὶ τῆς ἀναστάσεως ἐπιτελουμένων συμβόλων ἀξιωθεὶς (οὗτος γὰρ εἴη ὁ χριστιανὸς ἄνθρωπος) 〈σύνοιδεν〉. | |
38,18—21 νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ’ οὐρανόν; ἀνάγγειλον δή μοι, πῶς | 267 | |
268 | ἢ τίς ἐστιν, ἐν ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς, σκότους δὲ ποῖός ἐστιν ὁ τόπος; εἰ ἄρα ἀγάγοις με εἰς ὅρια αὐτῶν, εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν, οἶδα 〈ἄρα〉 ὅτι γεγέννησαι τότε, ἀριθμὸς δὲ ἐτῶν σου πολύς. 〈εἰ〉 ἔγνως τὸ πέρας τοῦ παντός, εἰπὲ δή μοι, πόσον ἐστὶ τοῦτο. φωτὸς δὲ | |
5 | 〈καὶ〉 σκότους ἆρα μή τινές εἰσιν ἀποθῆκαι παρ’ ἐμοί; οὐχὶ δὲ σύστασις αὐτῶν ἐστιν ἡ ἐμὴ βούλησις; κατὰ τὸ εἰρημένον· σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐ‐ στιν ἡ νύξ, τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελί‐ ωσας. ἐάν μοι ταῦτα εἴπῃς, οἶδα ὅτι πρὶν αὐτὰ γενέσθαι ἦσθα καὶ παλαιὸς ἡμε‐ ρῶν τυγχάνεις καὶ πλῆθος ἐτῶν σου πολὺ καὶ ἀνάριθμον. | |
10 | 38,22—24 ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας; ἀπό‐ κεινται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμου καὶ μάχης; πόθεν δὲ ἐκπορεύ‐ εται ἡ πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ’ οὐρανόν; μὴ ἀποθῆκαί μοι τούτων εἰσὶ καὶ ταμεῖα; οὐχὶ τὸ εἶναι αὐτῶν τῷ θελήματί μου; μὴ ἀπεθέμην εὐλαβούμενος μή μοι λείψῃ; οἱ γὰρ τὰ ἀπόθετα φυλάττοντες ὁμολογοῦ‐ | |
15 | σι τῆς φύσεως τὸ ἐνδεές· ἐμοὶ 〈δὲ〉 ἀρκεῖ μόνον τὸ βουληθῆναι καὶ τὸ βουλητὸν περίκτητον· τῇ γὰρ ἐμῇ γνώμῃ πάντα πειθαρχεῖ καὶ τῇ ἐξουσίᾳ τοῖς γινομένοις ἡ ὕπαρξις, κατὰ τὸ εἰρημένον· ὅταν γὰρ θέλῃς, πάρεστί σοι τὸ δύνασθαι, καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται; σύνδρομος γὰρ αὐτοῦ τῇ βουλήσει ἡ ἐνέργεια, ἐπείπερ εἴρηται· ὁ θεὸς ὁ θαυμαστὸς ὁ μέγας τῇ | |
20 | βουλήσει καὶ κραταιὸς τοῖς ἔργοις. | 268 |
269 | 38,25—30α τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν τοῦ ὑετί‐ σαι ἐπὶ γῆν οὗ οὐκ ἀνήρ, ἔρημον οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης; τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς συνοχὰς καὶ βώλους δρόσου; ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύ‐ | |
5 | εται κρύσταλλος, πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν, ἣ καταβαίνει ὡς ὕδωρ ῥέον; πάντα, φησί, τῷ ἐμῷ νεύματι γίνεται, ἀέρος τε μεταβολὴ καὶ ὄμβροι ἐξαίσιοι πρός τε αὐτάρκειαν καὶ περιουσίαν· ὕω γὰρ καὶ τῇ οἰκουμένῃ καὶ τῇ ἀοικήτῳ, ἵ‐ να μή τις νομίσῃ περιγραφῆναί μου τὴν δύναμιν εἰς τὴν οἰκουμένην, μὴ ἐκτείνε‐ σθαι δὲ εἰς τὴν ἀοίκητον. καὶ γὰρ καὶ πανταχόσε ὄμβρους 〈... κατὰ τὸ εἰρη〉‐ | |
10 | μένον· μερὶς μία βραχήσεται καὶ μερίς, ἐφ’ ἣν οὐ βρέξω, ξη‐ ρανθήσεται. οὐ γὰρ μόνον περὶ ἀνθρώπων μοι μέλει, ὧν ἐγὼ ἐποίησα δι’ ἀγα‐ θότητα, ἀλλὰ καὶ τῶν ἀλόγων φροντίζω, ἃ δι’ αὐτοὺς ἐδημιούργησα· ὡς γὰρ ἐκεί‐ νοις σῖτος, οὕτω τούτοις χιλὸς ἐπιτήδειον· σῖτος γὰρ νεανίσκοις, χλόη δὲ τῇ δουλείᾳ τῶν ἀνθρώπων. | |
15 | οὐκοῦν αἴτιος ἐγὼ τοῦ ὑετοῦ καὶ τοῦ πηγνυμένου κρυστάλλου καὶ τῆς κατιού‐ σης πάχνης· παχύνας τὸν ἀέρα γνώμῃ τῇ ἐμῇ καὶ ἐπισυναγαγὼν τὰ νέφη ἐκθλίβω τοὺς ὄμβρους. ἐπειδὰν δὲ κατιὸν τὸ ὕδωρ παγῇ ἐκ τῆς ἄγαν ψυχρότητος, χιόνα ἀ‐ ποστέλλω, τῷ δὲ ὑγρῷ πνεῦμά τι συμπλέξας μεταβάλλω εἰς χάλαζαν, κἀκ τούτου ἶριν θαυμαστὴν ἀποστέλλω σοφίᾳ τῇ ἐμῇ ὥσπερ γραμμαῖς τισιν εὐθείαις λόγῳ θε‐ | |
20 | ωρηταῖς καὶ νῷ περιληπταῖς. ἡ γὰρ ὑγρὰ οὐσία εἰς νέφος μεταβαλλομένη ἐκ τοῦ | 269 |
270 | κατὰ βραχὺ εἰς μικρὰς ῥανίδας νοτίζεται· ἐπὰν δὲ ὁ ἥλιος γένηται ἐν δυσμαῖς, εὐθὺς ἡ ἁψὶς αὐτῆς κυρτοῦται εἰς κάλλος ἀμήχανον. ἡ γὰρ ὄψις προσπεσοῦσα ταῖς ῥανίσιν ἀνακλᾶται, καὶ γίνεται 〈τὸ〉 τόξον. αἱ δὲ ῥανίδες οὐ σχήματος μορφὴ ἀλλὰ χρώματος, τὸ μὲν πρῶτον φοινικοῦν, τὸ δὲ δεύτερον ἁλουργές, καὶ τὸ τρί‐ | |
5 | τον κυανοῦν καὶ πράσινον. τὸ φοινικοῦν γὰρ ὑπὸ τῆς λαμπρότητος τοῦ ἡλίου κατ‐ αυγασθὲν ἀκραιφνῶς τῇ ἀνακλάσει ἐρυθραίνεται, τὸ δὲ δεύτερον ἐπιθολούμενον καὶ ἐκλυόμενον μᾶλλον τῆς λαμπηδόνος διὰ τὰς ῥανίδας ἁλουργὲς γίνεται (ἄνεσις γὰρ τοῦ ἐρυθροῦ 〈τοῦτο〉), ἔτι δὲ μᾶλλον ἐπιθολούμενον τὸ διορίζον εἰς τὸ πράσινον μεταβάλλει. | |
10 | τίς ὁ τετοκὼς βώλους δρόσου, ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύ‐ εται κρύσταλλος, πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν; ἀνάγνωθι ταῦ‐ τα †σὺν χρήσει αὐτὸς† πρὸς τοὺς ὁμοουσιαστάς· ὥσπερ γὰρ ἐνταῦθα γαστρὸς μέμνηται καὶ τοκετοῦ (σημαίνεται δὲ ἡ τοῦ θεοῦ ἐξουσία καὶ θέλησις), οὕτω κἂν ἐπὶ τοῦ υἱοῦ τὰς φωνὰς ταύτας ἀκούωμεν, οὐ φθορὰν καὶ μετάδοσιν, ἀλλ’ ἐξουσίαν νοήσο‐ | |
15 | μεν καὶ γέννησιν καθαράν, βουλήσει καὶ δυνάμει τοῦ φύσαντος γενομένην, οὐ μετουσίᾳ ἐμπαθεῖ. οὔτε γὰρ ὡς τὰ σώματα γεγέννηται ἀφαιρέσει καὶ διαιρέσει τῆς οὐσίας, οἷον ὡς φυτὰ καὶ ζῷα, οὔτε ὡς τὰ ἀριθμητὰ ἔκτισται· ταῦτα μὲν γὰρ διὰ μεσίτου κτισθέντα ἀριθμῷ ἀλλήλοις συγκρίνονται, {τὰ} τοῦ δὲ αὐτοῦ ὄντα τάγ‐ ματος ἀμετάδοτα διαμένουσιν, ἐπειδὴ καὶ ἄφθαρτα γέγονεν. ἐκεῖνα δὲ εἰ καὶ μετα‐ | |
20 | δοτικῶς γέγονεν, ἀλλ’ οὐκ ἄφθαρτα, εἰς ἄλληλα δὲ μεταβαλλόμενα ταῖς ποιότησιν | 270 |
271 | ὡς τὰ στοιχεῖα ἐξ ἀλλήλων ποιοῦνται τὴν γένεσιν. οὐκοῦν καὶ τὰ ἐξ αὐτῶν τὰ μὲν φύσει ὡς 〈τὰ〉 ἄψυχα, τὰ δὲ φύσει καὶ ὁρμῇ ὡς τὰ ἄλογα, τὰ δὲ φύσει καὶ ὁρμῇ καὶ {οὐ} βουλήσει ὡς οἱ ἄνθρωποι, ἀλλ’ οὐδὲν τούτων ἀπαθῶς· ὁ μέντοι θεὸς γεν‐ νῶν οὐ πάθει καὶ διαιρέσει τῆς οὐσίας γεννᾷ καὶ κτίζων οὐχ ὕλης δεῖται, οὐ κι‐ | |
5 | νήσεως, οὐ φυσικῶν ἢ τεχνικῶν ὀργάνων, ἀλλὰ βουλήσει καὶ δυνάμει γεννᾷ καὶ κτί‐ ζει. οὔτε γὰρ ἐνδεής ἐστιν ὕλης οὔτε τῇ ἰδίᾳ οὐσίᾳ ἀντὶ ὕλης τινὸς κέχρηται (οὐδενὸς γὰρ χρεία) οὔτε ἑαυτοῦ ἐπιδεὴς ὁ παντὸς ἀπροσδεής, ὁ μόνος παντοκρά‐ τωρ καὶ ἀπρόσιτος καὶ πάσης αἰτίας καὶ γενέσεως κρείττων, ἄτρεπτος, ἀναλλοίω‐ τος, οὐ καθ’ ὁμοιότητα τῶν παρ’ ἡμῖν πατέρων γεννῶν οὐδὲ καθ’ ὁμοιότητα τῶν | |
10 | παρ’ ἡμῖν δημιουργῶν κτίζων, ἀλλ’ ὡς ἀληθινὸς καὶ πάντῃ ἀνενδεὴς ἐξουσίᾳ γεν‐ νᾷ ἀμεσιτεύτως καὶ ἐξουσίᾳ κτίζει καὶ ἐξουσίᾳ κρατεῖ τῶν ἑαυτοῦ ἔργων. πάντα γὰρ ὅσα ἠθέλησεν ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. 38,30β πρόσωπον δὲ ἀσεβοῦς τίς ἔτηξεν, συνῆκας; | |
15 | ἠμύνω τὸν τοιοῦτον καὶ δείμασιν αὐτὸν ἐτάραξας; 38,31—32 δεσμὸν δὲ Πλειάδος ἔγνως καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας; ἢ διανοί‐ ξεις Μαζουρὼθ ἐν καιρῷ αὐτοῦ καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ καὶ ἄξεις αὐτά; | |
ὃ λέγει τοιοῦτόν ἐστιν· συνῆκας, φησίν, ὅπως καὶ δεδεμένοι εἰσὶν οἱ ἀστέ‐ | 271 | |
272 | ρες; μὴ σχοινίοις ἄρα τισίν; ἢ ἀρκεῖ αὐτοῖς ἡ ἐμὴ βούλησις πρὸς τὸ διαμένειν; τὸν δὲ Ὠρίωνα κατὰ τὸν δέοντα καιρὸν ἐπέτειλας καὶ τὸν Μαζουρὼθ καὶ τὸν Ἕ‐ σπερον ἐπὶ τῆς κόμης ἄξεις; εἰσὶ δέ τινες κομῆται προσαγορευόμενοι, οὐκ ἀεὶ μὲν φαινόμενοι, διά τινος | |
5 | δὲ χρόνου περιοδικοῦ ἐπιτέλλοντες· οἱ δὲ πωγωνίαι καλοῦνται καὶ δοκίδες καὶ κίονες κέρατί τε καὶ ῥομφαίᾳ τινὲς παραπλήσιοι ὅ τε τοῦ νότου Ταμίας καὶ ἀμφό‐ τεραι αἱ Ἄρκτοι, οἵτινες ἐπιτέλλοντες γνώμῃ θεοῦ μεγάλων πραγμάτων ἐμφάσεις παρέχονται. εἰδέναι δὲ χρή, ὅτι ἄστρον ἀστέρος κεχώρισται· τὸ μὲν γὰρ ἄστρον ἐκ πολλῶν | |
10 | ἀστέρων σύγκειται, ὡς Πλειὰς καὶ ὡς Σκορπίος καὶ αἱ Ἄρκτοι καὶ αἱ Ὑάδες καὶ ὁ Ὠρίων· ὁ δὲ ἀστὴρ ἕκαστος καθ’ ἑαυτὸν ὡς ὁ Ἑωσφόρος ὁ Ἕσπερος καὶ οἱ ἕ‐ τεροι οὓς ὁρῶμεν μόνους. 38,33 ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ’ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα; γινώσκεις δέ, ὅπως καὶ αἱ αἰθρίαι καὶ αἱ νεφώσεις γίνονται καὶ αἱ τέσσαρες | |
15 | τροπαὶ τοῦ ἐνιαυτοῦ αἱ ἐκ προσαγωγῆς κατὰ μέρος ἀλύπως τε καὶ προσηνῶς γινό‐ μεναι; ἡ γὰρ ἀθρόα μεταβολὴ φθείρειν μᾶλλον τὰ σώματα ἢ τρέφειν πέφυκεν. συνῆ‐ κας δὲ τῶν ἀνέμων τὴν φορὰν ὅπως γίνονται; ἄνεμος γάρ ἐστι ῥεῦμα ἀέρος ταῖς τῶν τόπων ἐξαλλαγαῖς τὰς ἐπωνυμίας ἀμεῖ‐ | |
βον· ἐκ μὲν γὰρ τοῦ ζοφώδους τῆς δύσεως ὅταν ῥέῃ ζέφυρος γίνεται, ἀπὸ δὲ τῆς | 272 | |
273 | ἀνατολῆς ἀπηλιώτης, καὶ ἀπὸ τῆς ἄρκτου βορρᾶς, λὶψ δὲ ἀπὸ τῶν νοτίων. τοὺς δὲ ἐτησίας πνεῖν 〈τοῦ〉 πρὸς ταῖς ἄρκτοις 〈παχυνθέντος ἀέρος ὑποχωροῦντι τῷ ἡλί‐ ῳ κατὰ τὴν θερινὴν τροπὴν ἐπισυρρέοντοσ〉. 38,34—35 καλέσεις δὲ νέφος φωνῇ καὶ δρόμῳ ὕδατος λάβρου ὑπακούσεται; 〈ἀπο‐ | |
5 | στελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται;〉 ἐροῦσι δέ σοι· τί ἐστιν; ἆρά γε ὑπείξει σοι πρὸς ὅπερ ἂν θέλῃς ἢ νέφος πρὸς ὄμβρον ἢ κεραυνὸς πρὸς τιμωρίαν ἐχθρῶν; συνίσταται δὲ ταῦτα τῇ ἐμῇ βουλήσει, ὄμβροι μὲν ἐπὶ τιμωρίᾳ, βροντὴ μὲν ἐπ’ αὐξήσει, σκηπτοὶ 〈... βροντῆσ〉 μὲν ἐξαισίως ἐκρηγνυμένης προσ‐ κρούσματι τῶν νεφῶν, ἀστραπῆς δὲ ἐκλαμπούσης τῇ σφοδροτάτῃ κινήσει τοῦ πνεύμα‐ | |
10 | τος, †ἧς† ἐκ παρατρίψεως ἐκσπινθηρίζεται ἢ κεραυνὸς ἢ σπινθὴρ πρὸς ἐπιστροφὴν τῶν ἁμαρτανόντων. 38,36 τίς ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν καὶ ποικιλτικὴν σοφίας ἐπιστή‐ μην; ὁ γὰρ πρόβατα κατασκευάσας καὶ ἔρια δοὺς εἰς ἀμφιασμόν, αὐτὸς καὶ τὴν ὑφαν‐ | |
15 | τικὴν σοφίαν ἐξεπαίδευσεν τὰς γυναῖκας ἱστὸν ἀνεγεῖραι καὶ στήμονα ἐγεῖραι καὶ κρόκην ὑφᾶναι καὶ μίτον ταῖς τροαῖς ἀμφιβάλλειν καὶ τὰ ποικιλτὰ καταγράφειν ἐν τοῖς χιτῶσιν. | |
38,37—38 τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν; κέχυται | 273 | |
274 | γὰρ ὡς γῆς κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ κύβον λίθοις. εἰ γὰρ ἀριθμηταὶ αὐτῷ σταγόνες ὑετοῦ, πολλῷ μᾶλλον τὰ νέφη· ὁ γὰρ ἀ‐ ριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν, οὗτος καὶ τὸν οὐρανὸν ἐξέτεινεν ὡς δέρριν καὶ ἔπηξεν ὡς καμάραν, ἐν αὐτῷ | |
5 | 〈...〉 καὶ ὑπ’ αὐτὸν ἐπὶ γῆς τὴν οἰκουμένην κατεργασάμενος. ὥσπερ γῆς φησὶ κονία ἀντὶ τοῦ· λαμπρὸν καὶ κρυσταλλοειδῆ. διῄρηται δὲ ταῖς θέσεσιν ἀλλ’ οὐ τῇ φύσει εἰς τὸ ἀρκτικὸν καὶ ἀειφανές, θε‐ ρινόν τε τροπικόν, μεσημβρινόν τε καὶ ἰσημερινόν, πάλιν τε τροπικὸν χειμερι‐ νόν, ἀνταρκτικόν τε καὶ ἀφανὴς ἀεί· λοξὸς δὲ τοῖς τρισὶ μέσοις ὁ ζῳδιακὸς κα‐ | |
10 | λούμενος ὑποβέβληται παρεπιψαύων τῶν μέσων τριῶν· πάντας δὲ αὐτοὺς ὁ μεσημβρι‐ νὸς πρὸς ὀρθὰς ἀπὸ τῶν ἄρκτων ἐπὶ τὸ ἀντίξουν τέμνει. ὥσπερ δὲ κύβον λίθῳ ἐπιτεθεῖσθαι ἔφη, ὅν τινες κωνοειδῆ ἔλεξαν οὐ μόνον Ἑλ‐ λήνων, ἀλλὰ καὶ τῶν τὰ λόγια ἑρμηνευσάντων. 38,39—40 θηρεύσεις δὲ λέουσι βοράν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις; δεδοί‐ | |
15 | κασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες. οὐ γὰρ μόνον ἀνθρώποις σῖτον καὶ τοῖς ἐξυπηρετουμένοις αὐτοῖς ζῴοις χιλὸν ἡτοίμασα, ἀλλὰ καὶ τοῖς σαρκοβόροις κρέα καὶ τοῖς ἑρπυστικοῖς τὰ πρόσφορα· ἃ γὰρ οὐκ ὤκνησα ποιῆσαι οὐδὲ προνοίας ἀπηξίωσα. ἐνέθηκα δὲ αὐτοῖς καὶ φόβον, ἵνα μὴ ἐξ ἀδικίας λυμαίνωνται τοῖς οὖσιν. τίς οὖν ἕτερος ταῦτα, Ἰώβ, ὡς ἔχει δι‐ | |
20 | ετάξατο ἢ αὐτὸς ἐγὼ ὁ τούτων δημιουργὸς καὶ κύριος καὶ φύλαξ; | 274 |
275 | 38,41 τίς δὲ ἡτοίμασεν κόρακι βοράν; νεοσσοὶ δὲ αὐτοῦ πρὸς κύριον κεκρά‐ γασιν πλανώμενοι τὰ σῖτα ζητοῦντες. εἰρηκὼς περὶ τῶν σιτοφάγων, περὶ τῶν σαρκοβόρων, περὶ τῶν ἰοβόλων 〈εἰρ〉η‐ κεν καὶ περὶ ὀρνίθων, τῷ λόγῳ παιδεύων ἡμᾶς, ὡς οὐδὲ ταῦτα τῆς αὐτοῦ προνοί‐ | |
5 | ας ἀπηξίωται. βορὸν μὲν γὰρ 〈τοῦτο〉 τὸ ὄρνεον καὶ ἐπιεικῶς εἰπεῖν ἀκόρεστον καὶ λίχνον ἄγαν, ὅθεν πρὶν ἅψασθαι οὗτινος βρωτοῦ ὥστε κομίσαι ἐν τῇ καλιᾷ τοῖς νεοττοῖς κατέπιεν· ἡ δὲ τοῦ θεοῦ σοφία κωνώπων μικρῶν 〈τὸ〉 ὀτρηρὸν ἐκ‐ πέμπει σωρηδόν, οὓς περιλιχμώμενοι διατρέφονται, κατὰ τὸ εἰρημένον· διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νεοττοῖς τῶν κοράκων | |
10 | τοῖς ἐπικαλουμένοις αὐτὸν οὐ λόγῳ ἀλλὰ χρείᾳ. ἃ γὰρ ἐποίησεν ἐνδεῆ, οἶδεν αὐτῶν καὶ τὰ πρὸς τὴν τροφὴν ἐπιτήδεια καὶ τὰ πρὸς ἀναπλήρωσιν τῆς ἐνδείας, κατὰ τὸ εἰρημένον· καταμάθετε τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, ἀλλ’ ὁ πατὴρ ἡμῶν ὁ οὐ‐ ράνιος τρέφει αὐτά. | |
15 | 39,1β—3α ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων, ἠρίθμησας δὲ αὐτῶν μῆνας 〈πλήρεισ〉 τοκετοῦ, ὠδῖνας δὲ αὐτῶν ἔλυσας, ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου; διὰ τούτων δείκνυσιν ἐναργῶς, ὅτι μὴ μόνον δημιουργὸς τούτων, ἀλλὰ γὰρ καὶ προνοητὴς καὶ κηδεμὼν καὶ πρύτανις ἑκάστου, καὶ ὅτι οὐδὲν ἂν ἦν διαμένον μὴ | |
τῆς αὐτοῦ φυλακῆς ἠξιωμένον. | 275 | |
276 | 39,1α.3β—4 ἢ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων ἐν πέτρᾳ, ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς; ἀπορρήξουσι τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι, ἐξελεύ‐ σονται καὶ οὐ μὴ ἀνακάμψωσιν. καὶ ταῦτα συνῳδὰ τοῖς προειρημένοις μηνύοντα τὴν αὐτοῦ περὶ πάντα πρόνοιαν, | |
5 | ὅτι μηδενὸς κατολιγωρεῖ ὧν ἐποίησεν· καὶ γὰρ καὶ τῶν γενέσεων αὐτῶν καὶ τῶν τοκε‐ τῶν φροντίζει καὶ τῆς ἀνατροφῆς καὶ κήδεται πάντων, ἐπεὶ μηδὲ ματαίως ἔκτισέ τι, ἀλλ’ ἐπί τινι χρησίμῳ. καὶ τὸ πάντων παραδοξότατον· ἐκτραφέντα ταῦτα ὑπὸ τῶν αὐτὰ γειναμένων ὥσπερ ὑπό τινος λήθης πιεσθέντα χωρίζονται τῶν αὐτὰ ποιη‐ σαμένων καὶ οὐκέτι ὡς αὐτοὺς ἀνακάμπτουσιν. | |
10 | 39,5—8 τίς δέ ἐστιν ὁ ἀφεὶς ὄναγρον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυ‐ σεν; ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα. κατα‐ γελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων κατασκέψεται ὄρη νομὴν αὐτοῦ καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ. πάντα ταῦτα τὴν πρόνοιαν ἐμφαίνει τὴν περὶ τὰ ὄντα τοῦ θεοῦ· φιλέρημόν τε | |
15 | γὰρ τὸ ζῷον καὶ ἀγελαρχοῦν ἀεί, καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀπτόητον. διό φησιν· οὐχ ὑπόκειται ταῖς τῶν φόρων ἀπαιτήσεσιν οὐ〈δὲ〉 ταῖς τῶν ὀχλούντων μέμψεσιν. 39,9—12 βουλήσεται δέ σοι ἀτράπελος μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ | |
φάτνης σου; δήσεις δὲ αὐτὸν ἐν ἱμᾶσι ζυγῶν, ἑλκύσει δέ σοι αὔλακα ἐν πεδίῳ; | 276 | |
277 | πέποιθας δὲ ἐπ’ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ καὶ ἐπαφήσεις αὐτῷ τὰ ἔργα σου; πιστεύσεις δέ, ὅτι ἀποδώσει σου τὸν σπόρον καὶ εἰσοίσει σου τὴν ἅλωνα; μὴ δουλεύσει σοι τὸ τοῦ μονοκέρωτος ζῷον; ἐκεῖνα γάρ σοι δουλεύσει, ἅπερ εἰς ὑπηρεσίαν λαβὼν ἔχεις, τῶν δὲ μὴ δοθέντων οὐκ ἔχεις τὸ κρατεῖν. καὶ τὰ | |
5 | λοιπὰ τὴν τοῦ θεοῦ ἐξουσίαν σημαίνει. 39,13—18 πτέρυξ τερπομένων νεέλασα, ἐὰν συλλάβῃ ἀσίδα καὶ νῆσσα ἐλάλησαν, ὅτι ἀφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς καὶ ἐπὶ χοῦν θάλψει καὶ ἐπελάθετο, ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει αὐτά. ἀπεσκλήρυνεν τὰ τέκνα αὐτῆς ὥστε μὴ ἑαυτήν, εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου, ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφί‐ | |
10 | αν καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει. κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελά‐ σεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ. νησσῶν εἴδη λέγει γεννώντων ἐν τῇ ψάμμῳ καὶ καταλιμπανόντων τὰ ὠά, ἅπερ γνώμῃ θεοῦ αὐτομάτως θερμανθέντα ἐκκολάπτονται καὶ γίνονται νεοττοὶ καὶ ἐκτρέ‐ φονται· καὶ διὰ τούτων τὸ δυνατὸν τῆς δημιουργίας δείκνυται, ὅτι οὐ φύσις τού‐ | |
15 | τοις ἵνα θερμαινόμενα ὑπὸ τῆς μητρὸς ἐκφέρηται, ἀλλὰ τῇ τοῦ θεοῦ διατάξει καὶ γί‐ νεται πάντα καὶ διαμένει. ὥσπερ οὖν καὶ νῆσσα καὶ θαλασσία χελώνη ἐκτὸς φόβου τίκ‐ τουσι τὰ ὠὰ καὶ ἡ τοῦ θεοῦ βούλησις ἐκτρέφει αὐτά (οὐ γὰρ ὡς τὰ ἄλλα ἔλαχον θάλ‐ πειν καὶ ἐκτρέφειν τὰ νοσσία αὐτῶν), οὕτω δὲ τικτόμενα τοσαύτῃ δυνάμει κεκόσ‐ μηνται ἕκαστον αὐτῶν, ὡς τὸ μὲν ἵπτασθαι μετάρσιον, τὸ δὲ κατὰ βυθοῦ φέρεσθαι | |
20 | καταφρονοῦν ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ. | 277 |
278 | ταὐτὸν λέγουσι καὶ 〈περὶ〉 τῆς ἀλκυονίδος, ὅτι χειμῶνος τίκτει τὰ ὠὰ πρὸς τοῖς θαλαττίοις αἰγιαλοῖς, καὶ δεκατεσσάρων ἡμερῶν ἐκκολάπτεται {τε}, καὶ τὴν τοσαύτην θάλασσαν ἡμεροῖ δεκατέσσαρας ἡμέρας ὁ θεὸς χειμερίου τῆς ὥρας οὔσης εἵνεκεν τῆς ἀλκυονίδος 〈...〉 περὶ τῆς ἀλκυόνος, καὶ ἔστιν ἀκοῦσαι αὐτῶν ἡμε‐ | |
5 | ρῶν διηγουμένων. 39,19—25 ἦ σὺ περιέθηκας ἵππῳ δύναμιν καὶ ἐνέδυσας τραχήλῳ αὐτοῦ φόβον; περιέθηκας δὲ αὐτῷ πανοπλίαν καὶ δόξῃ στηθέων αὐτοῦ τόλμαν; ὡς ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι, συναντῶν βέλει καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ σίδηρον. ἐπ’ αὐτῷ γαυριᾷ τόξον καὶ ὀξυσθενὴς μάχαιρα λόγχης | |
10 | καὶ ἀσπίδος σεισμῷ, καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν καὶ οὐ μὴ πιστεύσῃ, ἕως ἂν σημάνῃ σάλπιγξ· σάλπιγγος δὲ σημαινούσης λέγει· εὖγε. πόρρωθεν δὲ ὀσφραίνεται πολέ‐ μου καὶ σὺν ἅλματι καὶ κραυγῇ ἐκπορεύεται. καὶ ἐνταῦθα τὸν ἵππον τῷ λόγῳ κοσμήσας δείκνυσιν, ὡς νεύματι ἐκείνου καὶ ἐξουσίᾳ καὶ τόδε τὸ ζῷον γεγένηται καὶ δύναμιν τοσαύτην περιβέβληται, τάχει | |
15 | μὲν παραμυθούμενον ἀνθρώπου τὴν βραδυτῆτα, φυγῇ δὲ σωτηρίαν περιποιούμενον, δυνάμει δὲ καὶ τόλμῃ πολεμίους καταγωνιζόμενον, ὅπλοις δὲ ἐλλαμπρυνόμενον ἤ‐ περ τῇ φαλάρᾳ καὶ τοῖς τάπησιν, ἐπαΐων δὲ καὶ φωνῆς βαρυδούπου σάλπιγγος, καὶ τῇ ὀσφρήσει συνίει πολεμίων ἄθροισμα καὶ τῶν ἐχθρῶν τὴν κραυγὴν οὐ λανθάνει καὶ ἀντιβοᾷ καὶ τῷ ποδὶ τοὔδαφος ἐξορύττει καὶ γαυριῶν εἴσεισιν εἰς τὴν παρά‐ | |
20 | ταξιν πεφραγμένος τοῖς ὅπλοις. | 278 |
279 | 39,26 ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας ἀκί‐ νητος καθορᾷ τὰ πρὸς νότον; τὸ γὰρ ζῷον τοῦτο οὕτως ἐν τῷ ἀέρι ἕστηκεν ὡς ἐπὶ γῆς, σημαῖνον τὴν τοῦ ποιήσαντος σοφίαν τε καὶ δύναμιν· σαρκοβόρον δὲ τὸ ὄρνεον καὶ θηρατικὸν καὶ | |
5 | κοῦφον πρὸς μετεωρισμὸν ὕψους. 39,27α ἢ ἐπὶ τῷ σῷ προστάγματι ὑψοῦται ἀετός; μετάρσιος δὲ καὶ οὗτος καὶ ἀέριος ὡς τὰ πολλά, βασιλικώτατος δὲ σφόδρα καὶ θηρατὴς εἰ καί τις ἄλλος ὄρνις καὶ τῇ θέᾳ εὐπρεπέστατος καὶ τῷ μεγέθει ἀναλόγως. 39,27β—30 γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ πέτραν καθεσθεὶς αὐλίζεται ἐπ’ ἐξοχῇ | |
10 | πέτρας καὶ ἀποκρύφῳ· ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν δὲ οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν, νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δ’ ἂν ὦσι τεθνεῶτες παρα‐ χρῆμα εὑρίσκονται. ὁ 〈ἐν〉 τοῖς ὑψηλοτάτοις ὄρεσι τὴν καλιὰν ποιούμενος ἐν ταῖς ἀπορρῶξι δείκ‐ νυσι τὴν σοφίαν τοῦ θεοῦ, ὅπως αὐτὸν ἐφρένωσεν ἀσφαλείας ἕνεκεν τῶν νεοττῶν καὶ | |
15 | ὅπως δεόμενος τροφῆς ὀξυωπέστατός ἐστιν τῶν πόρρωθεν καὶ οὐδὲν θνησιμαῖον αὐ‐ τὸν λανθάνει σῶμα· σαρκοβόρος γάρ ἐστι καὶ τοῖς ὀδωδόσι χαίρει. 40,1—2 καὶ ἀπεκρίθη κύριος τῷ Ἰὼβ καὶ εἶπεν· μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλι‐ | |
νεῖ, ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτῷ; | 279 | |
280 | ὃ λέγει τοιοῦτόν ἐστιν· μὴ ἐκφεύξεταί τις τὸ τοῦ θεοῦ κριτήριον; εἰ δὲ καὶ τὸν θεὸν θέλει τις ἐλέγξαι, ἆρά γε εὑρήσει τι ἢ ὅλως δυνήσεται ἐπισκῆψαι αὐτῷ; 40,3—5 Ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ κυρίῳ· τί ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλεγχόμενος ὑπὸ κυρίου ἀκούων ταῦτα, οὐδὲν ὢν ἐγώ; ἀπόκρισιν δὲ τίνα δῶ πρὸς | |
5 | ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου· ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. ἐγὼ διετέλουν τὴν αἰτίαν τῆς γεγενημένης ἐπ’ ἐμοὶ πληγῆς ζητῶν, εἰς δὲ δη‐ μιουργίαν οὐδὲν ἐνεκάλεσα· πρὸς δὲ τὰ λεχθέντα οὐδὲν ἔχω λέγειν, σιωπήσομαι καὶ λαλήσας ἅπαξ οὐκέτι δευτερώσω· συστέλλεσθαι γὰρ χρὴ πρὸς τοιοῦτον ἀντοφθαλμεῖν δεσπότην. | |
10 | 40,6 Ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ἰὼβ ἐκ τοῦ νέφους. εἰδέναι χρή, ὅτι πανταχοῦ ὁ κύριος τοῖς ἀνθρώποις διὰ τοῦ μονογενοῦς μόνου προσφθέγγεται· αὐτὸς γάρ ἐστιν ὁ μεσίτης θεοῦ καὶ ἀνθρώπων. λέγει γάρ που ὁ κύριος Ἰησοῦς περὶ τοῦ πατρός· οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε· θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε· | |
15 | ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος | |
ἐξηγήσατο. | 280 | |
281 | διὰ γὰρ αὐτοῦ καὶ Μωυσεῖ τοὺς νόμους ἐδίδου· διαταγεὶς γὰρ δι’ ἀγγέ‐ λου ἐν χειρὶ μεσίτου. αὐτός ἐστιν ὁ τῷ Ἰησοῦ 〈τῷ〉 τοῦ Ναυῆ ὀφθεὶς καθ‐ ωπλισμένος ἐν Ἰεριχὼ καὶ ἐρωτηθεὶς ὅστις εἴη καὶ ἀποκριθείς· ἐγὼ ἀρχιστρά‐ τηγος κυρίου νῦν παραγέγονα. αὐτὸν ἐξενοδόχησεν Ἀβραὰμ καὶ κριτὴν | |
5 | πάσης τῆς γῆς προσεῖπεν, οὗτος τῷ Ἰακὼβ προσεπάλαισεν ἐν εἴδει ἀνδρός, περὶ αὐτοῦ λέγει· εἶδον θεὸν πρόσωπον 〈πρὸς πρόσωπον〉 καὶ ἐσώ‐ θη ἡ ψυχή μου. οὗτός ἐστιν ὁ τῆς μεγάλης βουλῆς ἄγγελος· διὰ τού‐ του καὶ νῦν ὁ θεὸς τῷ Ἰὼβ προσομιλεῖ λέγων· 40,7—8 μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι | |
10 | ἀποκρίθητι· μὴ ἀποποιοῦ μου τὸ κρίμα μηδὲ οἴου με ἄλλως σοι κεχρηματικέναι, ἀλλ’ ἵνα ἀναφανῇς δίκαιος. ἀνδρεῖος γενόμενος καὶ ἑτοίμως ἀποκρίνου μοι καὶ μὴ ἀπόθου τὴν ἐμὴν κρίσιν· ἕνεκα γὰρ τοῦ ἀναδεῖξαί σου τὴν δικαιοσύνην ἐχρημάτισά σοι. 40,9 εἰ βραχίων σοί ἐστι κατὰ κυρίου ἢ φωνῇ βροντῆς κατ’ αὐτὸν βροντᾷς; | |
15 | ἐν γὰρ τοῖς ἔμπροσθεν ἔλεγες· ἀντίκεισαί μοι ὥσπερ ἐχθρῷ, ἥγη‐ σαι δέ με ὡς ὑπεναντίον σου. τί γὰρ εἶ σὺ καὶ τίς ἡ πρὸς σὲ ἔχθρα; μὴ παρ’ ἄλλου σοι τὸ εἶναι ὑπῆρξεν; ἀλλ’ εἰ ἄρα μισῶν τι πεποίηκα, τίς ὁ βια‐ ζόμενός με τὸ μισούμενον παραγαγεῖν; ἀλλὰ καὶ τὸ δίκαιόν σε εἶναι οὐκ ἐκ〈τὸσ〉 τῆς ἐμῆς συνεργείας ὑπῆρξεν· πῶς γὰρ ἂν γνῷ θνητὸς τὰς ὁδοὺς αὐτοῦ μὴ ἐμοῦ | |
20 | ὑποδεικνύοντος; | 281 |
282 | 40,10—14 ἀνάλαβε δὲ ὕψος καὶ δύναμιν, δόξαν καὶ τιμὴν ἀμφίασαι, ἀπόστειλον δὲ ἀγγέλους ἐν ὀργῇ σου, πάντα δὲ ὑβριστὴν ταπείνωσον, ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα, κρύψον δὲ αὐτοὺς εἰς γῆν ἔξω ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον· καί γε ἐγὼ ὁμολογήσω ἄρα, ὅτι δύναται ἡ δε‐ | |
5 | ξιά σου σῶσαι. ὅταν ποιήσῃς ἐξ ὧν ἐγὼ πεποίηκα, τηνικαῦτα δὴ ἔγνων, ὅτι δὴ ὕψος καὶ δύνα‐ μιν ἀνέλαβες ὥσπερ καὶ ἐγώ. εἰ δὲ μὴ οἷός τε εἶ οὐ μόνον ἄλλοις ἀρήγειν, ἀλλ’ οὐδὲ ἑαυτῷ ἐπαρκεῖν, ποίαν μάχην ἂν ἠράμην πρὸς σέ; εὖ ποιῶ γὰρ τοὺς ἀξίους, κολάζω τοὺς ἀμεταμέλητα πλημμελοῦντας, ὑπερηφάνους ταπεινῶ, ταπεινοὺς ἀνυψῶ, | |
10 | σοῦ τε τὸ εἶναι ἐν τῇ ἐμῇ ἐξουσίᾳ σαλεύει. τί μέγα φρονεῖς ἐπὶ τῇ σαυτοῦ δι‐ καιοσύνῃ, ἧς καὶ αὐτῆς εἰσηγήτωρ ἐγώ σοι κατέστην λογικόν σε ποιήσας ζῷον; 40,15 ἀλλ’ ἰδοὺ παρὰ σοὶ θηρία, ἴσα βουσὶ χόρτον ἐσθίει. τοὺς σκώληκας λέγει τοὺς ἐξ αὐτοῦ αὐτὸν κατεσθίοντας. ἦρα, γάρ φησι, τὴν χεῖρα ἀπὸ σοῦ καὶ ἰδοὺ ὡς χόρτος κατεσθίῃ καὶ τὰ παρὰ σοῦ σε λυμαίνεται κατὰ | |
15 | τὸ εἰρημένον· πᾶσα σὰρξ ὡς χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου, ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν. 40,16 ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ’ ὀσφύος αὐτοῦ, ἡ δὲ δύναμις ἐπ’ ὀμφαλοῦ γα‐ | |
στρὸς αὐτοῦ. | 282 | |
283 | ἄρχεται περὶ τοῦ Λευιαθὰν διηγεῖσθαι τοῦ ζῴου, ὅπερ ἔχει τὴν μεγάλην ἰσχὺν καὶ δύναμιν ἐν ὀσφύι καὶ ἐπ’ ὀμφαλοῦ γαστρός· εἰ δὲ ἐπὶ τοῦ διαβόλου, τῷ διὰ τούτων τῶν μερῶν ἐνεργεῖν αὐτὸν 〈ἐν〉 τοῖς φιληδόνοις καὶ χαίρειν ἐπὶ τοῖς λαγνι‐ στάτοις τῶν ἀνδρῶν παθήμασι κατὰ τὸ εἰρημένον· πνεύματι πορνείας ἐπλανή‐ | |
5 | θησαν, τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν. 40,17 ἔστησεν οὐρὰν αὐτοῦ ὥσπερ κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ ὥσπερ σχοι‐ νία συμπέπλεκται. ἐν τούτοις τὸ θηρίον διαγράφει τὸ παμμεγέθες, ἐν ᾧ ὁ διάβολος μάλιστα κατ‐ οικεῖ, 〈ὃ〉 οἱ δὲ αὐτὸν τὸν διάβολον εἶναί φασιν. οὐδὲν δὲ ἄτοπον κατὰ ἀμφό‐ | |
10 | τερα νοεῖσθαι· πολλὰ γὰρ τῶν ἐν ταῖς γραφαῖς δυϊκῶν πραγμάτων ἐμφάσεις ἔχει. εἰ μὲν οὖν περὶ τοῦ ζῴου λέγει τὸ ἔστησεν οὐράν, τὸ αὐτοκίνητον ἐρεῖ, εἰ δὲ περὶ τοῦ διαβόλου, τὴν διάθεσιν αὐτοῦ σημαίνει ἣν ἔχει περὶ τὴν κακόνοιαν. νεῦρα δὲ αὐτοῦ ὥσπερ σχοινία ἐπὶ μὲν τοῦ ζῴου τὴν τῶν φλεβῶν καὶ ἀρτηριῶν καὶ τῶν πολυσχιδῶν νεύρων τὴν πλοκὴν ἐξηγεῖται· ἐπὶ δὲ τοῦ διαβόλου τὸ πολύπλοκον | |
15 | τῆς κακίας καὶ τῆς εἰς ἀνθρώπους ἀδικίας δεικνύει. 40,18 αἱ πλευραὶ αὐτοῦ ὡς πέτραι χαλκαῖ, ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός. ἐπὶ μὲν τοῦ ζῴου τὴν στερρότητα σημαίνει τῆς κατασκευῆς, ἐπὶ δὲ τοῦ διαβό‐ λου τὸ ἄτεγκτον αὐτοῦ καὶ ἀμείλικτον τῆς κατὰ ἀνθρώπων ὀργῆς· ἐκεῖνος γὰρ | |
ἀνθρωποκτόνος ἐστιν ἀπ’ ἀρχῆς. | 283 | |
284 | 40,19 τοῦτό ἐστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον εἰς τὸ ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ. ἐπὶ μὲν τοῦ ζῴου νοήσομεν, ὅτι τοσοῦτον ὂν μέγιστον παίγνιον τῶν ἀγγέλων ἐστίν· οὐδὲν γάρ ἐστιν ὡς πρὸς ἐκείνους. εἰ οὖν τὸ τηλικοῦτον οἱ ἄγγελοι 〈κα‐ | |
5 | ταπαίζουσιν〉, ποίας ἂν εἶεν φύσεως καὶ δυνάμεως οἱ μηδὲν τὸ τηλικοῦτον ἡγού‐ μενοι; τὸ δὲ ἀρχὴ πλάσματος κυρίου· οὐ πάσης τῆς δημιουργίας, ἀλλὰ πάντων τῶν ζῴων ἀρχή. ἐπὶ δὲ τοῦ διαβόλου ἀρχὴ πλάσματος οὐχ ὅτι πάντων τῶν νοητῶν πρῶτος γέγονεν, ἀλλ’ ὅτι ἀχρόνως κατὰ τὸ εἰρημένον· σὺ μετὰ τῶν Χερουβὶμ ἐ‐ | |
10 | κτίσθης ἄμωμος ἐνώπιον ἐμοῦ, ἕως οὗ εὑρέθη τὰ ἀδικήματά σου καὶ ἦράν σε τὰ Χερουβὶμ καὶ ἔρριψαν ἀνὰ μέσον τῶν ὀρέων πυ‐ ρίνων. τὸ δὲ ἐγκαταπαίζεσθαι ἀντὶ τοῦ· γέλως καὶ ὄνειδός ἐστιν ἡ ἐκτρο‐ πὴ αὐτοῦ ἀπὸ τῆς εἰς θεὸν εὐνοίας 〈εἰσ〉 κακόνοιαν, 〈ἡ〉 ἐκ τοῦ ὑψώματος κατά‐ πτωσις· πῶς γὰρ ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ λάμ‐ | |
15 | πων; καὶ πάλιν ὁ κύριος· ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα, οὐ τοπι‐ κὸν πτῶμα λέγων, ἀλλ’ ἀπὸ δόξης εἰς ἀδοξίαν, ἀπὸ τιμῆς εἰς ἀτιμίαν. 〈...〉 συρόμε‐ νος ὡς ὄφις, συρίττων ὡς δράκων, ἕρπων ὡς σκορπίος, καὶ νῦν μὲν ἀπατῶν τοὺς πρώτους ἀνθρώπους, νῦν δὲ ἐφοπλίζων ἀδελφὸν κατὰ ἀδελφοῦ, καὶ ποτὲ 〈εἰσ〉 ἀσέ‐ βειαν ἡγούμενος ἀντὶ θεολογίας, ἄλλοτε ὑποδεικνὺς ἀντὶ σωφροσύνης τὰς παρὰ | |
20 | φύσιν πράξεις, καὶ ποτὲ μὲν ἑαυτὸν ἐκθεῶν, ποτὲ δὲ τὰ ὄντα ἄναρχα εἶναι καὶ | 284 |
285 | ἀνεπιτρόπευτα παντελῶς ψευδῶς ὑποτιθέμενος, εἶτα πάλιν καὶ ταῦτα θεοποιῶν 〈θεοὺσ〉 εἰσάγων καὶ τούτους ἐμπαθεῖς τινας καὶ φθαρτοὺς διδάσκων, εἶτα ἀθανά‐ τους αὐτοὺς εἶναι λέγει καὶ ἰσοτίμους, ἀλλήλοις δὲ πολεμίους, ναὶ μὴν καὶ σχῆ‐ μα τούτοις περιτίθησιν εἰς ἄρρενας καὶ θηλείας μορφῶν τοὺς ἀπαραλλάκτους καὶ | |
5 | τούτων ἔρωτας καὶ μίξεις ἐκθέσμους καὶ γενεαλογίας ἀπεράντους τερατολογῶν, εἶτ’ ἐπιλαθόμενος καὶ τούτων παντελῆ ἀθεότητα εἰσηγήσατο καὶ τὴν κτίσιν ἀκά‐ θαρτον ὁ λυσσῶν ἀπεφήνατο καὶ τὰ ἀνθρώπινα σώματα κοπρίας ἐκβλητότερα, τὰ δὲ τούτων ἀγάλματα περὶ πολλοῦ ποιεῖσθαι προσέταξεν. τῷ τοίνυν ἑαυτὸν ἐκτυφλώσαν‐ τι καὶ τοσαύτην ἄγνοιαν ἐπανελομένῳ οὐκ ἐκ τῆς τοῦ ποιήσαντος σοφίας, οὐκ ἐξ | |
10 | ὀχλήσεώς τινος, οὐκ ἐκ περιστάσεως, ἀλλ’ ἐξ ἰδίας ἀβουλίας, εἰκότως γέλως πρό‐ κειται τοῖς ἁγίοις. διὸ εἴρηται· προστάγματι ἐθανάτωσε δράκοντα ἀποστάτην καὶ δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ, ὅτι ἀποστὰς θεοῦ τοῦ πάντων αἰτίου καὶ σωτῆρος ἀσεβείᾳ προστεθεὶς ἀρχὴ δαιμόνων τῶν συναρεσθέντων αὐτοῦ τῇ κακονοίᾳ ἐγένετο. ὡς γὰρ ὁ δράκων κατὰ τῶν ὄφεων, | |
15 | οὕτως καὶ ὁ διάβολος κατὰ τῶν δαιμόνων. ἀρχὴ δὲ τούτων οὐχ ὡς αἴτιος αἰτιατῶν, ἀλλ’ ὡς ἀρέσκων καὶ ἀρεσκόμενος ἐπὶ τῇ κοινῇ ἀποστασίᾳ· παρήλλακται δὲ τῇ φύ‐ σει πρὸς αὐτούς, ἐπειδὴ ὁ μὲν ἀρχάγγελος, οἱ δὲ ἄγγελοι ὑπῆρχον. ᾑρήσαντο δὲ οἱ μὲν δαίμονες καλεῖσθαι καὶ χαίρουσιν ἐπὶ τῇ προσηγορίᾳ ταύτῃ, ὁ δὲ διάβο‐ λος ὀνομάζεσθαι καὶ Βελίαρ καὶ Σατάν. | |
20 | 40,20 ἐπελθὼν δὲ ἐπ’ ὄρος ἀκρότομον ἐποίησε χαρμονὴν τοῖς τετράποσιν ἐν | |
τῷ ταρτάρῳ. | 285 | |
286 | περὶ μὲν τοῦ ζῴου, ὅτι ἄλλα τινὰ ἀποκτείνας ζῷα ἑτέροις βορὰν παρέσχεν ἐν ὄρεσι τοῖς ὑπὸ τὴν θάλασσαν· τάρταρον δὲ λέγει τὸ βαθύτατον τῆς θαλάσσης. ἐπὶ δὲ τοῦ διαβόλου, ὅταν ἔθνος ἔθνει ἐπεγείρας ἑτέροις εὐπορίαν παράσχη‐ ται· χαίρει γὰρ μάχαις καὶ πολέμοις καὶ σφαγαῖς ἀνθρώπων· τάρταρον δὲ τὸν ᾅδην | |
5 | ὀνομάζει. τετράποδα δὲ οὐκ ἀπὸ τῆς φύσεως ἀλλ’ ἀπὸ τῆς ἑκουσίου ἀλογίας αὐτοὺς καλεῖ ὡς τό· ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. 40,21—22 ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται παρὰ κάλαμον καὶ βούτομον· σκιάζον‐ ται δὲ αὐτῷ δένδρα μεγάλα σὺν ὀροδάμνοις καὶ κλῶνες ἄγνου. | |
10 | ἀντὶ τοῦ· οὐ τούτων χρῄζει οὐδὲ ἀρκέσει αὐτῷ πᾶν δένδρον εἰς σκέπην ἅμα κλωσὶν διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους. διὸ καὶ κατ’ εἰρωνείαν ἀναγνωστέον. εἰ δὲ ἐπὶ τοῦ διαβόλου ἐκλάβωμεν, οὐδὲ αὐτὸς μὲν τούτων χρῄζει, ἐκ πονηρί‐ ας δὲ ἐνδομυχεῖ ἐν συσκίοις δένδροις καὶ φυτοῖς καὶ ἄλσεσιν ἐπὶ διαφθορᾷ ἀν‐ θρώπων. | |
15 | 40,23—24 ἐὰν γένηται πλημμύρα, οὐ μὴ αἴσθηται· πέποιθεν, ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ. ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευό‐ μενος τρήσει ῥῖνα αὐτοῦ. ταῦτα τὸ μέγεθος τοῦ θηρίου διδάσκει ὁπόσον ἐστίν, ὅτι οὔτε πλημμύρα τις | |
οὔτε ῥεῦμα τοῦ Ἰορδάνου αἴσθησιν αὐτῷ τινα βλάβης ἐμποιῆσαι δύναται. | 286 | |
287 | καὶ ἐπὶ τοῦ διαβόλου δὲ ῥητέον, ὅτι ἀσωμάτου φύσεως ὢν οὐδὲν ὑπὸ τῶν εἰρη‐ μένων ἀδικηθήσεται, ἐπειδὴ μηδὲν πέφυκεν ἀσώματον ὑπὸ σώματός τι πάσχειν. τὸ δὲ ἐνσκολιευόμενος τρήσει ῥῖνα, ὅτι ἄλλους ἐκ πονηρίας ἀδικεῖν ἐπι‐ χειρῶν ἑαυτῷ τιμωρίαν προξενεῖ. | |
5 | 40,25—29 ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβειὰν περὶ ῥῖνα αὐτοῦ; καὶ εἰλήσεις κλοιὸν ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ; λαλήσει δέ σοι δεήσεις καὶ ἱκετηρίας μαλακῶς πολλά; θήσεται δὲ μετὰ σοῦ διαθήκην, λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον; καὶ ἐμπαίξεις αὐτῷ ὥσπερ ὀρνέῳ, δήσεις δὲ αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; | |
10 | διηγησάμενος τὸ μέγεθος τοῦ ζῴου μεταβαίνει ἐπὶ τὴν ἰδίαν ἐξουσίαν δεικνύς, ὡς κεχείρωται ὑπ’ αὐτοῦ καὶ ὡς ἕν τι τῶν εὐτελῶν αὐτῷ λελόγισται τὸ τοσοῦτον θηρίον. ἐπὶ δὲ τοῦ διαβόλου νοητέον, ὅτι τοῖς εὐσεβέσιν οὕτως ἐστὶν ὑποχείριος ὡσ‐ εὶ καὶ στρουθίον παιδίῳ, καὶ πάτημα πρὸ ποδῶν κεῖται ἀγκίστρῳ μὲν ὡς δράκων | |
15 | ὑπ’ αὐτῶν κατεχόμενος τῇ εἰς θεὸν ἐλπίδι, φορβειᾷ δὲ ὡς ἄλογον ἑλκόμενος, καὶ τὸ κακόβουλον αὐτοῦ στόμα πεφίμωται, καὶ δεσμώτης παραδέδοται κατὰ τὸ εἰρημέ‐ νον· ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. καὶ πάλιν· σὺ συνέτριψας τὴν κεφαλὴν τοῦ δράκοντος, τουτέστι τοῦ διαβόλου, σὺ | |
20 | συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. | 287 |
288 | τὸ δὲ λαλήσει σοι δεήσεις καὶ ἱκετηρίας μαλακῶς· ἔστιν ἰδεῖν αὐτὸν πολλάκις πίστει τῇ εἰς θεὸν αἰκιζόμενον ὑπὸ τῶν ἁγίων καὶ ἀξιοῦντα μι‐ κρόν τι ἐνδοθῆναι αὐτῷ. τὸ δὲ θήσεται μετὰ σοῦ διαθήκην, ὅτι πολλά‐ κις ἔστιν ἀκοῦσαι ἀγχομένου αὐτοῦ ὑπὸ τῶν βασάνων· ‘ὄμνυμι μηκέτι παλινδρο‐ | |
5 | μῆσαι ἐπὶ τὰ τῇδε, ἀλλὰ φυγὰς πάμπαν γενέσθαι.‘ τιμωροῦνται δὲ τοῦτον ἄνθρωποι οὐκ οἰκείᾳ ἰσχύι καὶ δυνάμει, ἀλλ’ ἐξουσίᾳ τοῦ τὴν τοσαύτην χάριν παρασχομένου ἀνθρώποις. ἔστι γὰρ ἰδεῖν αἰκιζόμενον τὸν ἀπαθῆ ὑπὸ τῶν παθητῶν, τὸν ἀθάνατον ὑπὸ τῶν θνητῶν, τὸν ἀσώματον ὑπὸ τῶν ἐν σώματι, τὸν μὴ ὁρώμενον ὑπὸ τῶν ὁρω‐ μένων, τόν ποτε ἀρχάγγελον, νῦν δὲ διάβολον ὑπὸ ἀνθρώπου εὐνοίᾳ θεοῦ νικώμενον. | |
10 | 40,30 ἐνσιτοῦνται δὲ αὐτὸν ἔθνη καὶ μεριτεύονται αὐτὸν Φοινίκων γένη; ἀλλ’ οὐδὲ οὗτοι οἱ τὴν θάλασσαν πλεύσαντες καὶ ἐκεῖθεν διατρεφόμενοι, οὐδὲ οὗτοι πάντως μέρος τι χειρώσασθαι ἐξ αὐτοῦ δύνανται διὰ τὸ μέγεθος· ὅθεν κατ’ εἰρωνείαν ἀναγνωστέον τὸ ῥητόν. ἐπὶ δὲ τοῦ διαβόλου οὐκέτι κατ’ εἰρωνείαν, ἀλλ’ οὕτω νοήσομεν· ἐσθίουσιν | |
15 | αὐτὸν πάντες οἱ τῇ γνώμῃ αὐτοῦ πορευόμενοι σιτούμενοι θανατηφόρον τροφήν, ὑ‐ περεκπεριττοῦ δὲ τὰ Φοινίκων γένη τοῖς λαγνοτάτοις πάθεσιν ἐγκείμενα τῇ ἀκα‐ θαρσίᾳ. ὡς γὰρ οἱ τῷ κυρίῳ προσανέχοντες τὴν θείαν τροφὴν σιτοῦνται (ὃς ἐάν, γάρ φησι, φάγῃ τὸν ἄρτον τοῦτον, ζήσεται εἰς τὸν αἰῶνα), οὕτω καὶ | |
ὁ ποιῶν τὸ θέλημα τοῦ διαβόλου αὐτὸν ἐμφορεῖται τὸν ἀποστάτην δράκοντα. | 288 | |
289 | 40,31 πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκῃ μίαν βύρσαν οὐρᾶς αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ. πάντα γὰρ τὰ πλοῖα οὐκ ἀρκέσει εἰς μέρος αὐτοῦ βραχύτατον, τοσοῦτόν ἐστι τὸ θηρίον καὶ μέγα περιττῶς. | |
5 | ἐπὶ δὲ τοῦ διαβόλου ῥητέον, ὅτι εἰ συνεχωρεῖτο ἀποχρῆσαι εἰς πᾶν ὃ ἐνε‐ χείρει οὐκ ἂν ἤνεγκεν αὐτοῦ προσβολὴν πρώτην ἢ ἐσχάτην ὁ πᾶς τῶν ἀνθρώπων βίος, ὃς ἔοικε νηὶ ὑπὸ ζάλης θαλάσσης κυματουμένῃ, εἰ μὴ ἡ τοῦ θεοῦ φυλακὴ ἀν‐ τιτασσομένη αὐτῷ ἐπεῖχεν αὐτὸν τῶν ἐκδρομῶν· μισόθεος γὰρ ὢν καὶ μισάνθρωπός ἐστιν. | |
10 | 40,32 ἐπίθες δὲ ἐπ’ αὐτῷ χεῖρά σου μνησθεὶς πολέμου τοῦ γενομένου ἐν τῷ σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω. αἰνίττεται διὰ τούτου τῆς πληγῆς τῆς γενομένης τῷ Ἰὼβ καὶ τῆς μετὰ τὴν πληγὴν εὐδοξίας, καὶ μετάγει εἰς τὸν διάβολον τὴν τοῦ ζῴου διαγραφὴν καί φησι διὰ τῶν ἑπομένων· | |
15 | 41,1 Οὐχ ἑώρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; εἰ καὶ μὴ ἑώρακας αὐτόν, ἀλλ’ οὖν γε ἐκ τῶν εἰρημένων πάντως ὅτι τεθαύμα‐ κας· τὸ μὲν γὰρ ὁρατὸν ζῷον οὐχ ὁρᾶταί σοι διὰ τὸ ἐν τῇ ἀβύσσῳ εἶναι, τὸ δὲ | |
νοητὸν θηρίον διὰ τὸ ἀσώματον εἶναι ἀφανὲς τυγχάνει σοι. | 289 | |
290 | 41,2—3α οὐ δέδοικας αὐτόν, ὅτι ἡτοίμασταί μοι· τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀνθ‐ ιστάμενος ἢ τίς ἐστιν, ὃς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ; ἔχω γάρ, φησίν, ἑκατέρου τὴν ἐξουσίαν ὡς ἰδίου ποιήματος, καὶ εἰ ἀνθίστα‐ ταί μοι ὁ ἀποστάτης δράκων, ὁ σκολιὸς ὄφις, ἀλλ’ οὐχ ὑπομενεῖ· τῷ γὰρ θέλειν | |
5 | αὐτοῦ τὴν ἀναίρεσιν ποιοῦμαι· τίς γάρ ἐστιν ὁ ἀντιτασσόμενός μοι; 41,3β ἢ οὐχὶ πᾶσα ἡ ὑπ’ οὐρανὸν ἐμή ἐστιν; τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. καὶ πάλιν· σοί εἰ‐ σιν οἱ οὐρανοὶ καὶ σοί ἐστιν ἡ γῆ. ποῦ οὖν τις ἀποφεύξεταί με ἢ ποῦ ἀπ’ ἐμοῦ τις ἀποκρυβήσεται, οὐκ ὄντος τινὸς ἐκτὸς ἐμοῦ; | |
10 | 41,4α 〈οὐ〉 σιωπήσομαι δι’ αὐτόν. τὸν διάβολον λέγει, ὅτι οὐκ ἐκφεύξεται τὴν τιμωρίαν τὴν ὀφειλομένην αὐτῷ· οὐ γὰρ ἀσθενὴς ἡ δίκη πρὸς ἄμυναν, χρόνῳ δὲ μέτεισι τοὺς πονηρούς. 41,4β καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτῶ. ὅσοι βοηθείας ἀλλήλων δέονται, ἔχουσι παρ’ ἀλλήλων τὴν βοήθειαν· ἐγὼ δὲ | |
15 | οὐδενός, φησί, χρεῖός εἰμι βοηθοῦ πρὸς ἄμυναν ἐχθροῦ· ἅμα γὰρ τῷ θέλειν ἀναι‐ | |
ρῶ πάντα τὸν ἀντικείμενόν μοι. | 290 | |
291 | 41,5—6α τίς δὲ ἀνακαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐ‐ τοῦ τίς ἂν εἰσέλθοι, πύλας δὲ προσώπου αὐτοῦ τίς ἀνοίξει; πάλιν κἀνταῦθα τὸ ἰσχυρὸν καὶ πεπυκνωνμένον τοῦ σώματος αὐτοῦ διαγράφει καὶ ὁπόσον ἀντιτυπές ἐστι τὸ θηρίον. εἰ δὲ ἐπὶ τοῦ διαβόλου, ῥητέον· τίς ἐστιν ἀν‐ | |
5 | θρώπων, ὃς τὰ βουλεύματα τοῦ πονηροῦ εἴσεται ἐν ἀπορρήτῳ ὄντα τῆς αὐτοῦ δια‐ νοίας καὶ ταῦτα γυμνώσας ἐλέγξει; ἢ εἰ μή τις εἴη 〈ὁ〉 τοιοῦτος ὑπ’ ἐμοῦ φωτισ‐ θείς, εἴποι θαρσῶν· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν; 41,6β κύκλῳ ὀδόντων αὐτοῦ φόβος. πᾶν γὰρ ζῷον τὸ προσπῖπτον λυμαίνεται καὶ τοῖς ὀδοῦσι κατ’ αὐτῶν ὡς ὅπλοις | |
10 | κέχρηται κείρων καὶ φθείρων τὸ πλῆθος τῶν ἐναλίων. ἀλλὰ γὰρ καὶ ὁ διάβολος ὡς λέων ὠρυόμενος περιέρχεται 〈ζητῶν〉 ὅντινα καταπίῃ δείμα‐ σιν ἐκταράττων καὶ φοβῶν τοὺς ἀτερματίστους. 41,7—8α ἔγκατα δὲ αὐτοῦ ἀσπίδες χαλκαῖ καὶ σύνδεσμοι αὐτοῦ ὥσπερ σμιρίτης λίθος· εἷς ἐκ τοῦ ἑνὸς κεκόλληται. | |
15 | πάλιν τὸ 〈μὴ〉 μανὸν αὐτοῦ τῆς κατασκευῆς διηγεῖται καὶ τὸ συνεχὲς αὐτοῦ τῶν σαρκῶν, καὶ τῶν ἐντὸς αὐτοῦ τὸ ἀπαθὲς χαλκῷ καὶ σμιρίτῃ λίθῳ ἀφομοιοῖ. εἶδος δέ ἐστι λίθου οὕτω καλούμενον παρ’ Ἰνδοῖς, ὅπερ σίδηρος οὐ δύναται διατεμεῖν, τοὐναντίον δὲ πρίν τι ἂν αὐτὸν διάθηται αὐτὸς φθάσας θρύπτεται διὰ | |
τὸ ἀντιτυπές. | 291 | |
292 | ἐπὶ δὲ τοῦ διαβόλου, ὅτι αἱ βουλαὶ αὐτοῦ αἱ κατ’ ἀνθρώπων ἄτεγκτοι καὶ ἀν‐ ελεεῖς καὶ πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ἐπὶ τῶν κρίκων, ὧν ἔστιν ἰδεῖν ἕνα τοῦ ἑνὸς ἐξηρτημένον· δολερὸς γάρ ἐστι καὶ κλεψίνους, σοφὸς τοῦ κακοποιῆ‐ σαι· τὸ δὲ καλὸν ὅτι ποτέ ἐστιν ἀγνοεῖ σοφιστὴς ἀπατηλὸς ὕπουλος εἴρων, ἄλλα | |
5 | μὲν προβαλλόμενος, ἕτερα δὲ δεικνύς, καὶ φιλανθρωπίαν ὑποκρινόμενος ἐξαίφνης πολέμιος ἀναφαίνεται. 41,8β πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. τὸ μὲν διὰ τὸ πυκνὸν τῆς σαρκὸς καὶ πεπιλημένον, {τὸ δὲ διὰ τῆς σαρκός} τὸ δὲ διὰ τὸ ἀσώματον· τί γὰρ ἂν ἑκάτερον αὐτῶν ἀδικήσει ἄνεμος; | |
10 | 41,9 ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται, συνέχονται καὶ οὐ μὴ ἀποσπα‐ σθῶσιν. ἄνθρωποι μὲν γὰρ τῇ πρὸς ἀλλήλους ἑταιρίᾳ κοινωνικὸν ποιοῦνται τὸν βίον, ταῦτα δέ, περὶ ὧν διειλήφαμεν, ἀκοινώνητον ἔχουσι πρὸς ἄλληλα τὴν διαγωγήν, τὸ μὲν ζῷον τῷ μεγέθει αὐτοῦ πάντα κατολιγοῦν, ὁ δὲ διάβολος ὑπερβαλλούσῃ πο‐ | |
15 | νηρίᾳ πᾶσιν ἀπεχθανόμενος. 41,10α ἐν πταρμῷ αὐτοῦ ἐπιφώσκεται φέγγος. ἐκ τῆς ἐμφύτου θερμότητος ἐν τῷ πταρμῷ αὐτοῦ ἀποσπινθηρισμοί τινες γίνον‐ ται. ἐπὶ δὲ τοῦ διαβόλου πταρμὸν τὴν ἐπὶ τὸ ἀδικεῖν αὐτοῦ κίνησιν ἐροῦμεν, | |
ἐπὰν ἕληται μετασχηματίζεσθαι εἰς ἄγγελον φωτός. | 292 | |
293 | 41,10β οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου. ἀνάλογοι γὰρ τοῦ μεγέθους καὶ οἱ ὀφθαλμοὶ τοῦ ζῴου. ἐπὶ δὲ τοῦ διαβόλου· τὸ μὴ περιορᾶν αὐτὸν ὡς ἡμεῖς, ἀλλ’ ὅλῃ τῇ οὐσίᾳ ὡς ὁ ἑωσφόρος πανταχόθεν ἐκλάμπειν. | |
5 | 41,11—13 ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι καὶ διαρριπ‐ τοῦνται ἐσχάραι πυρός· ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης φλογὶ ἀνθράκων· ἡ ψυχὴ αὐτοῦ ἄνθρακας φλέξει, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπο‐ ρεύεται. πολλοῦ ὄντος τοῦ ἐν αὐτῷ θερμοῦ ὥσπερ ἐκ καμίνου τινὸς φλόγες ἀναπέμπονται | |
10 | καὶ πνεῦμά τι πυρὸς ὥσπερ κῦμα ἐκ τῶν μυκτήρων ἀναφυσᾷ, καὶ ὡς ἂν εἴποι τις οὐδὲν ἕτερον αὐτοῦ ἐστιν ἡ ζωτικὴ δύναμις ἢ τὸ ἔμφυτον ἐν αὐτῷ θερμόν. ἐπὶ δὲ τοῦ διαβόλου τὸ εὐρίπιστον πρὸς ὀργὴν καὶ ὁ κατὰ τῶν οὐδὲν ἀδικούν‐ των θυμὸς τοιούτοις ἂν παραβληθείη· ὥσπερ γάρ τινα σύστασιν τὴν ἑτέρων ἀπώ‐ λειαν ἡγεῖται. | |
15 | 41,14 ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, 〈ἔμπροσθεν αὐτοῦ προτρέχει ἀπώλεια〉. τὸ ἰσχυρὸν καὶ ἀκαμπὲς ἐνδείκνυται τοῦ θηρός. ἐπὶ δὲ τοῦ διαβόλου τὸ παντα‐ χόθεν ὡς ἂν εἴποι τις διαβλέπεσθαι καὶ ἐξερευνᾶν τρόπους ἀπωλείας κατὰ ἀνθρώ‐ | |
πων ἐφημέρων. | 293 | |
294 | 41,15 σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται, καταχέει ἐπ’ αὐτόν, οὐ σαλευ‐ θήσεται. πᾶς κατακλυσμὸς οὐδὲν αὐτὸν ἀδικήσει· τί γὰρ ἂν καὶ πείσεται ἐν ὕδατι ἔχων τὴν διαγωγὴν καὶ οὕτω στεγανὸς ταῖς σαρξίν; ἀλλ’ οὐδὲ ὁ νοητὸς θὴρ ὑποστήσεταί | |
5 | τι, κἂν πάντα εἰς ὕδωρ ἀναλυθῇ, ἀσώματος ὤν· αἰσθητὸν γὰρ νοητοῦ τιμιώτερον οὐ γίνεται. 41,16 ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. ἐπὶ μὲν τοῦ ζῴου διὰ τὸ ἀδεὲς καὶ τὸ τεθαρρηκός. ἐπὶ δὲ τοῦ διαβόλου διὰ τὸ ἀναιδὲς καὶ ἀπηρυθριακός· ἀσεβὴς γὰρ εἰς βάθη κακῶν ἐμπεσὼν κα‐ | |
10 | ταφρονεῖ, ἐπελεύσεται δὲ αὐτῷ ἐν καιρῷ δίκης ἀτιμία καὶ ὄ‐ νειδος. 41,17 στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἁλλομένοις ἐπὶ γῆς ἐν τῷ ταρτάρῳ. πῶς γὰρ ἂν καὶ τὸ τοσοῦτον θηρίον, τὸ τοιοῦτον μέγεθος, τὴν τοσαύτην δύνα‐ | |
15 | μιν 〈οὐ φοβήσονται〉; τετράποδα δὲ νῦν λέγει οὐ τὰ χερσαῖα, ἀλλὰ τὰ θαλάττια· ἔστι γὰρ καὶ ἐν θαλάττῃ ζῷα πόδας ἔχοντα τέσσαρας ὡς αἱ παρδάλεις καὶ αἱ χε‐ λῶναι καὶ ἕτερά τινα. ἐὰν δὲ περὶ τοῦ διαβόλου, οὕτω νοήσομεν θηρία μὲν τοὺς δαίμονας, ὅτι δι’ | |
ἀσέβειαν ἑαυτοὺς καθυπέταξαν αὐτῷ, οὐ φύσει αὐτῷ ὑποκείμενοι, ἀλλ’ αὐθαι‐ | 294 | |
295 | ρέτῳ κακίᾳ καὶ προσποιούμενοι δεδιέναι τὸν ἀρχιστράτηγον τῆς πλάνης, τετράποδα δὲ τοὺς ἀλογωτέρους τῶν ἀνθρώπων ἀπάτῃ καὶ ἀγνοίᾳ προσανέχοντας αὐτῷ καὶ σέ‐ βειν αὐτὸν καὶ φοβεῖσθαι ἐπανῃρημένους. 41,18—21α ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν οὐ μὴ ποιήσωσιν αὐτῷ δόρυ | |
5 | καὶ θῶραξ· ἡγεῖται μὲν γὰρ σίδηρον ὥσπερ ἄχυρον, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον· ἡγεῖται μὲν γὰρ πετροβόλον ὡς χόρτον, ὡς καλάμη ἐλογίσθη αὐτῷ σφῦρα. πῶς γὰρ ἂν ἐπιστραφείη πρὸς ἕν τι τούτων τὸ μὲν ζῷον ὡς ἄτρωτον καὶ οὕτως ἀντιτυπές, ὁ δὲ διάβολος ὡς ἀσώματος καὶ τρῶσιν μὴ δυνάμενος ὑπομεῖναι; | |
10 | 41,21β καταγελᾷ σεισμοῦ πυρφόρου. τί γὰρ ἂν ἢ οὗτος ἢ ἐκεῖνο πείσεται ὑπὸ σεισμοῦ ἢ ἐπομβίας πυρός; τὸ μὲν γὰρ ὑπὸ στερρότητος ἀβλαβὲς μένει, ὁ δὲ ὡς ἀσώματος καὶ κρείττων πυρός. 41,22α ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς. διὰ τὸ ὥσπερ χάλκεον τῆς κατασκευῆς· ἐπὶ δὲ τοῦ διαβόλου διὰ τὸ ἄτρωτον τῆς | |
15 | φύσεως, οὐχ ὅτι ἐπ’ αὐτῶν καθεύδει ἄυπνος ὤν, ἀλλ’ ὅτι κἂν προσψαύσῃ τοιούτοις κέντροις οὐδὲν πείσεται· ἢ τάχα, ἐπεὶ ἀνάπαυσιν ἡγεῖται τὴν ἀνθρώπων ἀπώλειαν, | |
τὴν στρωμνὴν αὐτοῦ ὀβελίσκους ὀξεῖς ἔφησεν εἶναι. | 295 | |
296 | 41,22β πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ’ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. οὐδὲ γάρ ἐστι τούτου ἐπιδεής· οὐ μὴν οὐδὲ τῷ διαβόλῳ χρεῖος οὗτος, ἐξ ἀ‐ λαζονείας δὲ οἰκειοῦται τὰ μὴ ἑαυτοῦ καὶ ἐπαγάλλεται ἄλλοις χαρίζεσθαι τὰ τοῦ θεοῦ ἐκ γῆς τε καὶ θαλάσσης ἐπ’ ἀπάτῃ ἀνθρώπων κατὰ τό· ταῦτα πάντα σοι | |
5 | δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. οὗτος γάρ ἐστιν ὁ τὸν Ἀχὰρ ἐν τῷ Ἰησοῦ καὶ τὸν Γιεζὶ ἐν τῷ Ἐλισσαῖε καὶ τὸν Ἰούδαν ἐν τοῖς ἀρχιερεῦσι καὶ τὸν Ἀνανίαν σὺν τῇ Σαπφίρᾳ ἐκ κλοπῆς εἰς ἀσέβειαν ἐπαγαγὼν καὶ πείσας τὸν μὲν ἐκ τοῦ ἀναθήματος σφετερίσασθαι ἐν Ἰερι‐ χώ, τὸν δὲ τὰ τοῦ Νεαιμὰν παρὰ γνώμην Ἐλισσαῖε δέξασθαι μετὰ ψεύδους, τὸν δὲ | |
10 | κλέπτοντα τὰ τῶν πενήτων ἀργύρια τὸν τῆς δόξης κύριον ἀπεμπολῆσαι τοῖς ἀρχιε‐ ρεῦσι πρὸς σφαγήν, τοὺς δὲ ὑφελέσθαι τῆς τιμῆς τοῦ προσκομισθέντος θεῷ ἐπὶ λό‐ γῳ τῶν ἐνδεῶν καὶ ψεύσασθαι τοῖς ἀποστόλοις· οὗτός ἐστιν ὁ καὶ Σίμονα τὸν μά‐ γον ἀναπείσας ὠνητὴν χρημάτων εἶναι τὴν Χριστοῦ χάριν καὶ τοῖς ἀποστόλοις προσενεγκεῖν χρήματα καὶ ταῖς ἀραῖς ὑπόδικον γενέσθαι. | |
15 | 41,23α ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον. ἐκ γὰρ τοῦ μεγέθους κινηθὲν ἐκ βάθους ἀναστρέφει τὴν ἄβυσσον. ἐπὶ δὲ τοῦ διαβόλου ἄβυσσον ληψόμεθα τὸν τῶν ἀνθρώπων βίον, ἐν ᾧ τὰ πάντα κυκλῶν οὗτος τὸν περίγειον περιπολεῖ χῶρον, πῇ μὲν πολέμους ὀθνείους καὶ ἐμφυλίους πυρὸς τρόπον ἐξάπτων αὔραις ἀστάτοις, πῇ δὲ τὰ πνευματικὰ τῆς πονηρίας ἐνεργῶν τοῖς | |
20 | υἱοῖς τῆς ἀπειθείας. | 296 |
297 | 41,23β—24 ἡγεῖται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον, ἐλογίσατο ἄβυσσον ὡς περίπατον. οὐδὲν γὰρ ἡγεῖται εἶναι τὴν τοσαύτην θάλασσαν οὐδὲ ὁ πρὸς ἡμᾶς ἄπειρος βυ‐ θὸς παρεμποδίζει τοῦτο, ἀλλ’ ὅπου ἂν ἐθέλῃ ἐμπεριπατεῖ τὴν ἄβυσσον. | |
5 | εἰ δὲ καὶ ἐπὶ τοῦ διαβόλου τοῦτο λογίσασθαι ἐθέλοις, οὐχ ἁμαρτήσῃ· οὐδὲν γὰρ οὗτος ἐκ τῆς ἀβύσσου πείσεται, νήσους δὲ καὶ ἤπειρον διατρέχει οὐχ ἵνα τι χρηστὸν ἐργάσηται, ἀλλ’ ἵνα τὴν οἰκείαν πονηρίαν ἀνθρώποις ἐντρίψηται καὶ τὰ ζιζάνια ἐγκατασπείρῃ τῷ καλῷ σπόρῳ. 41,25—26 οὐκ ἔσται ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ | |
10 | τῶν ἀγγέλων μου· πᾶν ὑψηλὸν ὁρᾷ, αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν. πολλὰ εἰρηκὼς διὰ τῶν προλαβόντων, ἐν οἷς καὶ τὸ ἰσχυρὸν καὶ τὸ μέγα τοῦ θηρίου διέγραψεν, νῦν διηγεῖται {αὐτὸς} περὶ ἐκείνου, ὅπως ἐκ τοῦ βυθοῦ τὰ ὕ‐ ψη ὁρᾷ, αὐτὸς ὑπ’ ἐκείνου {ὅπως ἐκ τοῦ βυθοῦ} οὐχ ὁρώμενος· καὶ τῶν ἀγγέλων τὸ μέγεθος δείκνυσιν καὶ τὴν ἑαυτοῦ ἐξουσίαν παριστᾷ. ὡς μὲν γὰρ πρὸς τὰ σώμα‐ | |
15 | τα οὐδενί φησι συγκρίνεσθαι αὐτό, ὡς δὲ πρὸς τοὺς ἀγγέλους παίγνιον αὐτὸ τυγ‐ χάνειν καὶ εὐτελὲς τὸ τοσοῦτον ζῷον· τῶν ἀγγέλων δὲ τοιούτων ὄντων τῷ μεγέθει δείκνυται ὁ τούτων ποιητὴς ἀσυγκρίτως ἀπειρομεγέθης, νῷ μόνῳ ἀλλ’ οὐκ αἰσθή‐ σει καταλαμβανόμενος. εἰ δέ τις ἀντιλέγων εἴποι περὶ τοῦ Λευιαθὰν (οὕτω γὰρ 〈οἱ〉 Ἑβραῖοι τοῦτο | |
20 | τὸ ζῷον καλοῦσιν ὡσπεροῦν Σαμαὴλ τὸν διάβολον καὶ Βελίαρ) ὅτι· πόθεν ἂν ἐπι‐ | 297 |
298 | δείξοι 〈τισ〉 ὅλως εἶναι τοῦτο τὸ ζῷον; ἐροῦμεν αὐτῷ· εἰς πεῖσμα λαμβάνωμεν τοῦτο, ὡσπεροῦν περὶ τῶν οὐρανῶν καὶ περὶ τοῦ Γαβριὴλ καὶ τοῦ Μιχαὴλ καὶ τῶν ἄλλων δυνάμεων· οὐ γὰρ καὶ ταῦτα ἡμῖν ὤφθη· οὐκοῦν οὐδὲ πάντα τὰ ζῷα ἰδεῖν ἄνθρωπος δύναται καὶ ταῦτα ἐφήμερος καὶ ὀλιγοχρόνιος. ἀμέλει καὶ βασιλίσκον | |
5 | τὸ ἰοβόλον θηρίον οὐ τεθεάμεθα, οὔτε γρύπα τὸ ὄρνεον λέοντι καὶ ἀετῷ ἐοικός, οὔτε φοίνικα τὸν ἐξ Αἰθιοπίας εἰς Αἴγυπτον κατὰ πεντακόσια ἔτη στελλόμενον, οὔτε μονοκέρωτα οὔτε χαλάγραν, οὐχ ὅτι οὐκ εἰσίν, ἀλλ’ ὅτι ἡμῖν ἀνιστόρητα ὑπάρχει. εἰκὸς δὲ καὶ ἕτερα εἶναι ζῷα, ὧν ἡμεῖς καὶ τὰς προσηγορίας ἀγνοοῦμεν. βασιλέα δὲ αὐτὸν λέγει πάντων τῶν ἐν τοῖς ὕδασιν ὡς κατάρχοντα | |
10 | παντὸς ἐνύδρου ζῴου· ὡς γὰρ ὁ λέων παντὸς κτήνους κρατεῖ καὶ ὁ δράκων παντὸς ἑρπυστικοῦ καὶ ὁ ἀετὸς παντὸς οἰωνοῦ καὶ αἱ μέλιτται οὐ πρότερον τῶν σίμβλων ἀπαίρουσι πρὶν ἂν ὁ βασιλεὺς αὐτῶν τῆς πτήσεως ἀφηγήσηται, οὕτω καὶ ὁ Λευια‐ θὰν παντὸς ἐνύδρου κατάρχει. εἰ δὲ καὶ ἐπὶ τοῦ διαβόλου ἐκλάβοιμεν τὸ λόγιον, ἐροῦμεν οὐχ ὅτι γηγενής | |
15 | ἐστιν οὕτως οὐδὲν ἔχει ὅμοιον, ἀλλ’ ὅτι κακονοίᾳ περὶ γῆν ἕρπων οὐδὲν τῶν ἐπὶ γῆς ἔχει ὅμοιον, ἰλυσπώμενος δὲ περὶ τὰ τῇδε γέλως καὶ παίγνιόν ἐστι τῶν ἁγίων ἀγ‐ γέλων, τὰ μὲν ὑψηλὰ ὁρῶν, βασιλεύων δὲ καὶ κατάρχων πάσης ἐκθέσμου πράξεως καὶ βδελυρᾶς ἁμαρτίας, χαίρων ἐπ’ ἀσεβείᾳ· εὑρετὴς γάρ ἐστι καὶ σπορεὺς τοῦ ψεύδους, προστάτης κακίας, εὐφραινόμενος ἔριδι καὶ φθόνῳ, ἑορτάζων ἐφ’ αἵματι | |
20 | καὶ σφαγαῖς ἀθῴων, οὐ κνίσαις ἀλόγων ἀρκούμενος μόνον, ἀλλ’ ἀνθρωπίνων σαρκῶν | 298 |
299 | γλιχόμενος καὶ τὰς τῶν γειναμένων ὁπλίζων χεῖρας κατὰ τῶν φιλτάτων. οὗτος γάρ ἐστιν ὁ βάσκανος τοῖς ἀνθρώποις καὶ τῆς ἐντολῆς ἐκστήσας τοὺς οὐ‐ δὲν αὐτὸν ἀδικήσαντας· οὗτός ἐστιν ὁ τὸν Κάϊν τῷ Ἄβελ ἐφοπλίσας εἰς ἀδελφο‐ κτονίαν διὰ τὴν πρὸς θεὸν δικαίαν καὶ πρόσφορον εὐχαριστίαν, ὁ τὸν Χὰμ τῷ Νῶε | |
5 | εἰς γέλωτα πατρικῆς αἰδοῦς· οὗτός ἐστιν ὁ συνεγείρας ὄχλον ἄτακτον εἰς μάται‐ ον πυργοποιίας πόνον· οὗτός ἐστιν ὁ τῷ μακαρίῳ τούτῳ ἐπιστρατεύσας καὶ κενὸς τῆς ἐλπίδος παλινδρομήσας· οὗτός ἐστιν ὁ ἐπεγείρας τῷ σώφρονι Ἰωσὴφ τοὺς πει‐ ρασμούς, τῷ Ἰακὼβ τὸν Ἠσαῦ, τῷ Δαυὶδ τὸν Σαοῦλ, τῷ Ναβουθὲ τὸν Ἀχαάβ, τῷ Ἠλιοὺ τὴν Ἰεζάβελ, τῷ Ἐλισσαῖε τὸν Ἰωρὰμ καὶ τὸν Ἀδέρ, τῷ Ζαχαρίᾳ τὸν Ἰώας, | |
10 | τῷ Μιχαίᾳ τὸν κερασφόρον, τῷ Ἰερεμίᾳ τὸν Ἀνανίαν, τῷ Δανιὴλ τοὺς σατράπας Περ‐ σῶν, τῇ Σωσάννῃ τοὺς ἀκολάστους ὠμογέροντας, τῷ Μαρδοχαίῳ τὸν Ἀμάν, τῇ Ἰου‐ δεὶθ τὸν Ὀλοφέρνην· οὗτός ἐστιν ὁ τῷ τοῦ Ἰωσεδὲκ Ἰησοῦ ἀντικείμενος, ὁ τῶν ἀποστόλων ἐξαιτούμενος ἐκλείπειν τὴν πίστιν· οὗτός ἐστιν ὁ καὶ νῦν ἐνεργῶν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ὃν ὁ κύριος Ἰησοῦς ἀναλώσει | |
15 | τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας, ὁ τῷ λόγῳ τοῦ πνεύματος πατάσσων τῶν πονηρῶν τὸ συνάθροισ‐ | |
μα καὶ διὰ χειλέων ἀνελῶν ἀσεβεῖς. | 299 | |
300 | 42,1—2 Ὑπολαβὼν δὲ Ἰὼβ λέγει· οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. οὐκ ἐξ ὧν ὑπέδειξας μόνον ἔγνων δυνάμενόν σε, ἀλλὰ γὰρ καὶ ἐξ ὧν τὸ κράτος ἔχων διατελεῖς· ὅτι γὰρ οὐδέν σοι ἀδυνατεῖ, δῆλος εἶ πάντα δυνάμενος. | |
5 | 42,3αβ τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν, φειδόμενος δὲ ῥημάτων καί σε οἴεται κρύπτειν; ταῦτα δὲ εἴρηκεν διὰ τὴν γενομένην τοῦ θεοῦ πρὸς αὐτὸν διάλεξιν εἰπόντος· τίς οὗτος ὁ κρύπτων με βουλήν; πέπεισμαι γὰρ μηδέν σε λεληθέναι ὧν τε πράττομεν ὧν τε ἐννοούμεθα· σὺ γὰρ εἶ ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυ‐ | |
10 | πτῶν γνώστης. 42,3γδ ἀνηγγέλλῃ δέ μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην. οὐδὲ γὰρ τὴν τοῦ τοιούτου θηρίου ἐγίνωσκον κατασκευὴν οὐδὲ τὴν τοῦ νοητοῦ ὄφεως ἠπιστάμην τοσαύτην πολύπλοκον κακίαν. 42,4 ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δί‐ | |
15 | δαξον. λαβὼν τὴν παρρησίαν ἄρχομαι καὶ αὐτὸς ἐρωτᾶν τοῦ μαθεῖν χάριν. σὺ μὲν γὰρ οὐκ ἐκ μαθήσεως ἔχεις τὴν τῶν ὄντων γνῶσιν, ἀλλὰ καὶ πρὶν γενέσθαι τὰ πάντα ἠπίστα‐ | |
σο· οὐ μαθὼν αὐτὸς διδάσκειν πέφυκας. | 300 | |
301 | 42,5 ἕως μὲν ὠτὸς ἀκοῆς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέν σε. εἶδε δὲ καθὰ ἐνδέχεται ἄνθρωπον ἰδεῖν θεόν· οὕτω γὰρ σωθείη τό· θεὸν οὐ‐ δεὶς ἑώρακεν πώποτε. ἀλλὰ κἂν ὁρᾷ τις ἄνθρωπον, ἀλλὰ τὴν αὐτοῦ ψυχὴν | |
5 | οὐ δύναται ἰδεῖν. καὶ ὁρᾷ οὖν αὐτὸν καὶ οὐ δύναται ἰδεῖν· καθὼς ἐνδέχεται ἰ‐ δεῖν ἄνθρωπον, οὕτως ὁρᾷ. φύσει γὰρ ἀόρατος ὁ θεός, ἀλλ’ ὁρᾶται οὕτως ὡς ὤφθη τῷ Ἠσαίᾳ, τῷ Δανιὴλ καὶ τοῖς λοιποῖς ἁγίοις. 42,6 διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. ὡς γὰρ πρὸς σὲ οὐδέν εἰμι, εὐτελὴς ἄνθρωπος καὶ ἀσθένειαν περιβεβλημένος, | |
10 | ἐφήμερός τις καὶ ὀλιγοχρόνιος καὶ ἐλάσσων ἰσχύι· σὺ δὲ θεὸς αἰώνιος, ὕψιστος, παντοκράτωρ, δημιουργὸς τῶν ὅλων καὶ ποιητής, ἀλλὰ γὰρ καὶ ἀτελεύτητος βασι‐ λεὺς καὶ κύριος αἰσθήτων καὶ νοητῶν. ταῦτα ὡς πρὸς τὸν τῶν ὅλων θεὸν εἰρήσθω· οὔπω πᾶν ἔπος εἴρητο καὶ ἰάθη Ἰὼβ τῆς πληγῆς. θεὸς γὰρ ἦν ὁ ἰασάμενος, οὗ τῇ βουλήσει σύνδρομος ἡ ἐνέργεια. οὗτος γάρ ἐστιν ὁ εἰρηκώς· ἔτι σου λα‐ | |
15 | λοῦντος ἐρῶ· ἰδοὺ πάρειμι. 42,7 ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰὼβ εἶπεν ὁ κύριος τῷ Ἐλιφὰτζ τῷ Θαιμανίτῃ· ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου. οὐ | |
γὰρ ἐλαλήσατε ἐναντίον μου ἀληθὲς ὥσπερ ὁ θεράπων μου Ἰώβ. | 301 | |
302 | οὐ γὰρ τὸν σκοπὸν ἠπίστασθε τῆς ἐμῆς συγχωρήσεως, ἀλλὰ μόνον πρὸς τὸ δίκαι‐ ον τὸ ἐμὸν ἀπεβλέψατε καὶ τὸν ἄμεμπτον ἁμαρτωλὸν ὑπετοπήσατε εἶναι. τῆς ὑπο‐ νοίας οὖν ταύτης ἐναμάρτου οὔσης ὡς διεψευσμένης χρὴ περὶ ταύτης ὑμᾶς ἐξιλά‐ σασθαι. | |
5 | ἰστέον δέ, ὅτι οὐ μέμνηται τοῦ Ἐλιοὺς ὡς ἁμαρτήσαντος· οὐδὲν γὰρ ἂν ἐκώλυ‐ σε καὶ αὐτὸν ὡς ὑπόδικον συγκαταριθμηθῆναι τοῖς τρισὶ φίλοις, πλὴν ὅτι πάντες εὐσεβεῖς καὶ τὸν θεὸν ἐπιστάμενοι καὶ τὴν αὐτοῦ πρόνοιαν οὐκ ἀγνοοῦντες. πῶς οὖν οὐδὲν ἀληθὲς ἐλάλησαν; ἔλεγον γάρ· μὴ ὁ ποιήσας ταῦτα πάντα τα‐ ράξει τὸ δίκαιον; ἀλλ’ οὐ διὰ τοῦτο ᾐτιάθησαν· εἰ γὰρ ἦσαν ἀσεβεῖς, οὐκ | |
10 | ἂν θυσίαις ἐξιλάσθησαν· θυσία γὰρ ἀσεβῶν βδέλυγμα κυρίῳ· ἀλλ’ ὅτι ἃ μὴ συνῄδεισαν τῷ Ἰὼβ ὡς ὑπὲρ θεοῦ λέγοντες ἐξ ὑποψίας κατηγόρουν τοῦ δικαί‐ ου καὶ τὸν Ἰὼβ ὑπετόπησαν μηδὲν λέγειν κεχαρισμένον τῷ θεῷ. ἀλλὰ πρόσδεκτος γέγονε παρὰ δικαίῳ κριτῇ· οὐ γὰρ ἕτερα νοῶν ἐναντία ἔλεγεν, πρόσωπον οὐδενὸς λαμβάνων, ὁπότε οὐδὲ τοῦ θεοῦ, καὶ πολλῷ μᾶλλον ὅσῳ καὶ ἠπίστατο μηδὲν αὐτὸν | |
15 | ἀγνοεῖν. οἱ δὲ φίλοι ἕτερα λέγοντες παρὰ τὰ νοούμενα αὐτοῖς ἐνδίκως ᾐτιάθησαν· εἰ γὰρ καὶ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, οὐδὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ γὰρ καὶ τὰ πάντα ὑπὲρ τοῦ θεοῦ εἴπητε, οὐ λήψεται πρόσ‐ | |
ωπον ὑμῶν. ἃ γὰρ νοεῖ τις εὔλογα, ταῦτα καὶ διὰ στόματος προφέρειν ὀφείλει. | 302 | |
303 | 42,8α—δ καὶ νῦν λάβετε ἑαυτοῖς ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, καὶ ποιήσει καρπώσεις ὑπὲρ ὑμῶν· Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται ὑπὲρ ὑμῶν. τὸ μὲν πρότερον αὐτὸς ἑκουσίᾳ γνώμῃ ἱερεὺς τοῦ θεοῦ γεγένηται προσφέρων καὶ | |
5 | ὑπὲρ τῶν υἱῶν αὐτοῦ· ἐπεὶ δὲ μετὰ τὴν πληγὴν οὐκέθ’ οἷός τε ἦν θαρσεῖν προσά‐ γειν θυσίας διὰ τὸ συμβεβηκὸς πάθος (ἔλεγε γὰρ ἐν τοῖς προλαβοῦσιν· ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας), εἰκότως πρὸς τοῦ θεοῦ χειροτονεῖται ἱερεύς. καὶ οἱ φίλοι ἐπιτρέπονται πρὸς αὐτὸν τὰς θυσίας ἀνενεγκεῖν, ἵνα καὶ αὐτὸς καὶ οἱ φί‐ λοι πιστωθῶσιν, ὅτι κατὰ θεοῦ γνώμην ἀνεφάνη ἱερεὺς ὡσπεροῦν καὶ ὁ Μελχισεδὲκ | |
10 | ὁ βασιλεὺς τῆς Σαλήμ. 42,8ε—η ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήψομαι καὶ εἰ μὴ δι’ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε πρός με κατὰ τοῦ θεράποντός μου Ἰὼβ οὐδὲν ἀληθές. αὐτοῦ γὰρ πρεσβεύοντος ὑπὲρ ὑμῶν ἀνίημι ὑμῖν τὸ ἁμάρτημα, ὅτι ἐξ ὑπονοίας ἐσυκοφαντήσατε τὸν ὅσιον. εἰ μὴ γὰρ αὐτὸς δυσωπήσει με, ἴσως ἂν ὑμᾶς ἀπωλείᾳ | |
15 | περιβαλὼν ἐξέτριψα ἐκ γῆς τῆς ἐνεγκούσης ὑμᾶς, ἵνα γνῶτε ὁπόσον κακόν ἐστιν αἴτια συρράπτειν καὶ κατηγορεῖν τῶν παρ’ ἐμοὶ κριθέντων ἀμέμπτων. 42,9 ἐπορεύθησαν δὲ Ἐλιφὰτζ 〈ὁ Θαιμανίτησ〉 καὶ Βαλδὰδ ὁ Σαυχίτης καὶ Σωφὰρ ὁ Μιναῖος καὶ ἐποίησαν ἑαυτοῖς καθὼς συνέταξεν αὐτοῖς ὁ κύριος, καὶ ἔ‐ | |
λυσεν τὴν ἁμαρτίαν αὐτῶν διὰ Ἰώβ. | 303 | |
304 | χαρίζεται οὖν αὐτῷ τοὺς φίλους ὁ θεὸς αὐτοῦ προσευξαμένου· ζημία γὰρ ἦν τῷ Ἰώβ, εἰ οἱ εἰς παραμυθίαν αὐτοῦ ἐλθόντες φίλοι τιμωρίαν ἔτισαν θανάτου. ἄλλως δὲ οὐκ ἦν δίκαιον 〈οὐ〉 παροφθῆναι τῶν ἀνδρῶν τὴν εἰς θεὸν εὐσέβειαν, ἀλλὰ δι’ αὐτὴν χαρισθῆναι αὐτοῖς τὴν ἁμαρτίαν πρεσβείαις τοῦ θεοφιλοῦς ἀνδρός; ἰστέον | |
5 | δέ, ὅτι τῶν τριῶν φίλων ὁ Ἐλιφὰτζ πρόκριτος, ὃς καὶ ἠξιώθη θεοπτίας καὶ λό‐ γον θεοῦ ἤκουσεν. 42,10αβ ὁ δὲ κύριος ηὔξησεν τὸν Ἰώβ, εὐξαμένου δὲ αὐτοῦ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν. ἔνδοξον αὐτὸν καὶ ἐκ τούτου πλέον πεποίηκεν εἰσακούσας αὐτοῦ τῶν προσευχῶν | |
10 | καὶ παρεὶς τοῖς φίλοις αὐτοῦ δι’ αὐτὸν τὴν ἁμαρτίαν. 42,10γ προσέθηκεν δὲ ὁ κύριος τῷ Ἰὼβ διπλᾶ ὧν εἶχεν ἔμπροσθεν εἰς διπλα‐ σιασμόν. ἐχρῆν γὰρ τὸν οὕτως ἀγωνισάμενον κατὰ τοῦ ἀντικειμένου καὶ τῆς ὑπομονῆς τὸν στέφανον ἀναδησάμενον καὶ τὸν μὲν θεὸν δικαιώσαντα τῷ μηδὲν σκαιὸν ἢ ἀπη‐ | |
15 | χὲς φθέγξασθαι, πρὸς δὲ καὶ εὐχαριστεῖν, τὸν δὲ διάβολον αἰσχύναντα τῷ κενὸν αὐτὸν τῶν προσδοκωμένων καταστῆσαι μὴ μόνον ἅπερ ἀφῄρητο ἀπολαβεῖν, ἀλλά γε καὶ μισθὸν τῆς ἀνδρείας τὸν διπλασιασμὸν λαβεῖν, τὸ μὲν ὡς χρέος, τὸ δὲ ὡς χάριν. | |
42,11α—δ ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ | 304 | |
305 | συμβεβηκότα αὐτῷ καὶ ἦλθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν πρὸ τούτου. ποῦ ἄρα ἦσαν οὗτοι πρότερον, ἡνίκα ἦν ἐν τῇ πληγῇ ὁ μακάριος; ἢ πάντως, ὅ‐ ταν ὁ θεὸς εὐμενὴς ᾖ ἀνθρώπῳ καὶ τὴν αὐτοῦ φυλακὴν ποιῆται, τηνικαῦτα πάντες καὶ φίλοι καὶ συγγενεῖς εἰσιν, ἀνασχόντος δὲ αὐτοῦ τὴν χεῖρα πάντες καὶ πάντα | |
5 | ἐχθροὶ καθίστανται; 42,11ε—ζ φαγόντες δὲ καὶ πιόντες παρ’ αὐτῷ παρεκάλεσαν αὐτὸν καὶ ἐθαύμα‐ σαν ἐπὶ πᾶσιν τοῖς ἀγαθοῖς, οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος. ὢ τῆς εὐποτμίας τοῦ μακαρίου ἀνθρώπου, ὢ τῆς πολλῆς πραότητος, ὢ τῆς ἀμνησι‐ κακίας. φιλοτησίας προπίνει τοῖς ἐν τῇ συμφορᾷ ὑπεριδοῦσιν αὐτόν, ἵνα πᾶσαν | |
10 | ὑποψίας λύπην περιέλοι. εἴπερ αὐγασθέντες τὸ ἐπιεικὲς τοῦ ἀνδρὸς παρεκάλουν αὐτόν, ἐξεπλήττοντο δὲ ἐπὶ τοῖς ὑπάρχουσιν αὐτῷ παρὰ θεοῦ ἀγαθοῖς. 42,11η καὶ ἔδωκαν αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄση‐ μον. οὐδέπω γὰρ ἦν τὰ νομίσματα, ἀλλ’ ἄσημον τὸ χρυσίον ἐτέμνετο δραχμῶν τεσσά‐ | |
15 | ρων ἢ τριῶν ὥσπερ ἐπὶ τοῦ Ἀβραὰμ τετρακόσια δίδραχμα ἐδίδοτο τοῖς υἱοῖς Ἐφρὼν τοῦ Χετταίου. ἔχει τοίνυν ἡ λίτρα οὐγκίας ιβ, στατῆρας ρη, νομίσματα οβ, δρα‐ χμὰς Ϟϛ. ἡ οὐγκία ἔχει νομίσματα ϛ, δραχμὰς η· τὸ ἥμισυ τῆς οὐγκίας γίνεται | |
νομίσματα γ, δραχμαὶ δ, ὡς εἶναι τὸ τετράδραχμον νομίσματα τρία. | 305 | |
306 | 42,12 ὁ δὲ κύριος εὐλόγησεν τοῦ Ἰὼβ τὰ ἔσχατα μᾶλλον ἢ τὰ ἔμπροσθεν. ἦν δὲ τὰ πρόβατα αὐτοῦ διπλᾶ, κάμηλοι ἑπτακισχίλιοι, ζεύγη βοῶν χίλια, ὄνοι θή‐ λειαι νομάδες χίλιαι. πάντα τοίνυν διπλᾶ ἀπέλαβεν ὁ ἄμεμπτος οὗτος ἀνὴρ οὐ μισθὸν εὐσεβείας ταῦ‐ | |
5 | τα καρπούμενος (ἐκείνης γὰρ τὸ τέλος ζωὴ μακραίων καὶ βασιλεία οὐρανῶν), ἀλλὰ τῆς ἐπαχθείσης ὑπομονῆς καὶ τῆς εἰς θεὸν εὐχαριστίας. 42,13 γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. ἰστέον οὖν, ὅτι τὰ μὲν ἄλογα διττὰ πάντα λαμβάνει, τὰ δὲ τέκνα οὐκέτι, ἵνα μὴ ἀθετηθῇ ὁ τῆς ἀναστάσεως λόγος. ἴσως γὰρ ἄν τινες ὑπετόπησαν ἐπὶ τῶν δισ‐ | |
10 | σῶν τέκνων γεγενῆσθαι τὴν ἀνάστασιν ἢ καὶ τὴν ἄλογον φύσιν σὺν ἡμῖν ἀναστή‐ σεσθαι. οὐκοῦν ἦν αὐτῷ τὰ τέκνα φυλαττόμενα εἰς τὸν τῆς ἀναστάσεως καιρὸν σὺν τούτοις τοῖς ἀρτίως χαρισθεῖσιν υἱοὶ τεσσαρεσκαίδεκα καὶ θυγατέρες ἕξ. δικαί‐ ων γὰρ ψυχαὶ ἐν χειρὶ θεοῦ καὶ οὐκ ἔστι θεὸς νεκρῶν, ἀλλὰ ζών‐ των· πάντες γὰρ αὐτῷ ζῶσιν· θεὸς γάρ ἐστι πνευμάτων καὶ κύρι‐ | |
15 | ος πάσης σαρκός. πᾶσαι γὰρ αἱ ψυχαὶ αὐτοῦ εἰσιν ἔργον καὶ κτίσμα κατὰ τὸ εἰρημένον· οὐκ αὐτὸς οὗτός σου πατήρ; ἐκτήσατό σε καὶ ἐποίησέν σε καὶ ἔπλασεν σε. 42,14 καὶ ἐκάλεσεν τὴν πρώτην Ἡμέραν, τὴν δὲ δευτέραν Κασίαν, τὴν δὲ τρί‐ | |
την Ἀμαλθείας Κέρας. | 306 | |
307 | Ἡμέραν καλεῖ ὡς ἂν σύμβολον τῆς αὐτοῦ ἐκ τῶν δυσχερῶν ἀπαλλαγῆς καὶ εὐημε‐ ρίας ὥσπερ τῆς νυκτὸς τῶν ἐπιπόνων παραδραμούσης, ἐπιφανείσης δὲ τῆς τοῦ θεοῦ προνοίας δίκην λαμπρᾶς ἡμέρας· Κασία δὲ καὶ Ἀμαλθείας Κέρας ἀρώματα, σύμβο‐ λα θυμηδίας τινὸς καὶ τῆς παλαιᾶς δυσοσμίας ἀποφυγῆς. χαιρέτωσαν γὰρ οἱ τὴν | |
5 | Κρητικὴν αἶγα Ἀμαλθείαν ὀνομάζοντες καὶ τὸν Δία αὐτῇ τρόφιμον ἀναπλάττον‐ τες καὶ μισθὸν τῶν τροφειῶν μετὰ τὴν αὔξησιν 〈τῇ〉 τιθηνῷ παρασχέσθαι, πλασά‐ μενοι αὐτὴν καταθοινήσασθαι σὺν τοῖς ἄλλοις θεοῖς. 42,15α καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας καὶ τοὺς υἱοὺς τοῦ Ἰὼβ βελτί‐ ους αὐτῶν ἐν τῇ ὑπ’ οὐρανόν. | |
10 | εἰ γὰρ ἦν ὅμοιον τὸ δοθὲν δῶρον τῷ ἔμπροσθεν, μεγίστης δεδομένης τῆς πλη‐ γῆς ἐκολοβώθη ἂν τοῦτο. ἀλλὰ καὶ ὥρα σώματος ὑπερεχόντως ἐδίδοτο, ἵνα τῇ θέᾳ τούτων παντάπασιν ἡ τοῦ πάθους μνήμη ἀπαλειφθῇ· καθάπερ καὶ ἐπὶ τοῦ γάμου οὐ μόνον ὅτι τὸ ὕδωρ οἶνον ἐποίησεν, ἀλλὰ καὶ διὰ τὸ πολὺ καὶ εὔοδμον τοῦ ἡδί‐ στου εἰς κατανόησιν πάντας τοὺς γευομένους διήγειρεν. καὶ τὸν Λάζαρον ἀνιστῶν | |
15 | ἐκπλήττει οὐ μόνον τῷ σῶσαι, ἀλλὰ καὶ τῷ δεδεμένον ἐξαγαγεῖν τὸ {γὰρ} θαῦμα τοῖς ὁρῶσι παρεξετείνετο· οἱ γὰρ λύοντες ἐκ τῶν θανάτου δεσμῶν περὶ τὸ πρᾶγμα ἐπίστουν καὶ τοὺς θεωμένους ἔπειθον. κἀπὶ τῆς πενθερᾶς Πέτρου οὐ μόνον ἀνῆκε ταύτην τοῦ πυρετοῦ ἀπαλλάξας, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν ὑπηρέτιν αὐτὴν παρε‐ | |
σκεύαζεν, ὡς νομίζεσθαι δυνάμεις μᾶλλον αὐτὴν συναγαγεῖν ἐκ τῆς νοσηλείας ἢ | 307 | |
308 | τούτων ἀφῃρῆσθαι. καὶ γαλήνη ἐν τῇ θαλάττῃ οὐχ ἁπλῶς ὑπ’ αὐτοῦ γεγενῆσθαι εἴ‐ ρηται, ἀλλὰ μεγάλη σφόδρα· αἱ γὰρ ὑπερβολαὶ διδασκαλίαι τοῖς ὁρῶσι καθίσταν‐ ται. 42,15β ἔδωκεν δὲ Ἰὼβ ταῖς θυγατράσιν αὐτοῦ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς | |
5 | αὐτῶν. ταῦτα δὲ δίδωσιν Ἰώβ, ἐπειδὴ δῶρον θεόσδοτον ἦν. 42,16αβ ἔζησεν δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, 〈τὰ δὲ πάν‐ τα ζῇ ἔτη διακόσια τεσσαράκοντα〉 ὀκτώ. ὡς εἶναι αὐτὸν ὅτε ἐπλήγη πρὸς τοῦ πονηροῦ κατὰ συγχώρησιν θεοῦ ἐτῶν ἑβ‐ | |
10 | δομήκοντα ὀκτὼ νέον ἔτι· ἐξ ὧν ἔστι θαυμάσαι τὸν ἄνδρα, ὅτι τοιοῦτος ὢν νέος ὑπὸ τοῦ θεοῦ ἐμαρτυρήθη ἄκακος εἶναι καὶ ἄμεμπτος καὶ ἀληθινὸς καὶ θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. ἀξιόπιστος ὁ μάρτυς, καὶ πᾶς ὁ τούτῳ μὴ πιστεύων ἀσεβὴς οὐχ ἧττον τοῦ δυσπιστήσαντος διαβόλου καὶ εἰς διάπειραν ἑαυτὸν ἐθελήσαντος ἐνέγκαι τοῦ ἀνδρός. | |
15 | 42,16γ καὶ εἶδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν. | |
υἱοὺς υἱῶν λέγει καὶ ἐκγόνους καὶ ἐξέκγονα τέσσαρας ἐφεξῆς γενεάς· ὅπερ ἦν | 308 | |
309 | αὐτῷ δωρεᾶς τῆς ἐκ θεοῦ χάρισμα μέχρι τοσούτου ἐκτεῖναι τὴν ζωὴν τοῦ ἀριστέ‐ ως οὐ μόνον ἄχρι τριγενείας, ἀλλὰ καὶ περαιτέρω. 42,17 καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. οὐδὲν ἔχων ἐλλεῖπον, οὐκ ἐν χρόνῳ, οὐκ ἐν τρόπῳ, οὐκ ἐν βίῳ, οὐκ ἐν τῇ | |
5 | πρὸς θεὸν εὐνοίᾳ ἐξῆλθε τὸν κόσμον τοῦτον εἰς ἑτέραν λῆξιν μεταστὰς ἀμείνω ἢ τὸ πρότερον, ἀγήρων, ἀδιάδοχον. 42,17Α γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ’ ὧν ἀνίστησιν ὁ κύριος. οὐκ ἐν ἑτέρᾳ γραφῇ, ἀλλ’ ἐν αὐτῇ ταύτῃ. ἵνα γὰρ μή τις νομίσῃ τὴν ἀρετὴν τοῦ ἀνδρὸς καὶ τὴν εὐημερίαν ἐνταῦθα αὐτῷ περιγεγράφθαι καὶ θάνατον τὴν πλη‐ | |
10 | γὴν ἀποκαλέσαι καὶ τὰ λοιπὰ δυσχερῆ, ἀνάστασιν δὲ τὴν θεραπείαν καὶ τὴν ἀπό‐ τισιν τῶν ἀγαθῶν, οὐδὲν δὲ πλέον μετὰ ταῦτα, λέγει ὅτι καὶ ἀναστήσεται ἐν τῇ ἀναστάσει, πάλιν προσθείς, ὡς τὴν ἐκ τοῦ πάθους μὲν μίαν ἀνάστασιν εἶναι, δευτέραν δὲ τὴν σὺν τοῖς ἄλλοις νεκροῖς, οὓς {ἂν} ἀναστήσει ὁ κύριος ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ὁ γὰρ ἐκ τῶν στοιχείων πλάσας τὰ σώματα ἡμῶν καὶ πάλιν ἀναλύων | |
15 | αὐτὰ εἰς αὐτά, οὗτος δημιουργικῇ δυνάμει χωρίσας τὰ αὐτὰ ἐξ αὐτῶν ἀποτίσει ἡ‐ μῖν. ἀνάστασις γὰρ τῶν κειμένων λέγεται, οὐχὶ δὲ τῶν μὴ ὄντων· ὁ γὰρ εἰρηκώς· ποιήσωμεν ἄνθρωπον, οὗτος εἴρηκεν· γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσει. | |
αὐτὸς ἐπηγγείλατο· ἰδοὺ ἀνοίγω, λέγων, τοὺς τάφους ὑμῶν καὶ ἀνάξω | 309 | |
310 | ὑμᾶς ἐκ τῶν θηκῶν ὑμῶν καὶ δώσω τὸ πνεῦμά μου ἐν ὑμῖν καὶ ζήσεσθε. δημιουργῶν γὰρ ἄνθρωπον οὐ χρέος ἀπετίννυεν, ἀλλὰ χάριν ἐδίδου· τὸν γὰρ οὐκ ὄντα ἐποίει. ἀνιστῶν δὲ οὐ χάριν, ἀλλὰ χρέος ἀποτιννύει· ταῖς γὰρ οὔσαις ψυ‐ | |
5 | χαῖς ἀποδίδωσι τὰ οἰκεῖα σώματα. ἄνθρωπος δὲ οὔτε τὸ σῶμα οὔτε ἡ ψυχή, ἀλλὰ τὸ συναμφότερον. ἀνθρώπῳ δὲ λόγον ἔδωκε καὶ νόμον· οὗτος θνητός ἐστι καὶ ὀλιγο‐ χρόνιος· ἀπαιτεῖ δὲ τοῦτον δίκην ὁ θεὸς τῶν παραβαθέντων. οὔτε ἡ ψυχὴ καθ’ ἑ‐ αυτὴν εἰσπραχθήσεται ἐκ τοῦ σώματός τινας ἀφορμὰς λαβοῦσα οὔτε τὸ σῶμα καθ’ ἑ‐ αυτὸ ἀσεβείας λόγον ὑφέξει· τῇ ψυχῇ γὰρ τοῦτο προσνένευκεν. ἀνθρώπῳ δὲ ἐδόθη | |
10 | ὁ νόμος, ἄνθρωπος ἢ φυλάττει ἢ παραβαίνει, ἄνθρωπος δὲ θνῄσκει· θάνατος δέ ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος. οὗτος δὲ ἀπαιτεῖται εὐθύνας τῶν εὖ ἢ κακῶς πεπραγμένων, τοῦτον ἄρα δεῖ ἀνα‐ στῆναι κατὰ τὸν τοῦ δικαίου λόγον ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον ἄφθαρτον, τοῦ‐ τον ἢ τιμηθῆναι ἢ κολασθῆναι. ἀλλ’ οὐ διὰ τοῦτο ἡ ἀνάστασις, ἀλλὰ δεῖ ἀναστῆ‐ | |
15 | ναι μὲν αὐτόν, ἐπειδὴ χρέος αὐτῷ τοῦτο ἀπόκειται ὡς λογικῷ· λογικοῦ γὰρ τὸ δι‐ αιωνίζειν, κριθῆναι δὲ ὡς δεξάμενον νόμον καὶ τὴν τοῦ δικαίου διάγνωσιν. νόμον δὲ λέγω νῦν οὐ τὸν γραπτόν, ἀλλὰ τὸν ἔμφυτον, οὐ τὸν ἐν πλαξὶ λιθί‐ ναις, ἀλλὰ τὸν ἐν ψυχαῖς καταγεγραμμένον, οὗ διάκονος καὶ δημιουργὸς οὐ Μωυ‐ σῆς, ἀλλ’ ὁ πρὸς πάντα ὑπηρετησάμενος θεός, ὁ μονογενὴς θεὸς ὁ καὶ υἱός. | |
20 | ἐνταῦθα δὲ τὸ πρὸς ἀξίαν οὐχ οἷόν τε ἀπολαβεῖν διὰ τὴν συνδρομὴν τοῦ χρό‐ | 310 |
311 | νου καὶ τὴν διάλυσιν τῆς σαρκός, τῆς φθορᾶς ἐμποδιζούσης τῇ δικαίᾳ εἰσπράξει διὰ τὸ μὴ ἀνταρκεῖν πρὸς τὴν ἀντέκτισιν τὴν σάρκα. δεῖ τοίνυν ἑτέραν εἶναι λῆξιν, ἐν ᾗ τὸ πρὸς ἀξίαν ἕκαστος ἀπολήψεται. αὕτη δ’ ἂν εἴη ἡ ἀνάστασις· ἄξει γὰρ ὁ θεὸς σύμπαν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον εἰς | |
5 | κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν. καὶ πάλιν· πολλοὶ τῶν κεκοιμημένων ἐκ γῆς χώματος ἀναστήσονται, οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς αἰσχύνην καὶ ὄνειδος. καὶ ἐν ἄλλοις· ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἡσυχάζον‐ τες ἐν τῇ γῇ· δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν | |
10 | καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. οὔτε δὲ ἡ ψυχὴ θνητή (ἀθάνατος γάρ) οὔτε τὸ σῶμα καθ’ ἑαυτὸ θνητόν, ἀλλὰ φθαρτόν· ὁ δὲ ἄνθρωπος θνητός· οὗτος ἀνίσταται, οὗτος ἐνδύεται τὴν ἀθανασίαν, τούτῳ σὰρξ περιβάλλεται. τὴν ἀφθαρσίαν σὺν αὐτῇ ἡ ψυχὴ εἰς ζωὴν αἰώνιον ἢ τι‐ μωρίαν ἀΐδιον καρποῦται, ἐπειδὴ καὶ σὺν αὐτῇ ἀλλ’ οὐ καθ’ ἑαυτὴν ἐπολιτεύσατο. | |
15 | 42,17Βαβ οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδουμαίας καὶ Ἀραβίας. εἶπεν τὴν πατρίδα, ἐσήμανε τὸ ἔθνος. Συριακὴν δὲ νῦν τὴν Ἑβραίαν διάλεκτον καλεῖ, ἐπειδὴ καὶ Συρίαν τὴν Ἰουδαίαν καὶ Σύρους οἱ πολλοὶ τοὺς Παλαιστινοὺς | |
ὀνομάζουσιν. καὶ Ἡρόδοτος ὁ ἱστοριογράφος φησί· περιτέμνονται δὲ Ἰνδοὶ καὶ | 311 | |
312 | Αἰγύπτιοι καὶ Ἄραβες καὶ οἱ ἐν Παλαιστίνῃ Σύροι, τοὺς Ἰουδαίους καταλέγων. 42,17Βγ προϋπῆρχεν δὲ αὐτῷ ὄνομα Ἰωβάβ. καὶ ἡ πρόσθεσις τοῦ στοιχείου συντελεῖ τι εἰς μνημόσυνον, ὥσπερ ἡ περιτομὴ σημεῖον ἦν τῆς πίστεως τοῦ Ἀβραὰμ καὶ μνημόσυνον αἰώνιον ἐπὶ τῆς σαρκὸς αὐ‐ | |
5 | τοῦ, καὶ ἡ τοῦ ὀνόματος παράτασις ἀντὶ τοῦ Ἄβραμ Ἀβραὰμ καὶ ἀντὶ Σάρας Σάρ‐ ρα, ἵνα οἱ τοῦ ὀνόματος μνημονεύοντες μνήμην λαμβάνωσι τῆς τοῦ θεοῦ ἐπιφανείας τε καὶ προνοίας. 42,17Γ λαβὼν οὖν γυναῖκα Ἀράβισσαν γεννᾷ υἱὸν ὀνόματι Ἐννῶν· ἦν δὲ αὐ‐ τὸς πατρὸς μὲν Ζαρὲθ τῶν Ἠσαῦ υἱῶν υἱός, μητρὸς δὲ Βοσόρας, ὥστε εἶναι αὐτὸν | |
10 | πέμπτον ἀπὸ Ἀβραάμ. Ζαρὲθ πόλις ἐστι τῆς Ἰδουμαίας καὶ Βοσὸρ τῆς Ἀραβίας ἡ νῦν καλουμένη Βό‐ στρα, ἐπώνυμοι οὖσαι τῶν γειναμένων τὸν μακάριον Ἰώβ. πέμπτος δὲ γίνεται ἀπὸ Ἀβραὰμ οὕτως· Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, καὶ Ἰσαὰκ ἐγέννησεν τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ, Ἠσαῦ τὸν Ῥαγουήλ, καὶ Ῥαγουὴλ τὸν Ζαρέθ, Ζαρὲθ τὸν Ἰωβάβ. | |
15 | 42,17Δα καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδῶμ, ἧς καὶ αὐτὸς ἦρχε χώρας. ταῦτα δὲ λέγει καὶ ἐν τῇ Γενέσει ἱστορῶν· οὗτοι οἱ βασιλεῖς οἱ βασι‐ | |
λεύσαντες ἐν γῇ Ἐδῶμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ἰσραήλ, | 312 | |
313 | ὥστε συνῳδὰ ἑαυτῷ ὁ θαυμάσιος καὶ ὅσιος τοῦ θεοῦ προφήτης ἱστορεῖ. 42,17Δβ πρῶτος Βαλὰκ ὁ τοῦ Σεπφώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά. ταῦτα καὶ ἐν τῇ Γενέσει λέγει. ἰστέον δέ, ὅτι οὗτός ἐστι Βαλὰκ ὁ τοῦ Σεπ‐ φὼρ ὁ βασιλεὺς τῆς Μαδιάμ, ἐφ’ οὗ Βαλαὰμ ὁ τοῦ Βεὼρ ὁ μάντις. | |
5 | 42,17Δγ μετὰ Βαλὰκ Ἰωβὰβ ὁ καλούμενος Ἰώβ. λέγει δὲ καὶ ἐν τῇ Γενέσει· ἀπέθανεν Βαλὰκ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ 〈Ἰωβὰβ〉 υἱὸς Σάρα ὁ ἐκ Βοσόρας. εἴπομεν δὲ ἐπωνύμους εἶναι τὰς πόλεις ταύτας τοῖς γειναμένοις τὸν Ἰώβ. 42,17Δδ μετὰ δὲ τοῦτον Ἀσὸμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας. | |
10 | φησὶ δὲ καὶ ἐν τῇ Γενέσει· ἀπέθανεν Ἰωβὰβ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ἀσὸμ ἐκ τῆς 〈γῆσ〉 Θαιμανῶν. ὅρα πῶς πάντα συνῳδά. 42,17Δε μετὰ δὲ τοῦτον Ἀδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μω‐ άβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ. 〈λέγει καὶ ἐν τῇ Γενέσει· ἀπέθανεν δὲ Ἀσὸμ καὶ ἐβασίλευσεν ἀντ’ | |
15 | αὐτοῦ Ἀδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ | |
ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ.〉 Φοινίκων δὲ τὸ ἄστυ τουτί. | 313 | |
314 | 42,17Ε οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι· Ἐλιφὰτζ ὁ Θαιμανῶν βασιλεὺς υἱὸς Σωφὰρ τῶν υἱῶν Ἠσαῦ, Βαλδὰδ υἱὸς Ἀμνὼν τοῦ Σαυχίτου τοῦ τυράννου, Σωφὰρ ὁ Μιναίων βασιλεύς. λέγει δὲ ἐν τῇ Γενέσει· ἀπέθανεν δὲ Ἀδὰδ καὶ ἐβασίλευσεν ἀντ’ | |
5 | αὐτοῦ Σαμαλὰκ ὁ ἐκ Μασσέκκας. καὶ αὕτη δὲ ἡ πόλις ἐστὶν Ἀράβων, ἐπ‐ ώνυμος τοῦ κτίσαντος αὐτήν. ἀπέθανεν δὲ Σαμαλὰκ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Σαοῦλ ὁ ἐκ Ῥοωβὼθ τῆς παρὰ ποταμόν. ἀπέθανεν δὲ Σαοῦλ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Βαλαεννὼν υἱὸς Ἀχοβώρ, 〈ἀπ‐ έθανεν δὲ Βαλαεννὼν υἱὸς Ἀχοβὼρ〉 καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ | |
10 | 〈Ἀρὰδ〉 υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ, {καὶ ἐβα‐ σίλευσεν ἀντ’ αὐτοῦ} ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετηβὴλ θυγάτηρ Ματρᾶ υἱοῦ Σοφί. 42,17Z α Θαιμᾶν υἱὸς Ἐλιφὰτζ ἡγεμὼν τῆς Ἰδουμαίας. λέγει δὲ συνῳδὰ ἐν τῇ Γενέσει· ἐγένετο υἱὸς τῷ Ἠσαῦ Ἐλιφάτζ, | |
15 | τῷ δὲ Ἐλιφὰτζ Θαιμᾶν, ὃς ἦρξε τῆς Ἰδουμαίας. 42,17Zβ οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου. | |
εἴρηται ἡ ἔννοια τούτου διὰ τῶν προλαβόντων καὶ οὐ δεῖ παλιλλογεῖν. | 314 | |
315 | 42,17Zγ—ε ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι ἐπὶ τῶν ὁρίων τοῦ Εὐφράτου. προϋπῆρχεν δὲ τὸ ὄνομα αὐτοῦ Ἰωβάβ, ἦν δὲ ὁ πατὴρ αὐτοῦ Ζαρὲθ ἐξ ἀνατολῶν ἡλίου. τὸν Ἀβραὰμ διὰ τούτων αἰνίττεται ὁ μακάριος Μωυσῆς καὶ τὴν εὐγένειαν τοῦ προπάτορος σημαίνει καὶ ἀρχόμενος καὶ τελειῶν τὴν γραφήν· ἀρχόμενος μὲν γάρ | |
5 | φησιν· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατο‐ λῶν, τελευταῖον δέ· ἦν δὲ ὁ πατὴρ αὐτοῦ ἐξ ἀνατολῶν ἡλίου· ἐκεί‐ νου γὰρ ἦν ἀπόγονος τοῦ περάτου. ταῦτα δὲ πάντα λέγει, ἵνα δείξῃ μὴ πλάττειν ὑπόθεσίν τινα ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ’ ὡς ἐκ τῶν ἐνόντων ἐντυπώσῃ ταῖς δια‐ νοίαις τὴν τοῦ ἀνδρὸς πολιτείαν. διὰ γὰρ τοῦτο καὶ πατρὸς καὶ μητρὸς μνημονεύ‐ | |
10 | ει, Ζαρὲθ καὶ Βοσόρας, καὶ ἔθνους τοῦ Ἀράβων καὶ πόλεως καὶ τῶν καθεξῆς, καὶ ὅτι πέμπτος ἀπὸ Ἀβραάμ, καὶ τῶν ὁρίων τοῦ Εὐφράτου, καὶ προσηγορίας δυ‐ ϊκῆς, Ἰὼβ καὶ Ἰωβάβ, ἵνα παιδεύσῃ τοὺς ἀγνοοῦντας ἀληθῶς ταῦτα γεγενῆσθαι. χρὴ δὲ κἀκεῖνο εἰδέναι, ὅπως εὐνοίᾳ πρὸς θεὸν ἐγκρατὴς γέγονε τῆς θεοσεβεί‐ ας καὶ οὐ τῇ πονηρίᾳ μετέστη τῶν καλῶς ἐγνωσμένων. διαδεξάμενος δὲ καὶ τὴν βα‐ | |
15 | σιλείαν διὰ τὸν Βαλάκ, ὃς ἦν υἱὸς Σεπφώρ, ὃς ἐξεπόρνευσε τὸν Ἰσραὴλ ἐν τῷ Βε‐ ελφεγώρ, οὐκ ἐζήλωσεν αὐτὸν τῆς ἀσεβείας οὐδὲ τὸν Ἠσαῦ τῆς λαγνείας, ἀλλὰ τὸν Ἀβραὰμ τῆς πίστεως καὶ τὸν Ἰωσὴφ τῆς σωφροσύνης. ἀξιομνημόνευτοι δὲ καὶ οἱ αὐτοῦ φίλοι, Ἐλιφάτζ, ὃς ἦν υἱὸς τοῦ Ἠσαῦ, οὐ μιμησάμενος δὲ τὸν γεινάμενον, ἀλλὰ τοὺς προπάτορας τῆς εὐσεβείας· Θαιμανῶν | |
20 | δὲ οὗτος ἐβασίλευσεν. ἐφάμιλλος δὲ αὐτῷ Βαλδάδ, ὃς ἦν καὶ αὐτὸς υἱὸς τοῦ Χο‐ | 315 |
316 | βάρ, τύραννος δὲ Σαυχαίων. οὐκ ἀπιδίασε δὲ αὐτοῦ καὶ ὁ Μιναίων βασιλεὺς Σωφάρ. τοιοῦτοι ἦσαν οἱ φίλοι τοῦ μακαρίου Ἰώβ, εὐσεβεῖς, θεολόγοι, τοὺς τῆς προνοί‐ ας λόγους ἐπιστάμενοι. τούτων δὲ πάλιν ὑπερβαλλόντως θαυμασιώτερος ὁ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης, νέος μὲν ἔτεσι, ζηλωτὴς δὲ τῆς εὐσεβείας καὶ τοῦ | |
5 | δικαίου ἐπιμελητής, ἄπλαστος μὲν τὸ ἦθος, ἀνυπόκριτος δέ τις καὶ ἐλεγκτικὸς | |
καὶ τὸν θεὸν καὶ τὴν αὐτοῦ δικαιοσύνην ἐπίπροσθεν παντὸς οὑτινοσοῦν τιθέμενος. | 316 |